74
μὴ νοούντων ἢ καὶ μὴ βουλομένων, τούτων αὐτῶν ἐπὶ τῇ τοῦ σώματος λύσει ἡ ψυχὴ τῷ δαίμονι ἡνωμένη ἀνάγκην ἔχει φέρεσθαι ὑπ' αὐτοῦ εἰς οὓς βούλεται τόπους. τὸ δὲ πάντων χαλεπώτατον, ἐπὰν ἐν τῇ τῶν ὅλων συντελείᾳ ὁ δαίμων τὰ πρῶτα εἰς τὸ καθαῖρον πῦρ ἀποδοθῇ, ἡ συγκραθεῖσα αὐτῷ ψυχὴ ἀνάγκην ἔχει αὐτὴ μὲν ἀπορρήτως κολάζεσθαι, ὁ δὲ δαίμων ἥδεσθαι. ἡ γὰρ ἐκ φωτὸς οὖσα τὴν ἀλλόφυλον τοῦ πυρὸς φλόγα μὴ φέρουσα βασανίζεται, ὁ δὲ ἐν τῇ τοῦ γένους αὐτοῦ ὢν οὐσίᾳ μεγάλως ἥδεται, δεσμὸς δύσρηκτος γενόμενος τῆς ὑπ' αὐτοῦ συμπο- θείσης ψυχῆς. τὸ δὲ τοὺς δαίμονας γλίχεσθαι εἰς τὰ ἀνθρώπων εἰσδύειν σώματα, αἰτία αὕτη. πνεύματα ὄντες καὶ τὴν ἐπιθυμίαν ἔχοντες εἰς βρωτὰ καὶ ποτὰ καὶ συνουσίαν, μεταλαμβάνειν δὲ μὴ δυνά- μενοι διὰ τὸ πνεύματα εἶναι καὶ δεῖσθαι ὀργάνων τῶν πρὸς τὴν χρῆσιν ἐπιτηδείων, εἰς τὰ ἀνθρώπων εἰσίασιν σώματα, ἵνα ὥσπερ ὑπουργούντων ὀργάνων τυχόντες, ὧν θέλουσιν, ἐπιτυχεῖν δυνατοὶ ὦσιν, εἴτε βρωτῶν, διὰ τῶν ἀνθρώπου ὀδόντων, εἴτε συνουσίας, διὰ τῶν ἐκείνου αἰδοίων. ὅθεν πρὸς τὴν τῶν δαιμόνων φυγὴν ἡ ἔνδεια καὶ ἡ νηστεία καὶ ἡ κακουχία οἰκειότατόν ἐστιν βοήθημα. εἰ γὰρ τοῦ μετα- λαμβάνειν χάριν εἰσέρχονται εἰς ἀνθρώπου σῶμα, δῆλον ὅτι κακουχίᾳ φυγαδεύονται. ἀλλ' ἐπειδὴ ἔνια δεινότερα τυγχάνοντα προσφιλονεική- σαντα καίτοι τιμωρούμενα τῷ τιμωρουμένῳ προσμένει σώματι, διὰ τοῦτο χρὴ προσφεύγειν θεῷ εὐχαῖς καὶ δεήσεσιν ἀπεχομένους τε πάσης ἀκα- θάρτου προφάσεως, ὅπως ἡ τοῦ θεοῦ χεὶρ εἰς ἴασιν αὐτοῦ ἐπιψαῦσαι δυνηθῇ ὡς ἁγνοῦ καὶ πιστεύοντος. δεῖ δὲ καὶ ἐν ταῖς εὐχαῖς τὸ θεῷ προσπεφευγέναι ὁμολογεῖν καὶ διαμαρτύρεσθαι τὴν τοῦ δαίμονος οὐκ ἀπείθειαν, ἀλλὰ βραδυτῆτα. πάντα γὰρ τῷ πιστεύοντι γίνεται, ἀπιστοῦντι δὲ οὐδέν. ὅθεν αὐτοὶ οἱ δαίμονες, εἰδότες ὧν ἐπικρατοῦσιν τῆς πίστεως τὴν ποσότητα, ἀναλογοῦσαν ἐπιμετροῦσιν αὐτῶν τὴν ἐπιμονήν. διὰ τοῦτο τοῖς ἀπιστοῦσιν ἐπιμένουσιν, τοῖς δὲ δυσπίστοις ἐνβραδύνουσιν, τοῖς δὲ παντάπασιν πιστεύσασι καὶ εὖ πράττουσιν οὐδὲ πρὸς ·οπὴν ὥρας συνεῖναι δύνανται. ἡ γὰρ ψυχὴ τῇ πρὸς θεὸν πίστει ὡς εἰς ὕδα- τος φύσιν τραπεῖσα τὸν δαίμονα ὡς σπινθῆρα πυρὸς ἀποσβέννυσιν. κάματος οὖν ἐστιν ἑκάστῳ ἐννοηθῆναι τὴν τοῦ ἐν αὐτῷ δαίμονος φυγήν. ἀνακιρνάμενοι γὰρ ταῖς ψυχαῖς, ὅπως τις τῆς αὑτοῦ σωτηρίας ἀμελήσῃ, ἐνθυμήσεις πρὸς ἃ βούλονται ὑποβάλλουσιν εἰς τὸν ἑκάστου νοῦν. ὅθεν πολλοὶ οὐκ εἰδότες, πόθεν ἐνεργοῦνται, ταῖς τῶν δαιμόνων κακαῖς ὑπο- βαλλομέναις ἐπινοίαις ὡς τῷ τῆς ψυχῆς αὐτῶν λογισμῷ συντίθενται. διὸ πρὸς τοὺς σσζειν αὐτοὺς δυναμένους ἐλθεῖν ὀκνηρότεροι γίνονται καὶ [τοὺς] ὑπ' αὐτῶν τῶν ἐνεδρευόντων δαιμόνων ἀναλισκόμενοι ἀγνοοῦσιν. ὑπὸ μὲν οὖν τῶν ταῖς ψυχαῖς αὐτῶν ἐνδομυχούντων δαιμόνων ἐπιδίδοται αὐτοῖς ἐνθυμεῖσθαι ὡς οὐ δαίμονος ἐνοχλοῦντος, ἀλλὰ σωματικῆς νόσου (οἷον ἢ ὕλης δριμείας ἢ χολῆς ἢ φλέγματος ἢ αἵματος ἀμετρία ἢ μή- νιγγος φλεγμονῆς ἢ ἄλλου τινός). εἰ δὲ καὶ τοῦτο ἦν, οὐδὲ αὐτὸ ἀπήλλακται δαίμονος εἶδος εἶναι. ἡ γὰρ καθόλου καὶ γεώδης ψυχή, αἰτίᾳ πάντων βρωτῶν διικνουμένη, ὑπὸ τῆς πλείονος τροφῆς ἐπὶ πλεῖον