τῶν φαινομένων ἅπτεσθαι συμβολικῶς νουθετοῦν. Τὸ δὲ χῖ καὶ μείζονα τὴν φιλοσοφίαν ὑποβάλλει τοῦ φῖ, ἐπεὶ γὰρ ὃ φαίνεται πολλάκις καὶ παραφαίνεται, ὥσπερ τὰ τῶν εἰκασμάτων εἰκάσματα ἔφη τις σοφός, διὰ τοῦτο τὸ χῖ ὥσπερ ὑπερείδει τὸ φαινόμενον τοῦ φῖ· μὴ γάρ, ὃ σοί, φησί, δοκεῖ φαίνεσθαι, τοῦτο σπεῦδε λαβεῖν, ἵνα μὴ ὑπόκρισις εἴη τὸ φαινόμενον, ἵνα μὴ ὡς σκότει προσέλθῃς τῷ δοκοῦντι φωτὶ καὶ τὸ ἀρχέκακον σκότος ἄγγελον ὑπολήψῃ φωτός, ἀλλ' ἐκεῖνο μόνον ἀρύσῃ καὶ καρδίᾳ καὶ χείλεσιν, ὅσον σοι χεῖται παρὰ θεοῦ. ἐπεὶ γὰρ ὁ τῆς σοφίας κρατὴρ ὑπερπλήρης ἐστί, τοῖς βλύζουσι νάμασι τοῖς χεομένοις ὑπόθες τὸ πρόσωπον, τὸ ἀπορρέον ὑπόδεξαι τῆς πηγῆς. οὐκ ἐνδεής ἐστιν ἡ φιάλη, ἵνα πίῃς ἐγκύψας, οὐδὲ πλήρης μόνον, ἵνα τοῖς ἐκείνης χείλεσι προσθήσῃς τὰ σά, ἀλλὰ καὶ ὑπερπλήρης· τὸ μὲν γὰρ ἐνδείας, τὸ δὲ αὐταρκείας, τὸ δὲ παντελοῦς ἀγαθότητος. διὰ τοῦτο μὴ λίαν πλησιάσειας τῷ κρατῆρι, μή που καὶ πυρὸς ἐν αὐτῷ περιτύχῃς ῥύαξιν, ἀλλὰ πόρρω στῆθι καὶ τοῦτο μετ' εὐλαβείας. οὐ γὰρ δέος μήποτε ἀπέλθῃς διψῶν· κορέσουσί σε οἱ ἐκεῖθεν μεριζόμενοι ποταμοί, οὐ τέσσαρες μόνον ὥσπερ οἱ ἀπὸ τῆς Ἐδὲμ ῥέοντες, ἀλλ' ἀριθμὸν ὑπερβαίνοντες, ἐμπλήσουσί σε τοῦ ποτίμου νάματος, κἂν λίαν διψητικώτατος εἶ κἂν διὰ πολλῆς τῆς ὁδοῦ προσήγγισας τῇ πηγῇ, ἀποκαμὼν τοῖς ἱδρῶσι τῶν ἀρετῶν καὶ τῷ συντόνῳ λειποψυχήσας καὶ κατάξηρος ταῖς ἐργασίαις γενόμενος· οὐ γὰρ ἐκλείψει σοι ὁ τοῦ ἐλαίου καμψάκης ὡς τῇ Σαραφθίᾳ ποτέ, μᾶλλον δὲ ἡ ἀένναος τῶν εὐσπλάγχνων ῥευμάτων πηγή. μὴ τοίνυν ἐπιπηδήσῃς τοῖς ἔνδον τοῦ κρατῆρος νάμασιν· οὔτε γὰρ δυνήσῃ πιεῖν καὶ τῆς αὐθαδείας ἀποκείσεταί σοι κόλασις. τί οὖν; ἀνεξέταστά σοι ἔσονται τὰ χεόμενα καὶ πᾶν ὃ δὴ χεῖταί σοι τοῦτο δὴ καὶ πρὸς πόσιν προκείσεται; ἀλλὰ δέδοικα μὴ οὐ πᾶν ᾖ τὸ χεόμενον διειδὲς ὕδωρ καὶ καθαρόν, δέδοικα δὲ μὴ καὶ ἁλμυρόν ἐστι καὶ θαλάττιον ἐν ᾧ ἡ καταποντίζουσα πέφυκε καταιγίς, φοβοῦμαι μὴ βαθὺ τυγχάνῃ καὶ ὕπουλον οὗ ῥυσθῆναι καὶ ὁ προφήτης αἰτεῖ. ∆ιὰ τοῦτο τὸ ψῖ ἐπανορθοῦται τὸ χῖ ὡς ἐκεῖνο τὸ φῖ, μᾶλλον δέ σοι τὴν τῶν ναμάτων ὑποβάλλει ψηλάφησιν. ὅρα, γάρ φησι, μὴ ἀπατηθῇς μηδ' ὡς γλυκεῖ προσέλθῃς τῷ ἁλμυρῷ μηδ' ὡς ὕδατι τῇ ἀβύσσῳ. ἐκεῖ μὲν γὰρ πνεῦμα θεοῦ ἐπιφέρεται, ἐνταῦθα δὲ σκότος ἐπιχεῖται βαθύτερον τοῦ ψηλαφητοῦ. διὰ τοῦτο ψηλάφησον καὶ αὐτὸς περὶ τοῦ λόγου τῆς ἀληθείας. εἰσί σοι χεῖρες οὐ μαλακοῦ καὶ σκληροῦ διάκρισιν ἔχουσαι, ἀλλ' ἀληθείας καὶ ψεύδους, ἐστί σοι δύναμις ἁπτικὴ τῆς ψυχῆς. δύνῃ διὰ ταύτης ἐφευρεῖν, τίς μὲν ἡ Μερρὰ καὶ ἄποτος τῷ ὄντι πηγή, τίς δὲ ὁ τὴν πόλιν εὐφραίνων τοῦ θεοῦ ποταμός, μᾶλλον δὲ τίνα τὰ τούτου ὁρμήματα. ὅρα γοῦν μὴ τῆς σκοτεινῆς ἀβύσσου ᾖ τὸ χεόμενον ἐν ᾗ ὁ δράκων ἐντέταλται κατοικεῖν, μή πού τις ἰὸς πίνοντί σοι συνολισθήσῃ τῷ στόματι καὶ καταδαπανήσῃ σου τὴν ψυχήν. εἰ γὰρ καὶ κεχείρωται τὸ μέγα κῆτος, ὃ δὴ τὰ ἁλμυρὰ τρέφει τῆς θαλάττης νάματα, καὶ τοῖς σταυρικοῖς ἥλοις δεδέσμευται, ἀλλ' οὐ πάντῃ γε νενέκρωται, εἰς ἡμετέραν καὶ τοῦτο νουθεσίαν καὶ παίδευσιν τηρηθέν. δέος οὖν μὴ προσελθὼν τῇ θαλάττῃ περιτύχῃς τῷ κήτει καὶ προσαφήσῃς τῷ δίψει καὶ τὴν ψυχήν. ψηλάφα τοίνυν τὰ ὕδατα τά τε σταδαῖα καὶ τὰ κινούμενα ὅσα τε ἐν λίμναις καὶ ὅσα ἐν φρέασιν- οἶδα γὰρ καὶ φρέαρ διαφθορᾶς-καὶ ὅσα ἀπ' οὐρανῶν ἔρχεται· οὐδὲ γὰρ ἅπαντα καὶ ταῦτα καθαρά, ἀλλ' ἔστιν ἃ καὶ μετὰ πλείονος τοῦ ὑπεκκαύματος κάτεισιν, ἃ δὴ καὶ ῥαγδαῖά ἐστι καὶ βαρύτατα καὶ πλήρη τοῦ ἐκεῖθεν καπνοῦ. εἰ γοῦν οὕτω πίνεις, ἔσται σοι πάντως πηγὴ ἁλλομένη εἰς ζωὴν αἰώνιον. Τί δ' ἄν τις εἴπῃ καὶ περὶ τοῦ τελευταίου στοιχείου, ὃ δὴ καὶ ˉω μέγα διαφερόντως ὠνόμασται, εἰ καί τινες τὴν προσθήκην τοῦ ποσοῦ ἀθετήσαντες ˉω μόνως κεκλήκασι, τὸ δὲ ἕτερον ˉο; τί οὖν ἐστι τοῦτο καὶ διὰ τί μέγα καὶ διὰ τί ἔσχατον; ἀλλὰ πρὶν εἰπεῖν καὶ περὶ τῆς οὐσίας τούτου καὶ φύσεως, ὥσπερ ἐν καταστάσει βραχύ τι περὶ τῶν προαγόντων διαληψώμεθα, ἵν'