1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

74

ὤφθη οὐδὲ συνανεστράφη θεὸς ἀνθρώποις, ὅτε ταῦτα ἐλέγετο) καὶ τὸ «ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος, ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν» (οὔπω δὲ ταῦτα ἐγεγόνει). 80 Πρὸς τοὺς ἐρωτῶντας, εἰ δύο φύσεις ἐγέννησεν ἡ ἁγία θεοτόκος, εἰ δύο φύσεις ἐπὶ σταυροῦ ἐκρέμαντο Φύσεως μέν ἐστι τὸ ἀγένητον καὶ τὸ γενητὸν δι' ἑνὸς τοῦ ˉν γραφόμενον, ὅπερ δηλοῖ τὸ ἄκτιστον καὶ κτιστόν· τὸ δὲ ἀγέννητον καὶ γεννητὸν οὐ φύσεως, ἀλλ' ὑποστάσεως ἤτοι τὸ γεννηθῆναι καὶ τὸ μὴ γεννηθῆναι, ὅπερ διὰ τῶν δύο ˉνˉν ἐκφέρεται. Ἔστι οὖν ἡ μὲν θεία φύσις ἀγένητος ἤτοι ἄκτιστος, πάντα δὲ τὰ μετὰ τὴν θείαν φύσιν γενητὰ ἤτοι κτιστά. Θεωρεῖται τοίνυν ἐν μὲν τῇ θείᾳ καὶ ἀκτίστῳ φύσει τὸ μὲν ἀγέννητον ἐν τῷ πατρί (οὐ γὰρ ἐγεννήθη), τὸ δὲ γεννητὸν ἐν τῷ υἱῷ (ἐκ πατρὸς γὰρ ἀιδίως γεγέννηται), τὸ δὲ ἐκπορευτὸν ἐν τῷ ἁγίῳ πνεύματι. Ἑκάστου δὲ εἴδους ζῴων τὰ μὲν πρῶτα ἀγέννητα, ἀλλ' οὐκ ἀγένητα· γεγόνασι μὲν γὰρ ὑπὸ τοῦ δημιουργοῦ, οὐκ ἐγεννήθησαν δὲ ἐξ ὁμοίων. Γένεσις μὲν κτιστή ἐστι, γέννησις δὲ ἐπὶ μὲν θεοῦ ἐκ μόνου πατρὸς ὁμοουσίου υἱοῦ πρόοδος, ἐπὶ δὲ τῶν κτισμάτων ἡ ἐκ συναφείας ἄρρενός τε καὶ θηλείας ὁμοουσίου ὑποστάσεως πρόοδος. Ὅθεν γινώσκομεν, ὡς οὐκ ἔστι φύσεως τὸ γεννᾶσθαι, ἀλλ' ὑποστάσεως. Εἰ γὰρ φύσεως ἦν, οὐκ ἂν ἐν τῇ αὐτῇ φύσει τὸ γεννητὸν ἐθεωρεῖτο καὶ τὸ ἀγέννητον. Ὑπόστασιν τοίνυν ἐγέννησεν ἡ ἁγία θεοτόκος ἐν δυσὶ γνωριζομένην ταῖς φύσεσι, θεότητι μὲν ἐκ πατρὸς γεννηθεῖσαν ἀχρόνως, ἐπ' ἐσχάτων δὲ ἐν χρόνῳ ἐξ αὐτῆς σαρκωθεῖσαν καὶ σαρκὶ τικτομένην. Εἰ δὲ οἱ ἐρωτῶντες αἰνίττοιντο, ὅτι ὁ γεννηθεὶς ἐκ τῆς ἁγίας θεοτόκου δύο φύσεις ἐστί, φαμέν· Ναί, δύο φύσεις ἐστί· «θεὸς γάρ ἐστιν ὁ αὐτὸς καὶ ἄνθρωπος». Ὁμοίως καὶ περὶ τῆς σταυρώσεως ἀναστάσεώς τε καὶ ἀναλήψεως· οὐ φύσεως ταῦτά ἐστιν, ἀλλ' ὑποστάσεως. Ἔπαθεν οὖν ὁ Χριστὸς ὁ ἐν δύο φύσεσιν ὢν τῇ παθητῇ φύσει ἐσταυρώθη τε· σαρκὶ γὰρ ἐπὶ σταυροῦ ἐκρέματο καὶ οὐ θεότητι. Ἐπεὶ εἴπωσιν, ἡμῖν ἐρωτῶσιν· ∆ύο φύσεις ἀπέθανον; Οὐχί, ἐροῦσιν. Οὐκοῦν οὐδὲ δύο φύσεις ἐσταυρώθησαν, ἀλλ' ἐγεννήθη ὁ Χριστὸς ἤτοι ὁ θεὸς λόγος ἐνανθρωπήσας, ἐγεννήθη σαρκί, ἐσταυρώθη σαρκί, ἔπαθε σαρκί, ἀπέθανε σαρκί, ἀπαθοῦς μεινάσης αὐτοῦ τῆς θεότητος.

81 Πῶς πρωτότοκος λέγεται ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ Πρωτότοκός ἐστιν ὁ

πρῶτος γεννηθεὶς εἴτε μονογενής, εἴτε καὶ πρὸ ἄλλων ἀδελφῶν. Εἰ μὲν οὖν ἐλέγετο ὁ υἱὸς τοῦ θεοῦ πρωτότοκος, μονογενὴς δὲ οὐκ ἐλέγετο, ὑπενοήσαμεν ἂν κτισμάτων αὐτὸν εἶναι πρωτότοκον ὡς κτίσμα ὑπάρχοντα. Ἐπειδὴ δὲ καὶ πρωτότοκος καὶ μονογενὴς λέγεται, δεῖ δὲ καὶ ἀμφότερα τηρῆσαι ἐπ' αὐτοῦ. «Πρωτότοκον» μὲν αὐτόν φαμεν «πάσης κτίσεως», ἐπειδὴ καὶ αὐτὸς ἐκ τοῦ θεοῦ καὶ ἡ κτίσις ἐκ τοῦ θεοῦ, ἀλλ' αὐτὸς μὲν ἐκ τῆς οὐσίας τοῦ θεοῦ καὶ πατρὸς μόνος ἀχρόνως γεγεννημένος εἰκότως υἱὸς μονογενὴς πρωτότοκος καὶ οὐ πρωτόκτιστος λεχθήσεται· ἡ γὰρ κτίσις οὐκ ἐκ τῆς οὐσίας τοῦ πατρός, ἀλλὰ θελήματι αὐτοῦ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθη. «Πρωτότοκος δὲ ἐν πολλοῖς ἀδελφοῖς»· μονογενὴς γὰρ ὢν καὶ ἐκ μητρὸς ἐπειδήπερ μετέσχηκεν αἵματος καὶ σαρκὸς παραπλησίως ἡμῖν καὶ ἄνθρωπος γέγονε. Γεγόναμεν δὲ καὶ ἡμεῖς δι' αὐτοῦ υἱοὶ θεοῦ υἱοθετηθέντες διὰ τοῦ βαπτίσματος· αὐτὸς ὁ φύσει υἱὸς τοῦ θεοῦ πρωτότοκος ἐν ἡμῖν τοῖς θέσει καὶ χάριτι υἱοῖς θεοῦ γενομένοις καὶ ἀδελφοῖς αὐτοῦ χρηματίσασι γέγονεν. Ὅθεν ἔλεγεν· «Ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν.» Οὐκ εἶπε· πατέρα ἡμῶν, ἀλλὰ «πατέρα μου», φύσει δῆλον, καὶ «πατέρα ὑμῶν» χάριτι, καὶ «θεόν μου καὶ θεὸν ὑμῶν». Καὶ οὐκ εἶπε θεὸν ἡμῶν, ἀλλὰ «θεόν μου», ἂν διέλῃς λεπταῖς ἐπινοίαις τὸ ὁρώμενον ἐκ τοῦ νοουμένου, καὶ «θεὸν ὑμῶν» ὡς δημιουργὸν καὶ κύριον. εχποσιτιο ιν μν, σεδ αδδ. Ἡελιονίκης (Ἡέλιον νίκης ν) ἐτεὸς (ἐτέος ν) νόος (νοὸς ν) ἡδὺ φαεινὸν αἰὲν ἀπαστράπτων βροτοφεγγέα (φ/εγμ; φαγν) πάνσοφον αἴγλην ἡδυφαῆ χαρίεσσαν ἀπαστράπτουσαν ἀδύτως μν; ξοντινυατ Ἀρξάμενος πόθῳ καὶ πίστει