1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

74

ἐξορίζει καὶ τὴν βίβλον ἐξουθενεῖ διὰ τὸ ἐπιγράφειν, "Τραγῳδία, ἤγουν προφητεία τῆς νῦν καταστάσεως." ὥσπερ τῷ μεγάλῳ Βασιλείῳ φασὶν εἰρῆσθαι κατὰ Ἰουλιανοῦ. ὁ δὲ Μακεδόνιος Φλαβιανὸν τὸν Ἀντιοχείας καὶ πάντας τοὺς τολμῶντας λέγειν τι κατὰ τῆς συνόδου ἀνεθεμάτιζεν, καὶ τοὺς ἀποκρισιαρίους Φλαβιανοῦ ἐλθόντας πρὸς αὐτὸν διά τινας χρείας ἀνεθεμάτισε καὶ ἐδίωξεν. κʹ. ιϛʹ. ιʹ. ιεʹ. ηʹ. εʹ. ιβʹ. Τούτῳ τῷ ἔτει σύνοδον κροτηθῆναι ἐν Σιδῶνι Ἀναστάσιος ἐθέσπισεν. Σωτήριχος γάρ, ὁ ἐπίσκοπος Καισαρείας Καππαδοκίας, ὑπὸ Μακεδονίου χειροτονούμενος ἐγγράφως ὡμολόγησε δέχεσθαι τὰ δόγματα τῆς ἐν Χαλκηδόνι συνόδου ὡς ὅρον πίστεως. μετὰ δὲ ταῦτα πολεμιώτατος γέγονεν οὕτως, ὡς ἀπελθεῖν εἰς ἀνατολὴν καὶ τῷ δυσσεβεῖ Ξεναΐᾳ κοινολογήσασθαι, καὶ ἄμφω σύνοδον γενέσθαι εἰς Σιδῶνα τὸν βασιλέα αἰτήσασθαι ἐπὶ τελείᾳ ἐκβολῇ τῆς ἁγίας ἐν Χαλκηδόνι συνόδου· ἥτις καὶ συνέστη καὶ θᾶττον διελύθη, τοῦ βασιλέως πέμψαντος εἰς τοῦτο Εὐτρόπιον τριβοῦνον, ὃς καὶ διαλύσας αὐτὴν Φλαβιανὸν τὸν Ἀντιοχείας καὶ Ἡλίαν τὸν Ἱεροσολύμων σὺντοῖς ἐπισκόποις αὐτῶν τὰ πρὸς ἡδονὴν γράψαι τῷ βασιλεῖ παρεσκεύασεν. Φλαβιανὸς δὲ τὰς τρεῖς μόνας συνόδους καὶ τὸ Ζήνωνος ἑνωτικὸν δέχεσθαι ἔγραψεν, τῆς ἐν Χαλκηδόνι μνήμην μὴ ποιησάμενος. Ἡλίας δὲ ὁ Ἱεροσολύμων καὶ τὴν ἐν Χαλκηδόνι ἔγραψεν ἀποβάλλεσθαι. Σωτήριχος δὲ ὁ Καισαρείας καὶ Ξεναΐας κατὰ Φλαβιανοῦ καὶ Ἡλία ἀνήγαγον τῷ βασιλεῖ, ὅτι διὰ τὸ μὴ θέλειν αὐτοὺς τρανῶς κατὰ τῆς συνόδου τῆς ἐν Χαλκηδόνι ἀποφήνασθαι οὐ συνῆλθον ἀλλήλοις. Ἀναστάσιος δὲ ὀργισθεὶς ὑπέθετο μοναχοῖς τισι ψευδωνύμοις συνελθεῖν ἐν Ἀντιοχείᾳ καὶ κατὰ Φλαβιανοῦ στασιάσαι, αἰτοῦντας αὐτὸν ἀναθεματίσαι τὴν ἐν Χαλκηδόνι σύνοδον καὶ ∆ιόδωρον καὶ Θεόδω154 ρον καὶ Ἰβᾶν καὶ Θεοδώρητον· ὃ καὶ ἐποίησε μικροψυχήσας Φλαβιανὸς καὶ ἐπ' ἐκκλησίας αὐτοὺς ἀνεθεμάτισε σὺν τῇ συνόδῳ. Τῷ δ' αὐτῷ ἔτει καὶ κατὰ Μακεδονίου ὁ βασιλεὺς συνεσκεύαζεν· καὶ οἱ ἀποσχισταὶ μετὰ μισθωτῶν ὄχλων ἐν τῷ Ἀρχαγγέλῳ τοῦ παλατίου καὶ ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ ψάλλοντες ἐν κυριακῇ τὸ τρισάγιον προσετίθουν τό, "ὁ σταυρωθεὶς δι' ἡμᾶς," ὥστε τοὺς ὀρθοδόξους ἐξ ἀνάγκης μετὰ πληγῶν αὐτοὺς ἐλάσαι. ὁ δὲ βασιλεὺς προφανῶς διὰ τῶν ἀποσχιστῶν μοναχῶν καὶ κληρικῶν καὶ Ἰουλιανοῦ τοῦ Καρίας ποτὲ ἐπισκόπου, ἔπειτα δὲ Ἁλικαρνασοῦ καὶ Σευήρου τοῦ δυσσεβοῦς ἔτι μοναχοῦ ὄντος ἐπολέμει τὸν Μακεδόνιον ὕβρεσιν αὐτὸν δημοσίαις αἰσχραῖς συμβάλλων. τὰ δὲ πλήθη σὺν γυναιξὶ καὶ τέκνοις ἡγουμένοις τε τῶν ὀρθοδόξων μοναχῶν ἔκραζον ἀθροισθέντα· "καιρὸς μαρτυρίου, Χριστιανοί, μὴ καταλείψωμεν τὸν πατέρα ἡμῶν·" ὑβρίζοντες τὸν βασιλέα Μανιχαῖον καὶ τοῦ κράτους ἀνάξιον. ὁ δὲ φοβηθεὶς ἀπέκλεισε τὰς θύρας τοῦ παλατίου, καὶ πλοῖα πρὸς τὸ φυγεῖν εὐτρέπισεν. τὸν δὲ Μακεδόνιον ὀμόσας μηκέτι θεάσασθαι τότε παρεκάλει ἰδεῖν, φοβηθεὶς τὰ πλήθη. τούτου δὲ ἐρχομένου πρὸς αὐτόν, ὁ λαὸς τοῖς ἡγουμένοις καὶ μοναχοῖς διεμαρτύρατο λέγων· "τὸν πατέρα παρ' ὑμῶν ἔχομεν." καὶ οἱ τῶν σχολῶν εὐφήμουν αὐτὸν διερχόμενον. εἰσελθὼν δὲ πρὸς Ἀναστάσιον ἤλεγξεν αὐτὸν ὡς πολέμιον τῆς ἐκκλησίας. ὁ δὲ ὑπεκρίθη πρὸς τὴν ὥραν ἑνοῦσθαι αὐτῷ. Ἱεροσολύμων ἐπίσκοπος νβʹ Ἡλίας ἔτη κγʹ. ϛδʹ. φδʹ. καʹ. ιζʹ. ιαʹ. ιϛʹ. αʹ. ϛʹ. ιγʹ. Τούτῳ τῷ ἔτει Μακεδόνιον ἠπάτησεν ὁ βασιλεὺς διὰ Κέλαρος μαγίστρου ὑπομνηστικὸν ποιήσας πρὸς αὐτόν, ἐν ᾧ τὴν πρώτην καὶ δευτέραν σύνοδον ὁμολογεῖ δέχεσθαι, τὴν δὲ ἐν Ἐφέσῳ καὶ Χαλκηδόνι εἴασεν· ὅπερ μέμψιν μεγάλην τῷ Μακεδονίῳ προσήγαγεν. διὰ γὰρ τούτου καὶ τὸ ἑνωτικὸν Ζήνωνος ἐδέξατο, ᾧ τινι καὶ χειρο155 τονούμενος ὑπέγραψεν. ὁ δὲ Μακεδόνιος ἀπελθὼν εἰς τὴν ∆αλμάτου μονὴν τοῖς μοναχοῖς καὶ κληρικοῖς ζηλωταῖς σκανδαλισθεῖσιν εἰς αὐτὸν ἀπελογήσατο διὰ προσφωνητικοῦ, ὅτι δέχεται τὴν ἁγίαν ἐν Χαλκηδόνι σύνοδον καὶ τοὺς μὴ δεχομένους αὐτὴν αἱρετικοὺς ἔχει· καὶ συνελειτούργησαν αὐτῷ. ὁ δὲ βασιλεὺς δώροις ἔπεισε τοὺς ὁμόφρονας αὐτοῦ μοναχοὺς καὶ κληρικοὺς