74
Eἰ οὖν ὁ Κύριος τοῦ οὐρανοῦ καὶ τῆς γῆς πάντα ὑπέ μεινεν δι' ἡμᾶς, πῶς ἂν ὑμεῖς διακονῆσαι τοῖς δεομένοις ἐνδοιάσητε, μιμηταὶ ὀφείλοντες αὐτοῦ εἶναι τοῦ καὶ δουλείαν καὶ ἔνδειαν καὶ πληγὰς καὶ σταυρὸν δι' ἡμᾶς ὑπομείναντος; Χρὴ οὖν καὶ ὑμᾶς δουλεύειν τοῖς ἀδελφοῖς ὡς Χριστοῦ μιμητάς· «Ὁ θέλων γάρ, φησίν, ἐν ὑμῖν εἶναι μέγας ἔστω ὑμῶν διάκονος, καὶ ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος ἔστω ὑμῶν δοῦλος.» Oὕτω γὰρ καὶ αὐτὸς ἔργῳ πεπλήρωκεν τὸ εὖ δουλεύειν πολλοῖς, καὶ οὐ λόγῳ. Λαβὼν γὰρ λέντιον διεζώσατο, εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα καὶ ἡμῶν ἀνακειμένων ἐπελθὼν πάντων ἡμῶν ἔνιψεν τοὺς πόδας καὶ τῷ λεντίῳ ἐξέμαξεν· τοῦτο δὲ ποιῶν ἐπεδείκνυεν ἡμῖν τὸ τῆς φιλαδελφίας ἀγαπητικόν, ἵνα καὶ ἡμεῖς εἰς ἀλλήλους αὐτὸ ποιῶμεν. Eἰ οὖν ὁ Κύριος ἡμῶν καὶ διδάσκαλος οὕτως ἐταπείνωσεν ἑαυτόν, πῶς ἂν ὑμεῖς ἐπαισχυνθήσεσθε τοῦτο ποιῆσαι τοῖς ἀδυνάτοις καὶ ἀσθενέσιν τῶν ἀδελφῶν, ἐργάται ὄντες ἀληθείας καὶ τῆς εὐσεβείας προστάται; Ἐξυπηρετεῖτε οὖν ἀγαπητικῶς, μὴ ἐπιγογγύζοντες μηδὲ διαστασιάζοντες· οὐ γὰρ δι' ἄνθρωπον ποιεῖτε, ἀλλὰ διὰ τὸν Θεόν, καὶ τὸν μισθὸν τῆς διακονίας παρ' ἐκείνου ἀπο λήψεσθε ἐν ἡμέρᾳ ἐπισκοπῆς ὑμῶν. Χρὴ οὖν ὑμᾶς τοὺς διακόνους ἐπισκέπτεσθαι πάντας τοὺς δεομένους ἐπισκέψεως, καὶ περὶ τῶν θλιβομένων ἀναγγέλλετε τῷ ἐπισκόπῳ ὑμῶν· ψυχὴ γὰρ αὐτοῦ καὶ αἴσθησις εἶναι ὀφείλετε, εὔσκυλτοι καὶ εὐήκοοι εἰς πάντα ὄντες αὐτῷ ὡς ἐπισκόπῳ ὑμῶν καὶ πατρὶ καὶ διδασκάλῳ. Ἐπίσκοπον δὲ προστάσσομεν χειροτονεῖσθαι ὑπὸ τριῶν ἐπισκόπων ἢ τὸ γοῦν ἔλαττον ὑπὸ δύο, μὴ ἐξεῖναι δὲ ὑπὸ ἑνὸς ὑμῖν καθίστασθαι, ἡ γὰρ τῶν δύο καὶ τριῶν μαρτυρία βεβαιοτέρα καὶ ἀσφαλής· πρεσβύτερον δὲ καὶ διάκονον ὑπὸ ἑνὸς ἐπισκόπου καὶ τὸν λοιπὸν κλῆρον. Μήτε πρεσβύτερον μήτε διάκονον χειροτονεῖν ἐκ λαϊκῶν κληρικούς, ἀλλὰ μόνον τὸν μὲν πρεσβύτερον διδάσκειν, ἀναφέρειν, βαπτίζειν, εὐλογεῖν τὸν λαόν, τὸν δὲ διάκονον ἐξυπηρετεῖσθαι, τῷ ἐπισκόπῳ καὶ τοῖς πρεσβυτέροις, τοῦτ' ἔστι διακονεῖν, οὐ μὴν καὶ τὰ λοιπὰ ἐνεργεῖν.
ΒIΒΛIOΝ ∆ Περὶ ὀρφανῶν β. Ὅπως χρὴ τὸν ἐπίσκοπον προνοεῖν τῶν ὀρφανῶν. γ. Τίνες ὀφείλουσιν ἐπικουρεῖσθαι κατὰ τὴν κυριακὴν διαταγήν.