74
διενοεῖτο καὶ εἰς ἔργον ἐξῆγε, καὶ πανοικεσίᾳ μὲν ἐχώρησε πρὸς Τριβαλοὺς, καταπράξασθαι δὲ ἴσχυσεν ὧν ἤλπισεν οὐδέν. αἱ γὰρ ὑπ' αὐτὸν πᾶσαι πόλεις τὴν ἀποστασίαν συνεῖσαι, οἷα δὴ ἐχρῶντο πολεμίῳ. ἐκ τῆς τοιαύτης δὴ αἰτίας ταραχῆς οὐ φαύλης τινὸς αἱ κατὰ τὴν ἑσπέραν ἐνεπλήσθησαν πόλεις. ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους τῶν τοῦ μεγάλου λογοθέτου υἱῶν ∆ημήτριος μὲν ὁ Ἄγγελος Στρουμβίτζης ἐπίτροπος ἦν, 1.210 Μιχαὴλ δὲ ὁ Λάσκαρις, Μελενίκου, πόλεων Μακεδονικῶν· οἳ δὴ γυναικὸς ἀδελφοὶ ὄντες τοῦ πανυπερσεβάστου, γράμματα πέμπουσι πρός τε ἐκεῖνον καὶ τὴν ἀδελφὴν, προφανῶς μὲν αὐτῶν ἀποστασίαν οὐ κατηγοροῦντα, πρόφασιν μέντοι οὐκ ἀγεννῆ τινα παρεχόμενα ὑποψίας. λέξεών τε γὰρ εὐπόρουν ἀμφιβόλων, καὶ φιλίας ἀνεμίμνησκον ἀρχαίας καὶ συνδιατριβῆς, καὶ τοῦ δεῖν ἀλλήλοις εὐνοεῖν ἄλλων τε ἕνεκα πλειόνων καὶ μάλιστα τῶν ἐκ τῆς συγγενείας ἐνεχύρων. τοὺς τὰ τοιαῦτα τοίνυν γράμματα κομίζοντας στρατιῶται συλλαβόντες κατὰ τὴν ὁδὸν, οἳ ἦσαν ἐπ' αὐτὸ τοῦτο τεταγμένοι φυλάττειν τὰς ὁδοὺς τοῦ πρὸς τὸν πανυπερσέβαστον ἕνεκα πολέμου, καὶ τὰ γράμματα ἀφελόμενοι, πρὸς μὲν Βυζάντιον ὡς βασιλέα τὸν πρεσβύτερον τὰ γράμματα κομίσαι οὐκ ἔγνωσαν δεῖν, τὸν μέγαν λογοθέτην τὰ μέγιστα παρὰ βασιλεῖ δυνάμενον δεδοικότες, εἰς ∆ιδυμότειχον δὲ ἦλθον φέροντες τῷ νέῳ βασιλεῖ. ἐπαινέσας δὲ αὐτοὺς τῆς συνέσεως καὶ εὐβουλίας, ἀπέλυσεν εὖ ποιήσας ὁ βασιλεύς. τὰ μέντοι γράμματα εἰς Βυζάντιον τῷ μεγάλῳ πέμψας λογοθέτῃ, παρῄνει τε καὶ συνεβουλεύετο αὐτὰ φιλικῶς, ὡς τὰ μὲν γράμματα ταυτὶ τῷ κηδεστῇ πέμψειαν οἱ υἱοὶ γέμοντα πολλῆς ὑποψίας, αὐτὸν δὲ ἐκείνων τε ὄντα πατέρα καὶ τῇ Ῥωμαίων ἡγεμονίᾳ τὴν δυνατὴν ὠφέλειαν ὀφείλοντα εἰσφέρειν, οἷα τῶν κατ' αὐτὴν πραγμάτων δι' αὐτοῦ διοικουμένων, χρεὼν ἐκείνους τε ἀπαθεῖς κακῶν τηρεῖν καὶ τὴν προσδοκωμένην ἀπ' αὐτῶν προαναστέλλειν βλάβην. τοῦτο 1.211 δὲ γένοιτ' ἂν, εἰ αὐτοὺς μὲν τοῦ τῶν πόλεων ἐκείνων ἄρχειν ἀποστήσας, ἑτέρους ἀνυπόπτους ἐπιστήσει, αὐτοῖς δὲ ἑτέρας ἀρχὰς ᾗ ἂν αὐτῷ δοκῇ λυσιτελεῖν ἐγχειρίσει. «ἐμοὶ μὲν οὖν οὐκ ἀγαθὸν ἔδοξεν» εἶπε «τῷ βασιλεῖ τὰ τοιαῦτα γράμματα ποιῆσαι δῆλα, ἀλλὰ μόνῳ σοὶ, ὡς ἂν, συνετὸς ὢν, τά τε δέοντα ὑπὲρ τῶν κοινῶν οἰκονομήσῃς πραγμάτων καὶ τοῖς παισὶ τὰ λυσιτελοῦντα.» βασιλεὺς μὲν οὖν τοιαῦτα τῷ μεγάλῳ συνεβούλευε λογοθέτῃ· ὁ δὲ, πείθεσθαί τε δέον καὶ χάριτας τῆς τῶν υἱῶν κηδεμονίας ὁμολογεῖν, τοὐναντίον ἐποίει πᾶν. τραχέως γὰρ ἀποκρινάμενος καὶ σκληρῶς, ἐπὶ τέλει προσέθηκε καὶ τοῦτο, ὡς καὶ τοῖς ὄνοις ἡ παροιμία δίδωσι τὸν ξέοντα ἀντιξέειν. ταύτην μὲν οὖν ἑαυτοὺς ἀνερευνῶντες ὑπενόουν αἰτίαν εἰς τὸ πολεμεῖσθαι παρεσχημένους, τὸν μέγαν ὑπολογιζόμενοι παροξυνθέντα διὰ ταῦτα λογοθέτην εἰς τὸ πολεμεῖν παρακαλέσαι τὸν βασιλέα· σαφὲς μέντοι εἶχον οὐδὲν εἰδέναι. ἄξιον δὲ καὶ οἵας εὐεργεσίας πρός τε λογοθέτην τὸν μέγαν καὶ πρὸς τὸν πρωτοβεστιάριον Ἀνδρόνικον τὸν Παλαιολόγον, τοὺς τοῦ τρίτου τουτουὶ πολέμου μάλιστα αἰτιωτάτους γεγενημένους, βασιλεὺς ὁ νέος ὑπῆρξε, διηγήσασθαι διὰ βραχέων, ὡς ἂν πρὸς οἷον ἠγνωμόνουν εἰδείημεν εὐεργέτην. ὁ γὰρ πρωτοβεστιάριος οὑτοσὶ Παλαιολόγος Ἀνδρόνικος, τῆς τοῦ πρεσβυτέρου βασιλέως Ἀνδρονίκου παῖς ὢν ἀδελφῆς τῆς Ἄννης, ἣ συνῴκει Μιχαὴλ τῷ δουκὶ τῶν Πάτρας ἀρχόντων ἑνὶ καὶ τῆς κατ' αὐτὴν Θεσσαλίας, ἔκ τινος διαφορᾶς πρὸς τὸν μέγαν λογοθέτην ἀπεχθῶς διατεθεὶς, πρὸς τὸν νέον βασιλέα ἐλ 1.212 θὼν πολλά τε καὶ ἄκοσμα διεξῄει κατ' αὐτοῦ, καὶ τελευταῖον προσετίθει, ὡς ἤδη πρὸς τὴν πρὸς αὐτὸν ἀπέχθειαν ἀπειρηκὼς, βούλοιτ' ἂν αὐτὸν συγκόπτειν πολλαῖς ταῖς πληγαῖς, κἂν δέῃ διὰ τοῦτο καὶ ἀποθνήσκειν· δι' ὃ καὶ ἀμύνειν αὐτῷ, εἴ τι μετὰ ταῦτα διὰ τὸ τόλμημα ἐπίοι δεινὸν, ἐδεῖτο. ἀκούσας δὲ ὁ βασιλεὺς, λόγοις τε πολλοῖς καὶ παραινέσεσι τὸν πρωτοβεστιάριον ἀπάγειν τοῦ τολμήματος ἐπεχείρει· ὡς δὲ οὐκ ἔπειθε, καὶ διαθήσειν ἠπείλησε τὰ χαλεπώτατα, εἰ μὴ παύσοιτο τοιούτοις ἐπιχειρῶν. ἔφη γὰρ, εἰ μὲν πρὶν μηδὲν πρὸς αὐτὸν τοιοῦτον εἰπεῖν τι εἰργάζετο τῶν