Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
ἦν ἐκ μήτρας καὶ πρὸ αὐτῆς, μᾶλλον δὲ καὶ πρὸ παντὸς αἰῶνος ἅγιος ὡς Θεὸς, τῶν ἰδίων πλεονεκτημάτων οὐκ ἀπολισθήσας διὰ τὸ ἀν- θρώπινον· ἀλλ' οὐδὲ τῶν ἀνθρωπίνων ἀμελήσας διὰ τὴν οἰκονομίαν· ἵνα πιστεύσηται κατ' ἀλήθειαν γε- γονὼς καθ' ἡμᾶς, καὶ αὐτὴν ἡμῶν ἁγιάσῃ τὴν γένε- σιν. Καταλειφθῆναι δέ φησι τὴν γῆν, περὶ ἧς ὑφορᾶ- ται καὶ ἐδεδίει ἐκ προσώπου τῶν δύο βασιλέων. Ὅμοιον δὲ ὡσεὶ καὶ λέγοι σαφῶς· Ὅταν ἡ Παρθένος ἐν γαστρὶ λαβοῦσα τέκοι, σὺ, ὦ οἶκος ∆αβὶδ, καλέ- σεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· τότε πάντες οἱ παρενοχλοῦντες τῇ ἁγίᾳ γῇ καταλείψουσιν αὐτήν. Ἔσται γὰρ οὐκέτι βατὴ τοῖς ἐθέλουσι καταδῃοῦν. Πνευματικὸς δὲ ὁ λόγος. Γεννηθέντος γὰρ τοῦ Ἐμ-μανουὴλ, ἡ ἀληθῶς ἁγία γῆ καὶ πόλις, τοῦτ' ἔστιν ἡ Ἐκκλησία, γέγονεν ἐν καλῷ τῆς ἐλπίδος, καὶ πάντα πεπάτηκεν ἐχθρὸν, οἳ καὶ ἄμαχον εἰδότες αὐτὴν ἀνακεχωρήκασι, καταλελοιπότες ὡς παρὰ Θεοῦ σω- ζομένην. Ἐγὼ γὰρ ἔσομαι αὐτῇ, λέγει Κύριος, τεῖχος πυρὸς κυκλόθεν, καὶ εἰς δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς.
{1ΛΟΓΟΣ Εʹ.}1
9Ἀλλ' ἐπάξει Κύριος ἐπὶ σὲ, καὶ ἐπὶ τὸν λαόν σου, καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός σου ἡμέρας, αἳ οὐδέπω ἥκασιν, ἀφ' ἧς ἡμέρας ἀφεῖλεν Ἐφραῒμ ἀπὸ Ἰούδα
τὸν βασιλέα τῶν Ἀςσυρίων.9
Τεθορυβημένῳ λίαν τῷ Ἄχαζ ἐπὶ τῇ συμφωνίᾳ τῶν δύο βασιλέων, τοῦ τε Ῥαασσὼν καὶ τοῦ Φακεὲ, 70.208 κατεπηγγέλλετο μὲν τὴν ἐπικουρίαν ὁ τῶν ὅλων Θεός· ἐπειδὴ δὲ προσεμπεδοῦν ἤθελεν εἰς πίστιν αὐ- τὸν, αἰτεῖν ἐκέλευσε σημεῖον, "6εἰς βάθος ἢ εἰς ὕψος."6 Παραιτουμένου δὲ τοῦ Ἄχαζ, καὶ δυστροπώ- τατα λέγοντος, Οὐ μὴ αἰτήσω, οὐδ' οὐ μὴ πειράσω Κύριον (ἐζήτει γὰρ μᾶλλον τοὺς ἐκ τῶν ψευδομάν- τεων φενακισμοὺς), ηὐτομόλησε τρόπον τινὰ Θεὸς, καὶ τῷ οἴκῳ ∆αβὶδ ἐδίδου σημεῖον αὐτός. Ἔφασκε γάρ· "6Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ."6 Ἐπειδὴ δὲ ὁ περὶ τούτων εὖ μάλα διεπεραίνετο λό- γος, μεθίστησι πάλιν τῶν ἐσομένων τὴν προαγόρευ- σιν, ἐπ' αὐτὸ τοῦ Ἄχαζ τὸ πρόσωπον. Ἔδει γὰρ, ἔδει σωτηρίας μὲν τῆς διὰ Χριστοῦ γενέσθαι τὴν προανάῤῥησιν πρὸς τοὺς ἐκ τοῦ οἴκου ∆αβὶδ, τοῦτ' ἔστι, τοὺς ἐκ τῆς Ἰούδα φυλῆς, ἐξ ἧς καὶ αὐτὸς ἀνατέταλκε τὸ κατὰ σάρκα Χριστός· τῶν γεμὴν συμ- βησομένων κατὰ καιροὺς δεινῶν τε καὶ ἀπευκτῶν τοῖς ἀπειθεῖν ᾑρημένοις ποιεῖται τὴν προανάῤῥησιν, ἵν' εἰδεῖεν ὅτι πικρὸν ἀληθῶς, καὶ οὐκ ἀζήμιον τοῖς τὴν θείαν ἀτιμάζουσι δόξαν τὸ παρέχειν ἀγῶνα Κυ- ρίῳ, καὶ προσκυνεῖν ἑλέσθαι παρ' αὐτὸν ἑτέροις τοῖς οὐκ οὖσι θεοῖς. Ὅτι τοίνυν ἔμελλον κατὰ καιροὺς, αὐτά τε τὰ Ἱεροσόλυμα, καὶ ἅπασα δὲ τῶν Ἰουδαίων ἡ χώρα ταῖς ἐσχάταις περιπεσεῖσθαι ταλαιπωρίαις, καὶ ὑπὸ χεῖρα γενέσθαι τῶν ἐχθρῶν, προκαταμηνύει λεπτῶς. Ἀσαφεστέραν δὲ οὖσαν τὴν τῶν λέξεων συνθήκην, ὡς ἂν οἷός τε, καὶ πρό γε τῶν ἄλλων δια- τρανοῦν πειράσομαι. "6Ἐπάξει, φησὶν, ὁ Θεὸς ἐπὶ σὲ, καὶ ἐπὶ τὸν λαόν σου, καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός σου, ἡμέρας, αἳ οὔπω ἥκασιν, ἀφ' ἧς ἡμέρας ἀφεῖλεν Ἐφραῒμ ἀπὸ Ἰούδα."6 Ἔστι δὲ τῶν στίχων τοιοῦτος ὁνοῦς· Ἐν καιροῖς τῆς βασιλείας Ῥοβοὰμ υἱοῦ Σολο-μῶνος ἀφεῖλε, τοῦτ' ἔστιν, ἀπέσπασεν ἑαυτὸν ὁ Ἐφραῒμ, τοῦτ' ἔστι, πάλιν αἱ δέκα φυλαὶ, ἀπὸ τῆς Ἰούδα φυλῆς. Ἐχωρίσθησαν γὰρ καὶ αἱ μὲν δέκα φυλαὶ ἀπὸ τῆς Ἰούδα φυλῆς, κατῳκήκασι τὴν Σα- μάρειαν, ἡ δέ γε φυλὴ Ἰούδα καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ μεμενήκασιν ἐν τοῖς Ἱεροσολύμοις. Ἀλλὰπροϊόντος τοῦ καιροῦ πολλὰ συμβέβηκε τῶν ἀπευκτῶν αὐτοῖς. Πεπόρθηται γὰρ ἡ Σαμάρεια, κατέδραμον δὲ καὶ τὴν Ἰουδαίαν τὰ περίοικα τῶν ἐθνῶν, Ἰδου- μαῖοι, Μωαβίται, καὶ οἱ ἐκ τῆς Φιλιστιείμ. Πεπόν- θασι τοίνυν πολλὰ δεινὰ, καὶ ἡμερῶν πεπείρανται σκληρῶν, οὗτοί τε κἀκεῖνοι. Ἡμέρας τοίνυν, φησὶν, ἐπάξει