δύνανται. ὅθεν πᾶν ὃ λέγουσι καὶ δεικνύουσι ψευδές ἐστι καὶ ἀνυπόστατον· μορφωτικῶς γὰρ τὰ ὄντα γινώσκουσιν· τὸ δὲ τῶν μελλόντων ἑνιαίως γνωστικὸν ἀμερίστοις χρῆται καὶ ἀμορφώτοις νοήσεσιν. Χαλδαϊκὸν λόγιον. πάντα γὰρ ἐξετέλεσσε πατὴρ καὶ νῷ παρέδωκε δευτέρῳ, ὃν πρῶτον κληΐζετε πᾶν γένος ἀνδρῶν. Ἐξήγησις. τὴν πᾶσαν κτίσιν δημιουργήσας ὁ τῆς τριαδὸς πρῶτος πατὴρ παρέδωκε ταύτην τῷ νῷ· ὅντινα νοῦν τὸ σύμπαν γένος τῶν ἀνδρῶν, ἀγνοοῦντες τὴν πατρικὴν ὑπεροχήν, θεὸν πρῶτον καλοῦσιν. πλὴν τὸ παρ' ἡμῖν δόγμα ἐναντίως ἔχει, ὡς αὐτὸς ὁ πρῶτος νοῦς, ὁ υἱὸς τοῦ μεγάλου πατρός, τὴν κτίσιν πᾶσαν ἐδημιούργησεν. ὁ μὲν γὰρ πατὴρ λέγει παρὰ τῇ Μωσαϊκῇ βίβλῳ πρὸς τὸν υἱὸν τὴν ἰδέαν τῆς παραγωγῆς τῶν κτισμάτων, ὁ δὲ υἱὸς αὐτουργὸς τοῦ ποιήματος γίνεται. Χαλδαϊκὸν λόγιον. ποιναὶ μερόπων ἄγκτειραι. Ἐξήγησις. οἱ μὲν γὰρ ἀναγωγοὶ ἄγγελοι ἀνάγουσι τὰς ψυχὰς ἐφ' ἑαυτοὺς ἐκ τῆς γενέσεως ἐφελκόμενοι, αἱ δὲ ποιναί, ἤτοι αἱ τιμωρητικαὶ τῶν δαιμόνων φύσεις καὶ βάσκανοι τῶν ἀνθρωπίνων ψυχῶν, ἐνδεσμοῦσι ταύτας τοῖς ὑλικοῖς πάθεσι καὶ οἷον ἀπάγχουσι, καὶ οὐ μόνον τοὺς παθῶν πλήρεις αἰκίζονται, ἀλλὰ καὶ τοὺς εἰς τὴν ἄυλον οὐσίαν ἐπεστραμμένους· καὶ γὰρ καὶ οὗτοι εἰς τὴν ὕλην καὶ τὴν γένεσιν ἐλθόντες δέονται τῆς τοιαύτης καθάρσεως. πολλοὺς γὰρ ὁρῶμεν καὶ τῶν ὁσίως καὶ καθαρῶς πολιτευομένων ἀπροσδοκήτοις συμφοραῖς περιπίπτοντας. Χαλδαϊκὸν λόγιον. βίῃ ὅτι σῶμα λιπόντων ἀνθρώπων ψυχαὶ καθαρώταται. 140 Ἐξήγησις. εἴ τις εὐγνωμόνως ἀκούοι τοῦ ῥητοῦ, οὐκ ἐναντιώσεται τοῖς 140 ἡμετέροις δόγμασιν. καὶ γὰρ καὶ οἱ στεφανῖται μάρτυρες, βιαίοις ἀγῶσι τὸ σῶμα καταλιπόντες, καθαρὰς τὰς ἑαυτῶν ψυχὰς τετελέκασιν. ἀλλ' οὐ τοῦτό φησιν ὁ Χαλδαῖος, ἀλλὰ πάντα βίαιον θάνατον ἐπαινεῖ· διότι, φησίν, ἡ ψυχή, ἐπιπόνως τὸ σῶμα λιποῦσα, βδελύττεται τὴν ἐνταῦθα ζωὴν καὶ μισεῖ τὴν πρὸς τοῦτο ἐπιστροφὴν καὶ χαίρουσα πρὸς τὰ ἄνω χωρεῖ. αἱ δὲ ἐν νόσοις κατ' ἔκλυσιν τοῦ ζωτικοῦ πνεύματος ἀπολιποῦσαι τὸν βίον οὐ μάλα τι δυσχεραίνουσι τὴν πρὸς τοῦτο νεῦσίν τε καὶ ῥοπήν. Χαλδαϊκὸν λόγιον. σύμβολα πατρικὸς νόος ἔσπειρε ταῖς ψυχαῖς. Ἐξήγησις. ὥσπερ ἡ Μωσαϊκὴ βίβλος κατ' εἰκόνα θεοῦ πλάττει τὸν ἄνθρωπον, οὕτω δὴ καὶ ὁ Χαλδαῖος τὸν ποιητὴν καὶ πατέρα τοῦ κόσμου φησὶ σύμβολά τινα ἐγκατασπεῖραι ταῖς ψυχαῖς τῆς ἑαυτοῦ ἰδιότητος. καὶ γὰρ ἀπὸ τῶν πατρικῶν σπερμάτων οὐχ αἱ ψυχαὶ μόνον, ἀλλὰ καὶ αἱ ὑπερκείμεναι πᾶσαι τάξεις ἐβλάστησαν. καὶ ἄλλα μὲν τὰ ἐν αὐταῖς ταῖς ἀσωμάτοις ὑπάρξεσι συνθήματα, ἀσωμάτως ὄντα καὶ ἑνοειδῶς, ἄλλα δὲ <τὰ> ἐν τοῖς κόσμοις. συνθήματα δὲ καὶ σύμβολά εἰσιν αἱ ἄρρητοι τοῦ θεοῦ ἰδιότητες αἱ καὶ τῶν ἀρετῶν ὑπερκείμεναι. Χαλδαϊκὸν λόγιον. ὅτι ψυχή, πῦρ οὖσα φαεινὸν δυνάμει πατρός, ἀθάνατός τε μένει καὶ ζωῆς δεσπότις ἐστὶν καὶ ἔχει πολλῶν πληρώματα κόλπων. Ἐξήγησις. ἡ ψυχή, ἄυλον οὖσα καὶ ἀσώματον πῦρ, τῶν συνθέτων ὅλων καὶ τοῦ ὑλικοῦ σκότους ἐξῃρημένον, ἀθάνατός ἐστιν. οὐ γὰρ ἐγκαταμέμικται ἐν αὐτῇ ὕλη σκοτώδης, οὐδὲ σύνθετός ἐστιν, ἵνα διαλυθῇ εἰς τὰ ἐξ ὧν συνετέθη. ἔστι δὲ καὶ «δεσπότις ζωῆς», τοῖς νεκροῖς ζωὴν ἐπιλάμπουσα. ἔχει δὲ καὶ «πολλῶν πληρώματα κόλπων», τοῦτ' ἔστιν, ἔχει δυνάμεις 141 ὑποδεκτικὰς τῆς ὅλης διακοσμήσεως· δύναται γὰρ κατὰ τὰς διαφόρους ἀρετὰς εἰς τὰς διαφόρους ζώνας ἐγκατοικεῖν τοῦ οὐρανοῦ. Χαλδαϊκὸν λόγιον. πατὴρ οὐ φόβον ἐνθρῴσκει, πειθὼ δ' ἐπιχέει. Ἐξήγησις. τοῦτ' ἔστιν· τὸ θεῖον οὐκ ἔστι φριμάσσον καὶ ἀγανακτητικόν, ἀλλὰ γλυκὺ καὶ γαληναῖον· ὅθεν οὐ φόβον ἐμποιεῖ ταῖς ὑποκειμέναις φύσεσιν, ἀλλὰ πειθοῖ καὶ χάριτι πάντα ἐφέλκεται. εἰ γὰρ ἦν φοβερὸν καὶ ἀπειλητικόν, διελύθη ἂν ἡ πᾶσα τάξις τῶν ὄντων, μηδενὸς ὑπομεῖναι δυναμένου τὴν ἐκείνου δύναμιν. τοῦτο δὲ τὸ δόγμα ἐκ μέρους ἀληθεύει παρ' ἡμῖν. ὁ γὰρ θεὸς καὶ φῶς ἐστι καὶ πῦρ καταναλίσκον τοὺς μοχθηρούς, ἀπειλὴ δὲ θεοῦ