74
αλεκτον. Αρκιον. τὸ ἱκανὸν καὶ ὠφέλιμον. ̓Αῤῥεπέσ. ἀμετάκλιτον. ̓Αῤῥενωπόν. αθελκτον, ἀθήλυντον, ἀνδρεῖον, ἀπαρέγκλιτον ὑφέσει πάσῃ. ἰστέον, οτι ὡς ἐπὶ γυναικῶν ἀνδριζομένων καὶ ἀῤῥενοφανῶν ειρηται. alpha.305 Αρμενον. τὸ ἐν τῷ πλοίῳ. καὶ αρμενον τὸ ἡρμοσμένον. ̓Αρού. ἐπίφθεγμα ναυτικόν. Αρπεζον. τὸ ἐκ χαλίκων ᾠκοδομημένον τειχίον. ̓Αρτεμίσιον. τὸ τῆς ̓Αρτέμιδος αγαλμα καὶ ἀκρωτήριον τῆς Εὐβοίας. Αρτιον. τὸ ὁλόκληρον. ̓Αρτοπώλιον. ὁ τόπος, ενθα οἱ αρτοι πιπράσκονται. ἀρτοπολεῖον δὲ τὸ μαγκιπεῖον, ἐν ῳ οἱ αρτοι γίνονται· μικρὸν καὶ δίφθογγον. ̓Αρτιθαλῆ. νεόφυτα. ̓Αῤῥυτίδωτον. μὴ εχον ῥυτίδας ητοι ζαρώματα, αι εἰσι γραμμαὶ γήρως σημαντικαί. ̓Αρχαϊκόν. ἁπλοῦν, ἀφελὲς, αδοξον. ̓Αρχαῖα. τὰ κεφάλαια τὰ τῶν χρεῶν. αὐτοί τε καὶ ἀρχαῖα καὶ τόκοι τόκων. ̓Αρχαῖον τὸ κιθαρίζειν. ληρῶδες, ἀνόητον, οὐδὲν λόγου αξιον. ̓Αρχέτυπον. πρωτότυπον. ̓Αρχεῖον. χαρτοφυλάκιον, ενθα οἱ δημόσιοι χάρται κεῖνται, η τὸ παλάτιον. Αρινον. τὸν νάπυ. τοῦ Ψελλοῦ· ἡ μίνθη τὸ ἡδύοσμον, αρινον δὲ τὸ νάπυ. Αροτρον. παρὰ τὸ ἀρῶ τὸ ἀροτριῶ, ὁ μέλλων ἀρόσω καὶ ἐξ αὐτοῦ αροτρον. * ̓Αρίζηλον. τὸ ἐν τῷ πολέμῳ ζηλωτόν.* alpha.306 ( ̔Ρῆμα.) Αραρέ με. ηρεσέ με ταῖς φρεσὶν, η ηρμοσται. Αρασθαι. ἀπενέγκασθαι, η λαβεῖν, φορτίσασθαι. μεῖζόν γε ον η καθ' ἑαυτὸν αρασθαι φορτίον. ̓Αρασσόμενα. προσρηγνύμενα. κυρίως δὲ τὸ ἀράσσειν τὸ ἀποτέμνειν διὰ σιδήρου παρὰ τὸ αρης, ο ἐστι πόλεμος. Αραρε. δέδοκται, κέκριται. ἀρῶ τὸ ἁρμόζω, ὁ μέλλων αρω, αἰολικῶς αρσω, ὁ παρακείμενος ηρκα, ὁ μέσος ηρα καὶ κατὰ ἀναδιπλασιασμὸν ἀττικὸν αρηρα, ἡ μετοχὴ ἀρηρώς. -ο τε φρεσὶν ῃσιν ἀρηρώς. δωρικῇ τροπῇ τοῦ ˉη αραρα καὶ αραρεν. αραρε γὰρ ορκος ἐκ θεῶν μέγας. ̓Αράμενοι. ἐπάραντες. Αρασ. ἐπάρας. ὡς ειδον τὸν νέκυν αραντας ̓Αχαιούς. ἀείρω, ὁ μέλλων ἀερῶ, ὁ ἀόριστος ηειρα, ωσπερ ηγειρα, ἡ μετοχὴ ἀείρας, καὶ κράσει τοῦ ˉαˉε εἰς ˉα μακρὸν γίνεται αρας. καὶ μένει τὸ ι προσγεγραμμένον, καὶ μὴ ἐκφωνούμενον διὰ τὸ μέγεθος τοῦ ˉα. ̓Αράβησεν. ηχησεν. κυρίως ἡ ἐπὶ τὴν εραν καὶ τὴν γῆν βοή. εραβος καὶ αραβος, ἀραβῶ, ἀραβήσω. καταχρηστικῶς δὲ καὶ ἐπὶ τοῦ σιδήρου. παρὰ τὸ αρεα καὶ τὸ βοή. alpha.307 Αραιτο. λάβοι, κομίσειεν. ης οὐκ αν αραιτ' αχθος ἀνθρώπου φύσις. ̓Αρδαλῶσαι. μολύναι. εἰς οιον ἐμπεπτώκασι τὸν αρδαλον. Αρδειν. ποτίζειν. ἀρδεύειν. ̓Αραροίμην. ἁρμοσαίμην. ̓Αραρίσκω. τὸ ἁρμόζω. ̓Αρέσκω. παρὰ τὸ ἀρῶ τὸ ἁρμόζω. ὡς τελῶ τελέσκω, ουτως καὶ ἀρῶ ἀρέσκω. τὸ γὰρ ἀρέσκον καὶ ἁρμόδιον, καὶ τὸ ἁρμόδιον ἀρεστόν. ̓Αρεσόμεθα. ἐξιλεασόμεθα, θεραπεύσομεν, φιλοφρονησόμεθα. παρὰ τὸ ἀρῶ ἀρέσω. ̓Αρήγω. βοηθῶ. παρὰ τὸν αρην, ο σημαίνει τὸν πόλεμον. ωσπερ καὶ βοηθεῖν λέγεται τὸ ἐπὶ βοὴν θεῖν. βοὴ γὰρ καὶ ὁ πόλεμος ἀπὸ τοῦ παρεπομένου. ἀρήγω καὶ ἀρωγὸς, ωσπερ καὶ ῥηγμὸς καὶ ῥαγμός. ̓Αρημένοσ. βεβλαμμένος. ̓Αρήρει. ἐνήρμοστο. ̓Αρῆξαι. τὸ βοηθῆσαι. κυρίως δὲ τὸ πρὸς καιρὸν θεραπεῦσαι. ἰᾶσαι δὲ, τὸ παντελῶς θεραπεῦσαι. ̓Αριστῶ. τὸ ἀρετῆς ἐπιμελοῦμαι. Προκόπιος· ἀμφότεροι δὲ οἱ μὲν θανατῶντες, οἱ δὲ ἀριστῶντες, ἐπὶ τοὺς πέλας πολλῷ ιεντο. εστι δὲ καὶ ἀρεταίνω. alpha.308 ̓Αρθμήσαντεσ. φίλοι γενόμενοι. καὶ ἀρθμῆσαι εἰς φιλίαν ἐλθεῖν. ̓Αρκῶ. ἰσχύω, δύναμαι ὑπενεγκεῖν. καὶ τὸ βοηθῶ. ̓Αρκυωρεῖσθαι. φυλάσσειν τὰς αρκυς. ̔Αρμόζεται. συζεύγνυται, συνάπτεται. ̓Αρνεῖσθαι. ἀπὸ τοῦ αιρειν τὰς χεῖρας. παρὰ τὸ αιρω, ἀρῶ, καὶ πλεονασμῷ τοῦ ˉν ἀρνῶ. ̓Αρνύμεθα. ἀντὶ τοῦ καταλλασσόμεθα, η προδιδόαμεν· ἐπειδὴ διὰ τῶν ἀρνῶν καὶ τῶν αλλων ζώων τὰς ἀμοιβὰς ἐποιοῦντο οἱ ἀρχαῖοι. καὶ οὐ μόνον δι' ἀργυρίου τοῦτο ποιεῖν οιδεν Ομηρος, ἀλλὰ καὶ δι' ἑτέρων, οιον· αλλοι μὲν χαλκῷ, αλλοι δ' ἀνδραπόδεσσιν- ἀπὸ τοῦ μέρους τοῦ τετραπόδου τοῦ ἀρνοῦ τὴν λέξιν ἐπὶ τοῦ ἀμείβεσθαι εταττον. η παρὰ τὸ αιρω ἀρνῶ, ὡς ικω ἰκνῶ, οιχω οἰχνῶ, αρνυμι, αρνυμαι καὶ ἀρνύμενος. ̓Αροῦσιν. ὑψώσουσιν. ̓Αροῦν. ἀροτριᾷν. ἀρόω, ἀρόσω, ὁ παρακείμενος ηροον, ηρουν, ηροες, ηρους, ηροε, ηρου, καὶ τὸ ἀπαρέμφατον ἀρόειν, ἀροῦν. παρὰ τὸν αρεα, τὸν σίδηρον. σιδήρῳ γὰρ τέμνεται ἡ γῆ.