1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

74

διὸ δὴ τὸν τερπικέραυνον χαλε πήναντα πρηστῆρσι βαλεῖν καὶ ἐξαγαγεῖν τῆς ζωῆς. Τοιγαροῦν καὶ ἄνθρωπος ἦν, οὐδὲ τοῖς ἄλλοις ἀνθρώποις παραπλησίως τραφείς, ἀλλὰ καὶ παρὰ κυνὸς τῆς πρώτης ἀπολαύσας τροφῆς καὶ τῷ τῶν θηρευόντων οἴκτῳ διασωθείς, καὶ οὐκ ἐκ θείας σοφίας καὶ ἐπιστήμης τὸ ἰατρεύειν ἔχων, ἀλλὰ παρὰ Χείρωνος τήνδε 8.21 τὴν τέχνην ἐκπαιδευθείς. Οὗτος δὲ ὁ Χείρων καὶ Ἀχιλλέως ἐγένετο παιδευτής. Ὅθεν δῆλον ὅτι κατὰ τὸν χρόνον τὸν αὐτὸν ἐγενέσθην, ἢ μικρῷ τινι οὗτος Ἀχιλλέως πρεσβύτερος, ἐπειδήπερ καὶ τοῖς Ἀργοναύταις ξυνέπλευσε, καὶ ὁ τούτου γε παῖς ὁ Μαχάων ξυνεπολέμησεν Ἀχιλλεῖ. Καὶ ὁ κεραυνὸς δέ γε καὶ ὁ 8.22 γενόμενος ἐμπρησμὸς δηλοῖ τῆς φύσεως τὸ ἐπίκηρον. Ἀλλὰ καὶ οὕτω γε φύντα, ὡς εἴρηται, καὶ σωθέντα γε καὶ τραφέντα καὶ ἐμπρησθέντα, τοῖς ἄλλοις θεοῖς κατέλεξαν καὶ τεμένη γε καθω σίωσαν καὶ καθιέρωσαν βωμούς, καὶ λοιβῇ καὶ κνίσῃ, πάλαι μὲν προφανῶς, νῦν δὲ ἴσως ἐν παραβύστῳ, γεραίρετε καὶ τὰ τούτου ἀγάλματα θείας ἀξιοῦτε τιμῆς καὶ τὸν ἐνειλημένον αὐτῷ θαυμάζετε δράκοντα καὶ ξύμβολον εἶναι τῆς ἰατρικῆς φατε, ὅτι καθάπερ ἐκεῖνος ἀποδύεται τὸ γῆρας, οὕτως ἡ ἰατρικὴ τῶν νόσων ἐλευθε 8.23 ροῖ. Ὅτι δὲ ἐπὶ τῶν Ὁμήρου χρόνων οὐδέπω οὗτος τῆς θεοποιΐας ἐτετυχήκει, μάρτυς ὁ ποιητής, οὐ τὸν Ἀσκληπιόν, ἀλλὰ τὸν Παιήονα δείξας τὰ τοῦ Ἄρεως θεραπεύσαντα τραύματα· δεῖ γὰρ τουτουσὶ τοὺς θεοὺς καὶ τραύματα ἔχειν καὶ ἰατρούς· Καὶ τὸν Μαχάονα δὲ οὐ θεοῦ λέγει υἱὸν οὐδέ γε ἡμιθέου, ἀλλ' ἰατροῦ· ἔφη γάρ· φῶτ' Ἀσκληπιοῦ υἱὸν ἀμύμονος ἰητῆρος. 8.24 Καὶ τὸν ∆ιόνυσον δὲ Σεμέλης υἱὸν γεγενῆσθαι καὶ Ὅμηρος ἔφη καὶ Εὐριπίδης καὶ ἄλλοι γε πλεῖστοι· Σεμέλη δὲ Κάδμου θυγάτηρ. Ἀλλ' ὅμως καὶ οὗτος θείας ἠξιώθη τιμῆς, καὶ ταῦτα γύννις ὢν καὶ θηλυδρίας καὶ ἀνδρόγυνος· καὶ γὰρ τοῖς ἐπικου ροῦσι μισθὸν ὑπέσχετο δώσειν οὐ χρυσὸν ἢ ἄργυρον, ἀλλὰ τὴν ὕβριν τοῦ σώματος· καὶ οὕτως περὶ τὴν βδελυρὰν ἐκείνην ὑπόσ χεσιν ἐγένετο φιλαλήθης, ὡς τῶν βεβοηθηκότων τετελευτηκότων πρὶν ἢ δέξασθαι τὸν πολυάρατον ἐκεῖνον μισθόν, ἑτέρως ἐπι νοῆσαι τὴν τῆς ἐπαγγελίας ἐκπλήρωσιν. Καὶ σιωπῶ τὸ σύκινον πέος καὶ τὰ ἐπὶ τούτῳ τελούμενα· αἰσχύνομαι γὰρ λέγειν, ἐφ' οἷς ἐπανηγύριζον Ἕλληνες. 8.25 Καὶ μέντοι καὶ τοὺς Τυνδαρίδας θεοὺς ἐκάλεσαν Ἕλληνες καὶ ∆ιοσκούρους ὠνόμασαν καὶ Ἐφεστίους καὶ Ἄνακας· καὶ τεμενῶν οὐκ ἐν Σπάρτῃ μόνον, ἀλλὰ καὶ Ἀθήνησι τούτους ἠξίωσαν. Καὶ τούτοιν μέμνηται ∆ημοσθένης ὁ ῥήτωρ, οὑτωσὶ 8.26 λέγων· "Ἐν τῷ πανδοκείῳ τῷ πρὸ τοῦ ∆ιοσκορείου." Καὶ τὸ Λεωκόριον δὲ τῶν Λεὼ θυγατέρων ἐστὶν ἱερόν. Καὶ ἄλλους δέ γε παμπόλλους ἀθλίους καὶ τρισαθλίους ἐθεοποίησαν ἀνθρωπίσ κους καὶ δημοθοινίαις ἐτίμησαν. Καὶ γὰρ ὁ Πύθιος μάντις Κλεομήδη τὸν Ἀστυπαλαιέα τὸν πύκτην θείου γέρως ἀπολαύειν ἐκέλευσε καὶ τόνδε ἀνεῖλε τὸν χρησμὸν ἡ Πυθία· ὕστατος ἡρώων Κλεομήδης Ἀστυπαλαιεύς, ὃν θυσίαις τιμᾶσθ' ὡς οὐκέτι θνητὸν ἐόντα. 8.27 Ἵνα δὲ γνῶτε καὶ ὑμεῖς, ὧν δὴ εἵνεκα τῷ ∆ιῒ καὶ τοῖς ἄλλοις ξυνετάχθη καὶ οὗτος, ἐγὼ τὰ περὶ τοῦδε ἐρῶ διηγήματα. Οὗτος τὸν ἀνταγωνιστὴν μιᾷ πατάξας πληγῇ, ἀνέῳξε μὲν αὐτοῦ τὴν πλευράν, ἐμβαλὼν δὲ εἴσω τὴν χεῖρα τῶν ἐγκάτων ἐλάβετο, εἶτα τῶν ἀθλοθετῶν διὰ τὴν τῆς ὠμότητος χαλεπηνάντων ὑπερβολὴν καὶ τίμημα ἐπιθέντων, ἀνεχώρησε μὲν βαρυθυμῶν, παριὼν δὲ διὰ τῆς ἀγορᾶς, ἕνα τῶν ἐρειδόντων τὸν ὄροφον ἐφελκυσάμενος κίονα, ξυμμορίαν μειρακίων κατέχωσεν, ἣν τῷ διδασκάλῳ προσεδρεύειν 8.28 αὐτόθι ξυνέβαινεν. Τούτων αὐτὸν εἵνεκα τῶν κατορθωμάτων ὁ Πύθιος ξυνέταξε τοῖς θεοῖς. Καὶ Ἀδριανὸν δὲ τὸν Ῥωμαίωνβασιλέα φασὶν Ἀντίνοον, παιδικὰ γενόμενον αὐτοῦ, θεὸν ἀναγο ρεῦσαι καὶ νεὼν οἰκοδομῆσαι καὶ θείας ἀξιοῦσθαι παρὰ τῶν ὑπηκόων προστάξαι τιμῆς. Καὶ τὰ Ὑακίνθια δὲ οἱ Σπαρτιάται ἑορτὴν μεγίστην καὶ δημοθοινίαν ἐνόμιζον. 8.29 Τί δήποτε τοίνυν οἱ τοσούτους νεκροὺς ὠνομακότες θεοὺς νε μεσᾶτε ἡμῖν, οὐ θεοποιοῦσιν, ἀλλὰ τιμῶσι τοὺς μάρτυρας, ὡς Θεοῦ γε μάρτυρας καὶ εὔνους θεράποντας; ἀνθ' ὅτου δὲ μολυσμοῦ τινος μεταλαμβάνειν νομίζετε τὸν ταῖς θήκαις