74
οὐκοῦν, ἑκατέρους οὕτως ἀρέσκον, φέρε πολέμιον ἀποδείξωμεν τὸν Γουβάζην τῷ δοθέντι χρώ μενοι τεκμηρίῳ. τούτου γὰρ ταύτῃ καὶ δὴ δεικνυμένου καὶ τὸ δικαίως αὐτὸν ἀνῃρῆσθαι συναναφανεῖται. 5 ἅπαν μὲν οὖν ἀεὶ βάρβαρον φῦλον, εἰ καὶ κατήκοον ᾖ τοῖς Ῥωμαίοις, ἀλλὰ τῷ τῆς γνώμης ἀλλο τριωτάτῳ διεστηκὸς καὶ τῇ τάξει τῶν νόμων ἀχθόμενον ἐπὶ τὸ νεωτερο 133 ποιὸν καὶ ταραχῶδες φέρεσθαι πέφυκεν· καὶ ἥδιστα μὲν ἂν ἐφ' ἑαυτῷ βιοῦν διατελοίη μηδαμῶς ὑφ' ἑτέροις ταττόμενον, ὡς μηδὲ τῶν ἀδικη μάτων εὐθύνας ὑπέχειν. εἰ δὲ τοῦτο μὴ οἷόν τε, τὸ γοῦν τὰ ὁμοδίαιτα τῶν ἐθνῶν καὶ μᾶλλον τοῖς οἰκείοις πλησιάζοντα τρόποις ἐπάγεσθαι προὔργου ποιοῦνται. 6 πλὴν ἀλλ' εἰ καὶ τούτοις ἀτεχνῶς ὁ Γουβάζης ὑπῆκτο τοῖς πάθεσι τῷ βάρβαρός τε πεφυκέναι καὶ τὴν κοινὴν τοῦ γένους νοσεῖν ἀπιστίαν, ὁ δὲ καὶ πρὸς τοῦτο κακίας ἐχώρει καθ' ἡμῶν, ὡς μηκέτι διαλανθάνειν οἴεσθαι δεῖν, τοὐναντίον μὲν οὖν καὶ πρὸς ἔργον ἄγειν ἐπείγεσθαι τὴν προσπεπηγυῖαν τέως τῷ νῷ καὶ ὑποκρυπτομένην δυσμένειαν. 7 ἡμῶν γὰρ διαπονουμένων καὶ πάντα κίνδυνον μετιόν των, ὡς ἂν τοῖς πολεμίοις μηδὲν ὁτιοῦν τῶν κατὰ γνώμην ἐκβαίη, αὐτὸς οἴκοι μένειν ᾤετο δεῖν σὺν τοῖς ὁμοφύλοις καὶ πολλῷ τοῦ μοχθεῖν ἀφεστά ναι. πλὴν ἀλλ' ἐπετήρει ξὺν ἀκριβείᾳ καὶ ἀνεπυνθάνετο τὰς τῶν ἀγώνων κινήσεις, ἐς ὅπερ ἂν καὶ χωρήσαιεν. 8 εἰ μὲν οὖν μέγιστόν τι κατὰ τοὺς πολέμους τοῖς Ῥωμαίοις διήνυστο καὶ τοῦ νικᾶν ἐνεργόν τε καὶ ἀληθεστάτην ἤραντο δόξαν, ὁ δὲ τὸ δυσμενὲς τῆς ψυχῆς καὶ βασκαῖνον ἐπιδεικνὺς διακωμῳδεῖν εὐθὺς ἐπειρᾶτο καὶ διαλύειν τὴν ἐκ τῶν ἔργων σεμνότητα, φαύλην μὲν τὴν ἐγχείρησιν, φαυλότατον δὲ τὸ πέρας ἀποκα λῶν καὶ οὐδὲ τοῦτο ἡμέτερον, ἀλλὰ τοῦ ἀλογίστου τῆς τύχης. 9 εἰ δέ που τυχὸν καὶ σφαλείημεν (πῶς δὲ οἷόν τε τὸ ἀνθρώπειον μὴ οὐχὶ καὶ πρὸς τἀναντία μεταβάλλειν, ἀλλ' ἐπὶ τῶν αὐτῶν ἀεὶ βεβηκέναι;), ὁ δὲ καθάπερ τις αὐτόματος τῶν γιγνομένων κριτὴς τὴν μὲν τύχην εὐθὺς ἀφίει τῶν ἐγκλημάτων ἀνεύθυνον, ὡς οὐ μετὸν αὐτῇ τοῦ συμβάντος· ἦν δὲ πάντως αὐτῷ προεσκεμμένον καὶ ἐγκριθὲν μηδὲν ἄλλο δοκεῖν αἴτιον εἶναι τοῦ ἐνδεῶς ἡμῖν τι πεπρᾶχθαι ἢ μόνον ἀνανδρίαν γνώμης καὶ χειρῶν ἀσθένειαν καὶ βουλευμάτων ἀβελτερίαν. 10 τὸ γὰρ παλίμ βολον τῆς τύχης καὶ ἄτακτον καὶ ἀλόγιστον καὶ οἷς καθ' ἡμῶν αὐτὴν διελοιδορεῖτο, οὐδαμῶς ἐπῆγε τοῖς πολεμίοις, ὡς ἐκ τούτων ἡμᾶς οὕτω παρασχὸν ὑπερβαλομένοις.
9. «Καὶ τοίνυν ἀνεβόα ταῦτα περιφανῶς καὶ γνῶναι παρεῖχεν οὐ μόνον τοῖς στρατεύμασι τῶν Περσῶν, οἷς δὴ καὶ ἕκαστα διεπονεῖτο καὶ ἔπρασσεν, ἀλλ' εὐθὺς ἀγγελιαφόροι σταλέντες πρὸς αὐτοῦ διεκήρυττον εἰς Ἰβηρίαν, εἰς Ἀλανούς, τῷ γένει τῶν Σουανῶν, τοῖς ὑπὲρ τὸν Καύκασον οἰκοῦσι βαρβάροις, τοῖς πόρρω τούτων, τοῖς ἐκείνων ἔτι πορ 134 ρωτέρω, τάς τε ἐσχατιὰς ἁπάσης τῆς γῆς εἴπερ αὐτῷ περινοστεῖν ἐνῆν, τούτου γε χάριν οὐκ ἂν ἐνεδίδου. ἦν δὲ τὸ ἄγγελμα· Ῥωμαῖοι κακοὶ τὰ πολέμια καὶ τῶν βαρβάρων ἡσσῶνται. 2 καὶ τὴν περὶ ταῦτα σπουδὴν οὐχ ὥστε μόνον πρὸς ὄνειδος ἄγειν τὸ τῶν Ῥωμαίων γένος μετῄει, καίτοι καὶ τοῦτο δεινὸν καὶ λίαν ἐναργὲς γνώρισμα ψυχῆς πολεμίας, τὸ δὲ ἐφ' ᾧ πλέον ἐμόχθει καὶ παρεσκεύαστο, ἕτερόν τι καὶ τοῦδε μεῖζον ὑπῆν. 3 τὴν γὰρ ὑπὲρ βασιλέως τοῦ μεγίστου παρὰ τοῖς ἔθνεσι νικήσασαν δόξαν, ὡς ἄρα δυνάμει τε κράτιστος καὶ πλήθει τρο παίων κεκοσμημένος, διαλύειν τὸ μέρος ἐγίγνωσκε χρῆναι καὶ ταύτῃ πρὸς θράσος κινεῖν καὶ αὐθάδειαν τὸ τέως κατεπτηχὸς καὶ θαυμάζον. 4 ἆρα πολέμιος ἂν ὁ ταῦτα δρῶν καλοῖτο δικαίως ἢ μᾶλλον φίλος καὶ εὔνους καὶ βασιλεὺς καὶ ὑπόσπονδος καὶ ὅσα τοῖς κατηγόροις ἐπὶ τῷ τυράννῳ κεκόμψευται; καίτοι κοινῇ δοθὲν ἑκατέροις, οὐκ ἄλλως διακριτέον τὸ φίλον ἀπὸ τοῦ δυσμενοῦς ἢ μόνῳ τῷ πρὸς τὰς ἐκβάσεις τῶν παρεμ πιπτόντων εὖ τε τυχὸν ἢ καὶ ἑτέρως διακεῖσθαι τὰς γνώμας. 5 ἐπειδὴ οὖν