74
ἑώρακας, σὺ ει, ω βασιλεῦ, οτι ἐμεγαλύνθης καὶ ισχυσας, καὶ ἡ μεγαλω1.186 σύνη σου εφθασεν εἰς τὸν οὐρανόν, καὶ ἡ κυρεία σου εἰς τὰ πέρατα τῆς γῆς," μεγαλωσύνην δὲ τὴν τοῦ νοὸς ἐκάλεσεν επαρσιν καὶ τοῦ φρονήματος τὸ ὑπέρογκον· "οτι δὲ Ιρ ειδες αγιον ἐκ τοῦ οὐρανοῦ καταβαίνοντα," τουτέστιν αγγελον θεῖον· τὸ γὰρ Ιρ ἐξελληνιζόμενον τὸν ἐγρηγορότα δηλοῖ, δι' ου τὸ ἀσώματον ὑπαινίττεται· ὁ γὰρ σῶμα περικείμενος υπνῳ δουλοῦται, ὁ τούτῳ δὲ μὴ δουλεύων ἀσώματον εχει φύσιν, "οτι τοίνυν τὸν ἐγρηγορότα" φησίν "ἐκεῖνον ειδες φωνήσαντα ἐκκοπῆναι τὸ δένδρον, ἐαθῆναι δὲ τὴν φυὴν τῶν ῥιζῶν αὐτοῦ, καὶ τὰ λοιπά, ελπιζε τῆς βασιλείας μὲν ἐκπεσεῖν καὶ τῆς πρὸς ἀνθρώπους κοινωνίας ἐκδιωχθῆναι, θηρίοις δὲ συναυλίζεσθαι καὶ χόρτον ἐσθίειν, μὴ μέντοι πάντῃ τῆς βασιλείας στερηθῆναι, ἐπανασωθῆναι δέ σοι αυθις αὐτήν·" τούτου γὰρ ειναι σημαντικὸν τὸ τὴν φυὴν τῶν ῥιζῶν ἐαθῆναι τοῦ δένδρου. τοιαύτην τῷ Ναβουχοδονόσορ ὁ ∆ανιὴλ τὴν ἐξήγησιν τοῦ ὁράματος ἐποιήσατο. καὶ γέγονε πάντα κατὰ τὸν θεῖον χρηματισμόν, καὶ μανίαν νοσήσας ὁ βασιλεὺς ἐκεῖνος διὰ τὸ ἀλαζονικόν τε καὶ ὑπερήφανον καὶ ἐπὶ τῆς ἐρήμου διατρίψας ἑπταετίαν, οὐδενὸς ἐπιθεμένου τῇ βασιλείᾳ αὐτοῦ πάλιν ἀπολαμβάνει αὐτὴν ἱλεωσάμενος τὸν θεόν. ετη δὲ τρία βασιλεύσας καὶ τεσσαράκοντα τελευτᾷ. μεμνῆσθαι δὲ αὐτοῦ ὁ ̓Ιώσηπος λέγει καὶ πολλοὺς τῶν ἀρχαίων ἱστορικῶν, τόν τε Βηρωσὸν καὶ τὸν Μεγασθένη καὶ τὸν ∆ιοκλέα καὶ τὸν Φιλόστρατον. Τούτου δὲ τελευτήσαντος Εὐιλὰδ Μαροδὰχ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος τὴν ἀρχὴν διαδέχεται. ος αὐτίκα λύει μὲν τῶν δεσμῶν τὸν βασιλέα ̓Ιωακεὶμ τὸν 1.187 καὶ ̓Ιεχονίαν καλούμενον, ον καθειργμένον ειχεν ὁ Ναβουχοδονόσορ, καὶ τιμῆς ἀξιοῖ, δίδωσι δὲ καὶ δωρεὰς αὐτῷ καὶ ὁμοδίαιτον ειχε διὰ παντός. Καὶ τούτου δὲ παρελθόντος εἰς τὸν ἀδελφὸν αὐτοῦ μετῆλθεν ἡ βασιλεία Βαλτάσαρ καλούμενον, καθ' ου Κῦρος μετὰ Περσῶν τε καὶ Μήδων ἐστράτευσεν. ουτος γοῦν πότον ποιήσας τοῖς μεγιστᾶσιν αὐτοῦ, καὶ μετὰ τῶν παλλακῶν κατακείμενός τε καὶ μεθυσκόμενος, ἐκέλευσεν ἐνεχθῆναι τὰ σκεύη τὰ ἱερὰ α ἐξ ̔Ιεροσολύμων ὁ Ναβουχοδονόσορ ἐσύλησεν καὶ τοῖς οἰκείοις θεοῖς ἀνατέθεικε· κομισθέντων δ' ἐκείνων, οις ὁ πατὴρ αὐτοῦ οὐκ ἐχρήσατο, αὐτὸς ἐκέχρητο τούτοις, καὶ μεταξὺ πίνων ἐβλασφήμει κατὰ τοῦ θεοῦ. ὁρᾷ τοίνυν ἀστράγαλον ἐκ τοῦ τοίχου προϊόντα χειρὸς ἀνθρωπίνης καὶ γράφοντα ἐπὶ τὸ κονίαμα τοῦ τοίχου· καὶ ἐξέστη, καὶ ἡ μορφὴ αὐτοῦ ἠλλοιώθη. καὶ τοὺς Χαλδαίους καὶ τοὺς μάγους καλέσας τὴν τῶν γραμμάτων ἀπῄτει δήλωσιν, καὶ ἀμοιβὰς μεγάλας δώσειν ἐκήρυξε τῷ σαφηνίσοντι τὴν σημασίαν αὐτῶν· ἀλλ' ησαν αγνωστα πᾶσι τὰ γεγραμμένα. ἀθυμοῦντα δὲ τὸν βασιλέα καὶ τεταραγμένον ἰδοῦσα ἡ μάμμη αὐτοῦ εφη ὡς "εἰ μεταπεμφθῇ Βαλτάσαρ ὁ ̓Ιουδαῖος, ος καὶ τῷ Ναβουχοδονόσορ πολλὰ ἐσήμανεν α ετερος οὐδεὶς ἐκφράσαι ἠδύνατο, ἐκεῖνός σοι τὸ ἀπόρρητον τούτων τῶν συλλαβῶν σημανεῖ· εστι γὰρ πνεῦμα αγιον θεοῦ ἐν αὐτῷ." αὐτίκα τοίνυν καλέσας Βαλτάσαρ τὸν ∆ανιὴλ ὁ κρατῶν ἠξίου δηλοῦν αὐτῷ περὶ τῶν γραμμάτων, καὶ μὴ ὑποσταλῆναι, καν ειη σκυθρωπὸν τὸ ὑπ' αὐτῶν σημαινόμενον· καὶ γέρας δώσειν αὐτῷ ἐπηγγέλλετο πορφύραν ἐνδεδύσθαι καὶ περιαυχένιον χρύσεον, καὶ τὸ τρίτον τῆς ἀρχῆς μέρος. ∆ανιὴλ δὲ τὰς μὲν δωρεὰς παρῃτεῖτο, μηνύειν δ' 1.188 ελεγε τὰ γεγραμμένα αὐτῷ τοῦ βίου καταστροφήν, οτι μηδ' οις ὁ πατὴρ αὐτοῦ δι' ἀσέβειαν ἐκολάσθη ἐσωφρονίσθη αὐτός, ἀλλὰ τοῖς σκεύεσι τοῦ θεοῦ μετὰ τῶν παλλακῶν εἰς διακονίαν ἐχρήσατο. τὰ μὲν ουν γράμματα ἀνεγίνωσκεν ουτως "μανὴ θεκὲλ φαρές," τὴν δὲ τούτων σημασίαν ἑρμηνεύων ελεγεν "ἠρίθμησεν ὁ θεὸς τὸν χρόνον τῆς ζωῆς σου καὶ τῆς ἀρχῆς σου, καὶ εἰς αγαν βραχὺ περιέστη." ἐξελληνιζομένη γὰρ ἡ λέξις λέγοιτ' αν ἀριθμός. ουτω μὲν ουν ἡρμήνευσε τὸ μανή, τὸ δέ γε θεκὲλ σημαίνειν εφη σταθμόν. "στήσας ουν τὸν ορον τῆς βασιλείας σου ὁ θεός, καταφέρεσθαι ταύτην δηλοῖ καὶ κεκλάσθαι·" καὶ κλάσμα γὰρ τὸ θεκὲλ σημαίνει καθ' ̔Ελλάδα