74
εἰ δὲ ὅτι τὴν χειροτονίαν καταγομένην ἔχει ἀπὸ τοῦ δεῖνος, εἴτε ἐξ αἱρετικοῦ εἴτε ἐκ χρηματοχειροτονήτου, αὐτὸς δὲ οὔτε αἱρετικὸς οὔτε ἐν γνώσει ἐκ χρηματολήπτου εἴτουν Σιμωνιανοῦ κεχειροτονημένος, ὁμολογοίη δὲ ὅμως τὴν πᾶσαν ἀλήθειαν, τήν τε πίστιν φυλάττειν καὶ τοὺς κανόνας ἀπαρατρώτους, τούς τε κατ' ἀμφότερα παρατετραμμένους ἀποβαλλόμενος, οὐδεὶς ἡμῖν λόγος ἀποχῆς πρὸς αὐτόν· ἀκατάγνωστος γὰρ ὁ τοιοῦτος κατὰ τοὺς προδεδηλωμένους ἁγίους, καὶ δι' αὐτῶν κατὰ πάντας. Οὕτω τοίνυν καὶ κοινωνοῦμεν, καὶ ὑμῖν ταὐτὸ ποιεῖν συμβεβουλεύμεθα, εἴπερ ἀκουοίμεθα. ἐπεί, εἰ περισσότερον διηρεύνηται, ἀποκρούεται μέν, ὡς δέδεικται, τὰ τῶν πατέρων παραγγέλματα, ἐκλιμπάνει δὲ τοσοῦτον τὸ τῆς ἱερωσύνης δῶρον, ἐφ' ᾧ τὸ χριστιανοὶ καλεῖσθαι ἔχομεν, ὡς εἰς ἐθνικὴν ἡμᾶς μεταπεσεῖν λατρείαν (ὅπερ ἄτοπον), πρὸς τό γε καὶ ἀκριβευομένους οὕτω μηδὲ ἐν δύσει καὶ ἀνατολῇ ἀφικομένους εὑρίσκειν τὸ ζητούμενον, ἀναδρομάδην καθαιρομένων πάντων διὰ τῆς ἀλληλούχου συλλειτουργήσεως· ἐπειδὴ προφανῶς τῷ Ῥωμαίων προέδρῳ ἐπὶ Ταρασίου συνιεράτευσαν οἱ ἐκ τῶνδε ἀποκρισιάριοι ἀποσταλέντες, κἀκεῖνοι τάχα τοῖς τῆς ἑῴας, καὶ φροῦδα ἐντεῦθεν τὰ τῆς ἱερωσύνης· ὃ ἀπαγορεύσαντες πάντως καταδεξόμεθα ἐν τῷ προειρημένῳ κατὰ τοὺς ἁγίους μέτρῳ στῆναι. διότι πολλὰ συνέβη καὶ συμβαίνει τοιαῦτα παραπτώματα ἐν τῇ ἐκκλησίᾳ, ἃ οὐδεὶς τῶν ἁγίων ηὕρηται οὕτω διερευνήσας (ὅτι μηδὲ οἷόν τε) οὔτε μὴν ἐκδέδωκεν φυλάττειν ἡμᾶς. Ἔχει μὲν ταῦθ' οὕτως. περὶ δὲ τοῦ προὐργιαίτερον ἡμῖν εἶναι τῆς μοιχοκυρώτου συνόδου τὴν καθ' ὑμᾶς ἔνστασιν, τεθαύμακα ἀκούσας· τοσοῦτον γὰρ προτιμοτέρα, ὅσον ἀποστολικῆς φωνῆς ἡ κυριακή. καὶ οὔπω λέγω ὅτι Ταράσιος οὐκ ἐκήρυξεν ἐν χρήμασι χειροτονεῖσθαι, ἀλλὰ καὶ τοὺς τοιούτους ὁμολογῶν μὴ δέχεσθαι κατὰ τὸ προφανές. ὧδε δὲ δόγμα κατά τε τοῦ εὐαγγελίου τοῦ τε Προδρόμου τῶν τε κανόνων συνοδικῶς διὰ τῆς τοῦ μοιχοζεύκτου παραδοχῆς ἐκπεφώνηται, βεβαιοῦν τὴν παρανομίαν οἰκονομίαν, τούς τε ἱεράρχας καὶ ἱερεῖς ὁπόταν βούλωνται ἐξουσιάζειν τῶν κανόνων καὶ τοὺς μὴ ταὐτὸ φρονοῦντας ἀναθεματίζον τε καὶ ἐκσκορακίζον, καθάπερ ἴστε. τοῦτο τῆς εἰκονομάχου αἱρέσεως εἰ καὶ δεύτερον, ἀλλ' οὐκ ἔλαττον τοῖς εὐσεβῶς ἀναθεωροῦσιν. ὧν ὁ Κύριος ταῖς εὐχαῖς ἐκποδὼν τὸ κακὸν ἄρας πρυτανεύσοι εἰρήνην ὡς τὸ ἀπ' ἀρχῆς τῇ αὐτοῦ ἐκκλησία. πλὴν ὅτι, καθὰ γέγραφας, θάτερον ὑπὸ θατέρου βάλλεται, καὶ διάλληλος ἡ ἐπίγνωσις καὶ λύσις τῆς ἀνομοδέσμου πράξεως. Ἐρρωμένον καὶ εὐχόμενον ὑπὲρ τῆς ταπεινώσεως ἡμῶν πανέστιον ὁ Κύριός σε διαφυλάξειεν, φίλων πρώτιστε καὶ ζηλωτῶν κράτιστε. 54 {1Ἄννῃ ἡγουμένῃ}1 Τί ὑπεστείλω τοῦ γράφειν καὶ γνωρίζειν ἡμῖν τὰ τῆς ὁσιότητός σου; ἡμεῖς δὲ διὰ τοῦτο μᾶλλον οὐ διαλείψομεν, τὸ μὲν διὰ τὸ ἅπαξ ἡμᾶς ἀνοῖξαι τὸ ταπεινὸν στόμα, τὸ δὲ διὰ τὸν κατὰ θεόν σου ζῆλον καὶ πυρίπνουν εὐσέβειαν· πυνθάνομαι γάρ σε ἄληκτον ἔχειν τὸ περὶ τοὺς ἀδελφοὺς ἡμῶν εὐποιές, ἔνθεν κἀκεῖθεν περιθέουσαν καὶ ἕκαστον τὸν παρατυγχάνοντα δεξιουμένην φιλανθρώπως καὶ τοῖς εὐκταίοις ῥήμασι παραπέμπουσαν ὡς Χριστοῦ διάκονον. Ὢ τῆς καλλίστης σου ταύτης πραγματείας· ὢ τῆς γρηγορούσης σου περὶ τὰ θεῖα ἱερᾶς ψυχῆς· οὐ γὰρ ὀρφανικὰ ταῦτα, ἀποκυήματα δὲ ἑτέρων ἀρετῶν, ἤγουν προβλήματα τῆς πνευματικῆς σου πολυκαρπίας. ἐπεὶ οὐδὲ οἷόν τε μὴ εὐωδεῖν τὸν ἐπιφερόμενον ἀρώματα μηδὲ λαμπαδουχεῖν τὸν φωτοφόρον. διαδείκνυνται τοίνυν ἐντεῦθεν πάντοτε καὶ πάντως, καὶ μάλιστα ἐν τοῖς ὑπὲρ Χριστοῦ διωγμοῖς, τίνες οἱ τῆς ὁσιότητος ἐρασταὶ καὶ θεόλβιοι καὶ τίνες οἱ φαυλότητος καὶ ἀμοιράγαθοι, κἂν τῷ ἔξω σχήματι τὰ ἔνδον καλῶς ἔχειν ὑποπλαττόμενοι. 55 {1Εἰρήνῃ πατρικίᾳ}1 Φιλτροποιόν τι πρᾶγμα ἡ γραμματικὴ προσφώνησις, σχέσιν ἐμποιοῦσα ταῖς ψυχαῖς τῶν ἐρώντων, καὶ τοσαύτην, ὅσῳπερ ἂν καὶ πυκνάζῃ ἡ ὁμιλία, οἱονεὶ ἀνασκαλεύουσα τοὺς ἐναποκειμένους ἐρωτικοὺς