Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
στεφανούμενοι, καὶ δυναστείαις ἀξιωμάτων ἐπαυχοῦντες κοσμικῶν, ἀλλ' οὖν ἀπολοῦνται· καταστρέφει γὰρ αὐτοῖς τοῦ βίου τὸ πέρας εἰς ὄλεθρον καὶ ἀπώλειαν. Ἐχθροὺς δὲ εἶναί φαμεν τοῦ Κυρίου, καὶ τοὺς γεγονότας μὲν ὑπ' αὐτῷ διὰ τῆς πίστεως, ἀντενηνεγμένους δὲ ὥσπερ διὰ πολλῆς ἀπειθείας, καὶ τοῖς θείοις αὐτοῦ θεσπίσμασιν ἀκαταλήκτως μεμαχημένους. Εἶεν δ' ἂν ἐχθροὶ καὶ οἱ τῶν δαιμόνων θεραπευταὶ, καὶ οἱ προσκυνοῦντες τοῖς ἔργοις τῶν ἰδίων χειρῶν, ἤγουν τῇ κτίσει παρὰ τὸν κτίσαντα λατρεύοντες, καὶ ἔτι οἱ τῶν αἱρέσεων εὑρεταὶ, ἅτε δὴ τὸ ψεῦδος ἀντανιστᾷν εἰωθότες τῇ τῶν ἀληθῶν δογμάτων ὀρθότητι. Οὗτοι βραχὺ ἀνθή σαντες, καὶ χόρτοις ἐν ἴσῳ μεμαρασμένοι, πεσοῦνται πρὸς θάνατον, καὶ τὰς τῶν ἡμαρτημένων ἐκτίσουσι δίκας, ὡς ἐχθροὶ τοῦ Κυρίου κολαζόμενοι, καὶ κα πνοῦ δίκην ἐκλείποντες. Λείψανον δὲ πυρός ἐστιν ὁ καπνὸς, καταμαρανθέντος ἤδη καὶ ἀπεσβηκότος, καὶ οἱονεὶ καταλήξαντος εἰς τὸ εἶναι τέφρα καὶ σποδός. Καπνῷ οὖν συγκρίνονται, ἐπειδὴ καθάπερ τοῦ πυρὸς σβεσθέντος ὁ καπνὸς ἀφανίζεται, οὕτω καὶ τῶν ἁμαρτωλῶν ἀποθανόντων, ἡ περὶ αὐτοὺς πᾶσα δόξα ἀπόλλυται. ∆ανείζεται ὁ ἁμαρτωλὸς καὶ οὐκ ἀποτίσει, ὁ δὲ δίκαιος οἰκτείρει καὶ δίδωσιν. (A f. 197 b. B f. 129) Οὐκ ἀντιδίδωσι, φησὶν, ὁ ἁμαρτωλὸς εὐχαριστίαν ὑπὲρ ὧν εὐηργέτηται παρὰ Θεοῦ· ἀλλ' οὐδ' ἂν εἰ εὖ πάθοι παρά τινων, βελτίων ἔσται· οὔτε μὴν ἐκ τῶν εἰς αὐτὸν γεγονότων, τὴν τοῦ κατοικτείρειν διδάσκεται τρίβον· οὐδ' ἀνέχεται διὰ τῶν ἴσων ἀμείψασθαι τοὺς αὐτὸν ὠφελήσαντας· ἀλλ' οἷά τις κλέπτης εὕρημα [al cod. εὕρεμα] ποιεῖται τὸ δοθὲν, καὶ εἰς μόνον ὁρῶν τὸ κερδῆσαι, αὔχημα ποιεῖται τὸ κατατῆξαι ταῖς λύπαις τὸν δεδανεικότα. Ὁ δέ γε δίκαιος ἀντιδίδωσιν οἰκτιρμοὺς, τὸν ἑαυτοῦ ∆εσπότην μιμούμενος· κἂν γὰρ μὴ λάβοιτο δοθὲν, ἀλλὰ καὶ οὕτω μένει φιλότιμος, καὶ κοινωνικὸς ὢν οὐ παύεται. Μιμεῖται γὰρ τὸν ἑαυτοῦ Πατέρα Θεὸν, ὃς ἀνατέλλει τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. (B f. 129) Ἕκαστος ἡμῶν δέχεται παρὰ Θεοῦ πλείστας τε ὅσας καὶ μεγάλας εὐεργεσίας αἰσθητάς τε καὶ νοητάς. Ἀλλ' εἴ τις ᾖ φιλαμαρτήμων καὶ ἀσχέτως ἀπονενευκὼς εἰς φιληδονίαν, καὶ τῇ τύρβῃ τῶν ἐν τῷδε κόσμῳ πραγμάτων τὸν ἑαυτοῦ καταχώ σας νοῦν, πολλὰ παρὰ Θεοῦ οὐδὲν ἀποτίσει, τουτέστιν οὐ προσοίσει τὴν ὑπακοὴν, οὐ ταῖς αὐτοῦ ζεύγλαις ὑποθήσει τὸν αὐχένα, οὐχ ἕψεται τοῖς αὐτοῦ θελήμα 69.940 σιν, οὐ καρποφορήσει τὴν ἀρετὴν, ἀλλ' οὐδὲ ὤσπερ τινὰ τόκον καταθήσει τῷ Θεῷ τὸ ἐπιεικὲς εἰς τρό πους, οὐ δογματικῆς εὐτεχνίας ἐπιμελήσεται, μένει δὲ σκληρὸς καὶ ἄκαρπος. Πλὴν κἂν εἰ οὕτω διατε θείη, φησὶν, ὁ δίκαιος καὶ ἀγαθὸς, δῆλον δὲ ὅτι Θεὸς οὐ παύσεται τοῦ κατοικτείρειν αὐτὸν, καὶ διδόναι τὰ παρ' ἑαυτοῦ· ἵνα λοιπὸν λέγηται πρὸς αὐτόν· "Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ, καὶ τῆς ἀνοχλῆς, καὶ τῆς μακροθυμίας καταφρονεῖς;" καὶ τὰ ἐξῆς. Ὅτι οἱ εὐλογοῦντες αὐτὸν, κληρονομήσουσι γῆν. (A f. 198, B f. 129 b, Κυρίλλου καὶ Ὠριγένους) Ὅμοιον τῷ εἰρημένῳ πρὸς Ἀβραάμ· "Τοὺς εὐλογοῦντάς σε εὐλογήσω, τοὺς δὲ καταρωμένους σε κατ αράσομαι." Οὐκοῦν εἰ μὲν ὁ Θεὸς εἴη ὁ κατοικτείρων καὶ διδοὺς, οἱ δοξολογοῦντες αὐτὸν διὰ τοῦτο, ἤγουν εὐλογοῦντες, ἔσονται κληρονόμοι τῆς ἐπηγγελμένης τοῖς ἁγίοις γῆς, καὶ λήψονται γῆν τὴν ἀγαθὴν τὴν πολλὴν, τὴν οὐ κέντρου καὶ σημείου λόγον ἔχουσαν. Κίνδυνος δὲ ἐν τῷ κατάραν ἡμᾶς τιθέναι τῷ δικαίῳ, ὀλέθρου τοῦ ἐσχάτου. Λέγει γὰρ πρὸς τὸν δίκαιον ὁ Κύριος· "Ἐχθρεύσω τοῖς ἐχθροῖς σου, καὶ ἀντικείσομαι τοῖς ἀντικειμένοις σοι." Καὶ ὥσπερ λέγει· "Τοῦτον ἔθρε ψας, ἐμὲ ἔθρεψας," οὕτως ἀκόλουθον εἰπεῖν· Τοῦ τον ἐλοιδόρησας, ἐμὲ ἐλοιδόρησας. Καταρῶνται δὲ Θεὸν οἱ μὴ εἰδότες αὐτὸν εἰς τέλος ὀλοθρεύοντα, οἱ κατὰ τῆς αὐτοῦ δόξης παλιμφήμους ἔσθ' ὅτε ῥί πτοντες φωνάς· πρὸς τῷ μηδὲ ἑτέρους, ἐφ' οἷς εὖ πεπόνθασιν, ἀνέχεσθαι προσάγειν αὐτῷ τὰς εὐχα ριστίας. Χριστὸν μὲν οὖν εὐλογοῦσι τὰ ἔθνη, διὸ κληρονομοῦσι τὴν βασιλείαν· οἱ Ἰουδαῖοι δὲ βλασφημοῦντες αὐτὸν, εἰς τέλος ἀφανίζονται καὶ ὀλο θρεύονται. Καὶ τὴν ὁδὸν