Ὀρφέα ἤγοντο συντρέχοντες ἀπλήστῳ πόθῳ, καὶ πᾶς ἰδὼν ἔκπληκτος ἵστατο βλέπων· κἂν μή τις αἰδὼς ἀντέκρυπτε σὴν θέαν, καινός τις ἄλλος ἂν ἐποιήθη λόγος, ὡς ἡ σεβαστὴ τῷ ξένῳ τῆς ἰδέας πήγνυσι τὸν βλέποντα καὶ ποιεῖ λίθον. Ἀλλ' ἦν ἄθελκτος πρὸς τὸ σὸν μέλος Χάρων, ἀλλ' ἦν ἄτεγκτος ἡ τελευτὴ καὶ μόνη. φεῦ, φεῦ, ὁποῖον νῦν παρεισάγω λόγον; πῶς καὶ κινοῦμαι καὶ λαλῶ καὶ συγγράφω; πέτραι, διαρράγητε πενθικῷ κρότῳ· ὄρη, διαθρύβητε θρηνώδει μέλει· στέναξον, ἡ γῆ, καὶ βόησον ἐκ βάθους· κἂν μὴ στενάζειν φυσικῷ λόγῳ δύνῃ, ἦχόν τινα πρόπεμψον ἐκ τῶν πυθμένων· τὰ δένδρα κόψον οἷα λαμπροὺς βοστρύχους, ἄνθην ἅπασαν κεῖρον ὡς πλοκαμίδα. ἡ γὰρ σεβαστὴ καὶ πρὸ τῆς τύχης γένει λεπτῶς, ἀμυδρῶς, ἐσχάτως ἀναπνέει· τὸ μουσικὸν δὲ καὶ θεηγόρον στόμα σιγὴ κατέσχεν ὑστάτης ἀφωνίας· ἅπαν τὸ κάλλος, ἡ μελιχρὰ τερπνότης, ἡ τῶν λόγων ἔμψυχος ἐν γνάθοις χάρις νῦν ὠχρίασις, νῦν ἀφοίνικτος μόνον. ὁ νοῦς ἐκεῖνος ἐφθάρη πρὸ τοῦ τέλους, ἡ συστροφὴ δὲ τῶν φρενῶν ἀπερρύη, τὰ δὲ βλέφαρα τῶν φαεινῶν ὀμμάτων πρὸ τῆς θανῆς μέμυκεν ἠτονημένα. Θρῆνοι δὲ κύκλῳ καὶ στεναγμοὶ καὶ γόοι, θρύψεις παρειῶν καὶ σπαραγμοὶ τῆς κόμης, τῆς μητρὸς αὐτῆς, τοῦ ποθητοῦ συγγόνου, γνωστῶν, συνήθων, συγγενῶν καὶ γνωρίμων· καὶ πάντα κωφὰ ταῦτα τῇ προκειμένῃ. Μήτηρ δὲ καὶ πρὶν τῷ πάθει κρατουμένη καὶ τῇ θυγατρὶ πάντα συννεκρουμένη, ἐπείπερ εἶδε τὴν καλὴν ἀηδόνα τὴν μουσικὴν ἄφωνον ἀψύχῳ μέλει, ψυχορραγοῦσαν καὶ πνέουσαν ἐσχάτως, ὄρνις καθώσπερ τῶν τέκνων τεθυμένων, τρύζουσα καὶ βοῶσα καὶ μυκωμένη καὶ τὴν κόμην πάττουσα πάντοθεν κόνει τοιάσδε φωνὰς σὺν στεναγμοῖς ἠφίει· «Ὦ τέκνον ἡδύ, τέκνον ἡδονῆς γέμον, σπλάγχνων ἐμῶν γέννημα δυστυχεστάτων, τίς ἥρπασέν σε τῆς ἐμῆς νῦν ἀγκάλης; τίς ὡς στάχυν πρόωρον ἐξέκοψέ σε, τίς ὡς βότρυν ἄωρον ἐτρύγησέ σε; τίς ἔσβεσέν μου τὴν νοητὴν λαμπάδα, ἐμῶν δ' ἀπημαύρωσε φῶς, φεῦ, ὀμμάτων; σαρκῶν ἐμῶν στήριγμα γηραιῶν μόνη, χείρ, ὄμμα καὶ ποὺς καὶ καλὴ βακτηρία, ψυχή, πνοὴ ζωή τε, νοῦς καὶ καρδία, ποῦ νῦν ἀπέρχῃ σὴν ἐῶσα μητέρα; ὦ κῦμα διπλοῦν συμφορῶν ἀμηχάνων, ἤνεγκα πρὶν στέρησιν ἀνδρὸς φιλτάτου, τομὴν μέλους, φεῦ, ἡμιθανὴς δ' ἦν βίῳ· ἐν σοὶ δ' ἐπέζων, ἀλλὰ νῦν, ὢ τοῦ πάθους, καὶ σοῦ στεροῦμαι, τῆς πνοῆς καὶ καρδίας. καὶ νῦν ἄπνους, ἄψυχός εἰμι τῷ βίῳ. ἐγὼ μέν, ὦ θύγατερ, εἶχον ἐλπίδας γηρωκομηθῆναί με πρὸς σοῦ, φιλάτη, κόλπῳ τε τῷ σῷ καὶ ποθηταῖς ἀγκάλαις πνοὴν ἀφεῖναι τοῦ βίου τὴν ἐσχάτην. σὺ δ' ἀλλ' ἐμοὶ τέθνηκας ἡ ζῆν ἀξία τῇ καὶ τεθνάναι προσδοκωμένῃ πάλαι. τί καὶ γὰρ οὐ τέθνηκα σοῦ πρῶτον, τέκνον, γηραιά, παντάλαινα, ῥυτίδων ὅλη; ὦ δυστυχὴς δύσμητερ, οἰκτρὰ κοιλία, κἂν εὐθέως ἔδοξας εὐτυχεστάτη περιστερὰν τέξασα κεχρυσωμένην. φεῦ ὠδίνων, φεῦ τοῦ παναθλίου τόκου. ποῖόν τι πρῶτον κλαύσομαι καὶ δακρύσω, ποῖον δ' ἀφήσω, θύγατερ, σῶν χαρίτων ἄκλαυστον, ἀθρήνητον, ἔξω δακρύων; τὴν ἔμφυτόν σου καλλονὴν τῆς καρδίας; τὴν ἐκτὸς εὐπρέπειαν; αὐτὰς τὰς φρένας; τὸ συμπαθές σου, τὸν φιλεύσπλαγχνον τρόπον; τὴν εἰς ἐμὲ πρόνοιαν ἀκριβεστάτην; ἁμαρτίαν ἥμαρτες, ὦ Χάρων, ξένην ἐμοῦ προπέμψας εἰς ᾅδην τὴν φιλτάτην· εἰ γὰρ θερίζειν τοὺς βροτοὺς ἐπετράπης, ἔργον θεριστοῦ πρᾶττε τὰς λευκὰς τρίχας· ὡς λευκὸν ἐκθέριζε τοῦ βίου στάχυν. τί καὶ πρὸ καιροῦ τοὺς ἀώρους ἐκτέμνεις; εἰ δ' ἐκθερίζεις ἀλληνάλλως, ὡς θέλεις, κἂν ἄρτι με πρόρριζον ἐκκόψας λάβε καὶ συγκόμιζε τῇ θυγατρὶ πρὸς τάφον· καὶ σωρὸς ἔστω σοῦ βροτοκτόνου θέρους μήτηρ ὁμοῦ καὶ τέκνον, ἄβρωτος στάχυς.» μήτηρ μὲν οὕτως μητρικῶς κινουμένη ἀνωλόλυζεν, ἐστέναζεν ἐκ βάθους, πέμπουσα κρουνοὺς αἱμοφύρτων δακρύων καὶ τὴν κλίνην βρέχουσα καὶ τὴν φιλτάτην τοῖς φυσικοῖς λούουσα λουτροῖς ἐν τέλει. Ὁ σύγγονος δὲ Ῥωμανὸς τῆς κειμένης, γερουσίας ἡ δόξα, συγκλήτου κλέος, ἀνὴρ τὰ πάντα καὶ φύσει καὶ καρδίᾳ, νέος τὸ σῶμα, τὰς φρένας δὲ