1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

74

διδάσκων διαφορὰν, τοῦ δευτέρου γάμου τέθεικε τὸ παράδειγμα. "Ἢ ἀγνοεῖτε γὰρ, φησὶν, ἀδελφοί (γινώσκουσι γὰρ νόμον λαλῶ)· ὅτι ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου ἐφ' ὅσον χρόνον ζῇ;" Εἶτα τὸ παράδειγμα· "Ἡ γὰρ ὕπανδρος γυνὴ τῷ ζῶντι ἀνδρὶ δέδεται νόμῳ. Ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ, κατήργηται ἀπὸ τοῦ νόμου τοῦ ἀνδρός. Ἄρα οὖν ζῶντος τοῦ ἀνδρὸς, μοιχαλὶς χρηματίσει ἐὰν γένηται ἀνδρὶ ἑτέρῳ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ, ἐλευθέρα ἐστὶν ἀπὸ τοῦ νόμου, τοῦ μὴ εἶναι αὐτὴν μοιχαλίδα γενομένην ἀνδρὶ ἑτέρῳ." Κἀνταῦθα τοί νυν κατασκευάζων ἕτερον, ἔδειξε τὸν δεύτερον οὐκ ἀπόβλητον γάμον. Καὶ τῷ μακαρίῳ δὲ Τιμοθέῳ γρά φων, καὶ περὶ τῶν ἐκκλησιαστικῶν ταγμάτων νομο 83.544 θετῶν, πολλὰ περὶ τοῦ τῶν χηρῶν καταλόγου διεξελ θὼν, ἐπήγαγε· "Νεωτέρας δὲ χήρας παραιτοῦ." Καὶ τὰς αἰτίας δὲ εἰπὼν, ἐπάγει· "Βούλομαι οὖν νεωτέρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν, μηδεμίαν ἀφορμὴν διδόναι τῷ ἀντικειμένῳ λοιδορίας χάριν." Ἀλλὰ Παύλου λέγοντος, Βούλομαι, Ναύατος τολμᾷ λέγειν, Οὐ βούλομαι. Ἀλλ' ἡμεῖς τοῖς Παύλου νόμοις ἀκολουθῶμεν, Ναυάτου δὲ τὴν ἀλαζο νείαν οἰμώζειν ἐῶμεν. ΚΖʹ. -Περὶ πορνείας. Τὴν δὲ πορνείαν, καὶ πᾶσαν ἀκολασίαν, ὡς παρα νόμους ἀπαγορεύομεν πράξεις. Ἀκούομεν γὰρ τοῦ θειοτάτου Παύλου βοῶντος· "Πορνεία δὲ, καὶ ἀκα θαρσία, μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέ πει ἁγίοις." Καὶ πάλιν· "Μή τις πόρνος, ἢ βέβηλος ὡς Ἡσαῦ." Καί· "Τίμιος ὁ γάμος ἐν πᾶσι, καὶ ἡ κοίτη ἀμίαντος· πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός." Καὶ ἐν τῇ πρὸς Κορινθίους Ἐπιστολῇ· "Ἐάντις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος, ἢ πλεονέκ της, ἢ εἰδωλολάτρης, ἢ λοίδορος, ἢ μέθυσος, ἢ ἅρ παξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν." ∆ιὰ τήνδε τὴν ἀκολασίαν, καὶ τὸν πεπορνευκότα παρέδωκε τῷ Σα τανᾷ, καὶ διαῤῥήδην βοᾷ· "Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός. Ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς." Ταύτῃτοι καὶ προ τροπάδην ἀποδιδράσκειν τὴν ἀκολασίαν κελεύει. "Οὐκ οἴδατε γὰρ, φησὶν, ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; Ἔσονται γὰρ, φησὶν, οἱ δύο εἰς σάρκα μίαν. Ὁ δὲ κολλώμενος τῷ Κυρίῳ, ἓν πνεῦμά ἐστι. Φεύγετε τὴν πορνείαν. Πᾶν ἁμάρτημα, ὃ ἐὰν ποιήσῃ ἄνθρωπος, ἐκτὸς τοῦ σώματός ἐστιν· ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει." Καὶ Γαλάταις δὲ τὴν αὐτὴν διδασκαλίαν προσήνεγκε· "Φανερὰ γάρ ἐστι τὰ ἔργα τῆς σαρκὸς, ἅτινά ἐστι μοιχεία, πορνεία, ἀκα θαρσία, ἀσέλγεια, εἰδωλολατρεία, φαρμακεία, ἔχθραι, ἔρις, ζῆλοι, θυμοὶ, ἐριθεῖαι, διχοστασίαι, αἱρέσεις, φόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις. Ἃ προλέγω ὑμῖν, καθὼς καὶ προεῖπον, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι." Ταῦτα δὲ Βασιλίδης, καὶ Καρποκράτης, καὶ Ἐπιφάνης, καὶ Πρόδικος, καὶ οἱ λοιποὶ τῆς ἀσελγείας καὶ τῆς παρανομίας διδάσκαλοι, ἀνέγνωσαν μὲν, ἐναντίαν δὲ νομοθεσίαν εἰσήνεγκαν, ἀναφανδὸν ἀντι ταξάμενοι τοῖς νόμοις τοῦ Πνεύματος. Συνῳδὰ δὲ καὶ Ἐφεσίοις ἐπέστειλε· "Λέγω γὰρ, ἔφη, καὶ διαμαρτύρομαι ἐν Κυρίῳ, μηκέτι ὑμᾶς περι πατεῖν, καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ ἐν μα ταιότητι τοῦ νοὸς αὑτῶν, ἐσκοτισμένοι τὴν διά νοιαν ὄντες, ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ Θεοῦ, διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς, διὰ τὴν πώρω σιν τῆς καρδίας αὐτῶν· οἵτινες ἀπηλγηκότες, ἑαυ τοὺς παρέδωκαν τῇ ἀσελγείᾳ εἰς ἐργασίαν ἀκαθαρ 83.545 σίας ἐν πλεονεξίᾳ. Ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν Χριστὸν, εἴ γε αὐτὸν ἠκούσατε καὶ ἐν αὐτῷ ἐδι δάχθητε καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ, ἀποθέ σθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν πα λαιὸν ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυ μίας τῆς ἀπάτης·" Καὶ τὰ τούτων ἀκόλουθα. Καὶ μετ' ὀλίγα· "Τοῦτο γάρ ἐστε γιγνώσκοντες, ὅτι πᾶς πόρνος, ἢ ἀκάθαρτος, ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν