δείπνου ἐγείρεται, καὶ ἐπὶ ποσὸν τοῦ δειπνεῖν παύεται, ἕως τοὺς τῶν μαθητῶν καθαρίσῃ πόδας, οὐ δυνα μένων ἔχειν μέρος μετ' αὐτοῦ, ἐὰν μὴ αὐτὸς αὐτοὺς νίψῃ. 32.4.42 Τί οὖν λέγεται μετὰ τὸ «Ἐγείρεται ἐκ τοῦ δείπνου» κατα νοήσωμεν. «Τίθησιν, φησί, τὰ ἱμάτια, καὶ λαβὼν λέντιον διεζώ 32.4.43 «σατο». καὶ ἐν τούτοις δὲ εἴποιμεν ἂν τοῖς μὴ βουλομένοις ἀπὸ τῶν ῥητῶν ἀναβαίνειν καὶ νοητῶς νοεῖν τὰ παρατιθέμενα ἐν τούτοις τῆς ψυχῆς βρώματα· τί γὰρ ἐλύπει ἐνδεδυμένον αὐτὸν νίψαι τοὺς πόδας 32.4.44 τῶν μαθητῶν; ἀλλὰ μή πως ἐὰν ἴδωμεν ἀξίως τοῦ Ἰησοῦ τὰ ἐνδύ ματα αὐτοῦ, ἃ περιέκειτο δειπνῶν καὶ εὐφραινόμενος μετὰ τῶν μα θητῶν, ἐννοήσωμεν τίνα κόσμον περίκειται ὁ γενόμενος σὰρξ λόγος. 32.4.45 τοῦτον δὲ ἔν τινι ὑφάσματι λέξεων πρὸς λέξεις καὶ φωνῶν πρὸς φωνὰς συνεστηκότα ἀποτίθεται, καὶ γυμνότερος μετὰ δουλικοῦ σχή ματος, ὅπερ δηλοῦται διὰ τοῦ «Λαβὼν λέντιον διεζώσατο», γίνεται, ἵνα καὶ μὴ πάντη γυμνὸς ᾖ καὶ μετὰ τὸ νίψαι οἰκειοτέρῳ ὑφάσματι 32.4.46 ἀπομάξῃ τοὺς τῶν μαθητῶν πόδας. καὶ ὅρα ἐν τούτοις πῶς ἑαυ τὸν σμικρύνει ὁ μέγας καὶ δεδοξασμένος λόγος γενόμενος σάρξ, ἵνα νίψῃ τοὺς πόδας τῶν μαθητῶν· «Βάλλει, γάρ φησιν, ὕδωρ εἰς τὸν 32.4.47 «νιπτῆρα». Ἀβραὰμ μὲν οὖν ἡνίκα «Ἀναβλέψας τοῖς ὀφθαλμοῖς αὐ «τοῦ εἶδεν, καὶ ἰδοὺ ἄνδρες ἱστήκεισαν ἐπάνω αὐτοῦ· καὶ ἰδὼν προσέ «δραμεν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς θύρας τῆς σκηνῆς καὶ προσε «κύνησεν ἐπὶ τὴν γῆν, καὶ εἶπεν· Κύριε, εἰ ἄρα εὗρον χάριν ἐναντίον «σου, μὴ παρέλθῃς τὸν παῖδά σου»· οὐκ αὐτὸς λαμβάνει ὕδωρ οὐδὲ ἐπαγγέλλεται νίπτειν τοὺς πόδας αὐτῶν ὡς ξένων ἐλθόντων πρὸς αὐτόν, ἀλλά φησι· «Ληφθήτω δὴ ὕδωρ, καὶ νιψάτωσαν τοὺς πόδας 32.4.48 «ὑμῶν». ἀλλ' οὐδὲ Ἰωσὴφ ἤνεγκεν ὕδωρ νίψαι τοὺς πόδας τῶν ἕνδεκα ἀδελφῶν, ἀλλ' ὁ ἐπὶ τοῦ οἴκου Ἰωσὴφ ἄνθρωπος «ἐξήγαγεν «πρὸς αὐτοὺς τὸν Συμεών, καὶ ἤνεγκεν ὕδωρ νίψαι τοὺς πόδας 32.4.49 «αὐτῶν». ὁ δὲ εἰπών· «Ἦλθον οὐχ ὡς ὁ ἀνακείμενος ἀλλ' ὡς ὁ «διακονῶν» καὶ δικαίως λέγων τὸ «Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός «εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ», αὐτὸς βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα· ᾔδει γὰρ ὅτι οὐδεὶς οὕτω δύναται νίψαι τοὺς πόδας τῶν μαθητῶν, ὡς διὰ τὸ νίψασθαι ἔχειν αὐτοὺς τὴν μερίδα μετ' αὐτοῦ, ὡς αὐτός· 32.4.50 τὸ δὲ ὕδωρ, κατ' ἐμέ, τοιόσδε λόγος ἦν, νίπτων τοὺς πόδας τῶν μαθητῶν, ἐλθόντας ἐπὶ τὸν ὑπὸ τοῦ Ἰησοῦ παρατιθέμενον αὐτοῖς 32.4.51 νιπτῆρα. εἶτα ζητῶ τί δήποτε οὐ γέγραπται μὲν τὸ "7ἔνιψεν τοὺς πόδας τῶν μαθητῶν"7, λέλεκται δὲ τὸ «Καὶ ἤρξατο νίπτειν τοὺς 32.4.52 «πόδας τῶν μαθητῶν». ἆρα γὰρ συνήθειά ἐστιν τοιαύτη τῶν γρα φῶν, καθ' ἣν δοκεῖ μὴ εὐλόγως, ὡς πρὸς τὴν τῶν πολλῶν συνή θειαν, προτάσσεσθαι τὸ «Ἤρξατο»; ἢ τότε μὲν «Ἤρξατο νίπτειν τοὺς «πόδας τῶν μαθητῶν» ὁ Ἰησοῦς, οὐ μὴν ἐπαύσατο τότε νίψας αὐ 32.4.53 τῶν τοὺς πόδας; ὕστερον γὰρ ἔνιψε καὶ ἐτέλεσε τὸ νίπτειν, ἐπεὶ ἐμολύνθησαν κατὰ τὸ «Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν «τῇ νυκτὶ ταύτῃ», καὶ τὸ πρὸς Πέτρον λεγόμενον τὸ «Οὐ μὴ φω 32.4.54 «νήσει ἀλέκτωρ, ἕως ἂν ἀρνήσῃ με τρίς». τούτων γὰρ γενομένων τῶν ἁμαρτημάτων, νίψεως πάλιν ἐδέοντο οἱ μολυνθέντες τῶν μα θητῶν πόδες, οὓς ἤρξατο νίπτειν ἡνίκα ἐγείρεται ἐκ τοῦ δείπνου, συνετέλεσεν <δὲ> τὸ νίπτειν καθαρίσας αὐτοὺς οὐκέτι μολυνθησομένους. 32.4.55 οὕτω δὲ καὶ τό<τε> μὲν ἤρξατο ἐκμάσσειν τοὺς πόδας τῶν μαθητῶν, συνετέλεσεν δὲ ἐκμάσσων, ὅτε συνετέλεσεν καὶ νίπτων. 32.5.n Ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον· λέγει αὐτῷ· Κύριε, σύ μου νίπτεις τοὺς πόδας; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ὃ ἐγὼ ποιῶ σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα. λέγει αὐτῷ ὁ Πέτρος· Οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς τὸν αἰῶνα. ἀπεκρίθη Ἰησοῦς αὐτῷ· Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ' ἐμοῦ. λέγει αὐτῷ Σίμων Πέτρος· Μὴ τοὺς πόδας μου μόνον, ἀλλὰ καὶ τὰς χεῖρας, καὶ τὴν κεφαλήν. λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὁ λελουμένος οὐκ ἔχει χρείαν εἰ μὴ τοὺς πόδας νίψασθαι, ἀλλ' ἔστι καθαρὸς ὅλος· καὶ ὑμεῖς κα θαροί ἐστε, ἀλλ' οὐχὶ πάντες. ᾔδει γὰρ τὸν παραδιδόντα αὐτόν· διὰ τοῦτο εἶπεν· Οὐχὶ πάντες καθαροί ἐστε. 32.5.56 Τοῖς νῦν ὑπὸ τοῦ Πέτρου