74
καὶ ἀνά στηθι εἰς τὴν βοήθειάν μου. Ἔκχεον ῥομφαίαν, καὶ σύγκλεισον ἐξεναντίας τῶν καταδιωκόντων με." Πολέμου μνημονεύσας, ἀναγκαίως καὶ τῶν ὅπλων τὰ εἴδη προστέθεικε, τῷ σχήματι τῆς πανοπλίας ἐκδειματῶν τοὺς πονηρίᾳ συζῶντας. Οὐδὲ γὰρ τοσούτοις ὅπλοις ἐκέχρητο ὁ Θεὸς κολάζων τοὺς ἀδικοῦντας· ἀρκεῖ δὲ αὐτῷ λόγος εἰς τιμωρίαν ἐσχάτην. "Εἶπον τῇ ψυχῇ μου· Σωτηρία σού εἰμι ἐγώ." Ἀρκεῖ μοι ὁ σὸς λόγος εἰς σωτηρίαν. Ἐπειδὴ γὰρ ὅπλων ὁ προφήτης ἐμνημόνευσεν, εἰκότως ἐδίδαξεν, ὡς οὐ χρῄζει τοιούτων ὑπουρ γῶν ὁ Θεὸς, ἀλλὰ λόγῳ μόνῳ κἀκείνους κολά ζει, καὶ τούτους εὐεργετεῖ. δʹ. "Αἰσχυνθήτωσαν, καὶ ἐντραπήτωσαν οἱ ζη τοῦντες τὴν ψυχήν μου, ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω, καὶ καταισχυνθήτωσαν οἱ λογιζόμενοί μοι κακά." ∆ιαμάρτωσι, φησὶν, ὧν τυρεύουσι, καὶ γένηται αὐτοῖς αἰσχύνη τῆς πονηρίας ἐπι καρπία. εʹ. "Γενηθήτωσαν ὡσεὶ χνοῦς κατὰ πρόσωπον ἀνέμου, καὶ ἄγγελος Κυρίου ἐκθλίβων αὐτούς." Τοῦτο καὶ ἐν τῷ πρώτῳ ψαλμῷ τέθεικεν· "Οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως· ἀλλ' ἢ ὡσεὶ χνοῦς, ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς." ʹ. "Γενηθήτω ἡ ὁδὸς αὐτῶν σκότος, καὶ ὀλί σθημα, καὶ ἄγγελος Κυρίου καταδιώκων αὐτούς." Τρέψον αὐτοὺς εἰς φυγὴν, τοῖς ἀοράτοις ἀγγέλοις ἐπιτρέπων τὴν δίωξιν. Οὕτως εὑρίσκομεν καὶ τοὺς Ἀσσυρίους ὑπ' ἀγγέλου ἀναιρεθέντας, καὶ τῶν Αἰγυπτίων τὰ πρωτότοκα ὁ ὀλοθρευτὴς διέφθειρε. Σκότος δὲ καὶ ὀλίσθημα τὴν κατάπτωσιν λέγει. Οἵ τε γὰρ προσπταίοντες, καὶ οἱ τὸν ὄλισθον ὑπο μένοντες, καταπίπτουσιν. Καὶ δεικνὺς τῆς εὐχῆς τὸ δίκαιον, ἐπάγει· 80.1112 ζʹ. "Ὅτι δωρεὰν ἔκρυψάν μοι διαφθορὰν παγί δος αὑτῶν· μάτην ὠνείδισαν τὴν ψυχήν μου." Ἀδίκοις γὰρ, φησὶν, ἐπιβουλαῖς κέχρηνται κατ' ἐμοῦ. Τὸ δὲ ὠνείδισαν, ὑπώρυξαν ὁ Σύμμαχος εἴρηκεν. Αἰνίττεται δὲ τὸν κρύβδην κατασκευαζό μενον ὄλεθρον. ηʹ. Ἐλθέτω αὐτῷ παγὶς ἣν οὐ γινώσκει καὶ ἡ θήρα ἢν ἔκρυψε συλλαβέτω αὐτόν· καὶ ἐν τῇ παγίδι πεσεῖται ἐν αὐτῇ." Οἷς κατασκευάζουσι, φησὶ, περιπέσοιεν, καὶ τοῖς οἰκείοις δικτύοις ἐμ πέσοιεν· ἀπροσδόκητον ὑπομείναιεν θήραν τοῦτο γὰρ εἶπε, "παγὶς ἢν οὐ γινώσκει." θʹ, ιʹ. "Ἡ δὲ ψυχή μου ἀγαλλιάσεται ἐπὶ τῷ Κυ ρίῳ· τερφθήσεται ἐπὶ τῷ σωτηρίῳ αὐτοῦ. Πάντα τὰ ὀστᾶ μου ἐροῦσι· Κύριε, Κύριε, τίς ὅμοιός σοι;" Ἐγὼ δὲ καὶ θυμηδίαν καὶ εὐφροσύνην ἐπὶ τοῖς σοῖς ἀγαθοῖς καρπώσομαι, ∆έσποτα, καὶ διὰ πάντων μου τῶν μορίων μόνον σε εἶναι βοήσω Θεόν. Τὸ γὰρ, "Τίς ὅμοιός σοι;" τοῦτο δηλοῖ, ὅτι Μόνος ὑπάρ χεις Θεὸς, κατὰ πάντων ἔχων τὸ κράτος. "Ῥυό μενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ, καὶ πτωχὸν καὶ πένητα ἀπὸ τῶν διαρπαζόντων αὐτόν." Οὐκ ἐᾷς γὰρ ὑπὸ τῶν δυνατωτέρων πολιορκεῖσθαι τοὺς πενεστέρους· ἀλλὰ κἀκείνους ἄγχεις, καὶ τού τοις ἐπαμύνεις. ιαʹ. "Ἀναστάντες μοι μάρτυρες ἄδικοι, ἃ οὐκ ἐγίνωσκον, ἠρώτων με." Συκοφαντίαν, φησὶν, ὑπ έμεινα, ἃ μηδὲ ἐλογισάμην, κατηγορούμενος. Ἐπειδὴ γὰρ ὑπὸ τοῦ φθόνου βαλλόμενος ὁ Σαοὺλ, τυραννή σειν αὐτὸν ὑπώπτευε, καὶ τούτου χάριν πολεμῶν διετέλει· χώραν λαβόντες οἱ βασκαίνοντες, τὰς κατ' αὐτοῦ συκοφαντίας οὐκ ἔληγον ῥάπτοντες. Τούτους μάρτυρας ὀνομάζει ψευδεῖς. Ἐκ τούτων ἦν ὁ ∆ωὴκ, ἐκ τούτων οἱ Ζιφαῖοι, καὶ ἕτεροι πρὸς τούτοις πολλοί. ιβʹ. "Ἀνταπεδίδουν μοι πονηρὰ ἀντὶ τῶν ἀγα θῶν, καὶ ἀτεκνίαν τῇ ψυχῇ μου." Ἐγὼ μὲν γὰρ τὸν Γολιὰθ ἀνεῖλον θρασυνόμενον, καὶ κατὰ παντὸς νεανιευόμενον τοῦ λαοῦ, καὶ ἀλλοφύλους κατηγωνισάμην πολλάκις, καὶ τοῖς πνευματικοῖς κρούμασι τῆς δαιμονικῆς αὐτὸν ἠλευθέρουν μα νίας· αὐτὸς δέ μοι πολεμῶν οὐ παύεται, θανάτῳ παραδοῦναι καὶ λήθῃ βουλόμενος. Ἀτεκνίαν γὰρ τὴν λήθην ὠνόμασεν, ὡς διὰ τῶν παίδων φυλατ τομένης τῆς μνήμης. ∆ιὸ δὲ καὶ ὁ τῶν ὅλων Θεὸς 80.1113 διὰ Ἡσαΐου τοῦ προφήτου φησί· "Μὴ λεγέτω ὁ εὐνοῦχος, ὅτι Ἐγώ εἰμι ξύλον ξηρόν· ὅτι τάδε λέγει Κύριος τοῖς εὐνούχοις τοῖς ἐκλεγομένοις· Ἃ ἐγὼ θέλω, δώσω αὐτοῖς ἐν τῷ οἴκῳ μου, ἐν τῷ τείχει μου τόπον θαυμαστὸν, καὶ ὄνομα ἀγαθὸν, κρεῖττον υἱῶν καὶ θυγατέρων." ιγʹ. "Ἐγὼ δὲ ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι ἐνεδυόμην σάκκον, καὶ ἐταπείνουν ἐν