1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

75

ἀπελήλεγκται καὶ νῦν ὁ Γουβάζης, ὡς ἠνιᾶτο μὲν οἷς ἐκρατοῦμεν, ἥδετο δὲ οἷς ἡμαρτάνομεν, τί δήποτε καταβοῶσι τῶν παρὰ Ῥωμαίοις νόμων οἱ βάρβαροι, καθ' οὓς κολάζειν εἰώθαμεν ἢ καὶ ἀναιρεῖν, οὕτω παρασχόν, τοὺς τὸ καθεστὸς τῆς πολιτείας κινοῦντας τὸ μέρος καὶ λυμαινομένους; 6 ἀλλ' εἰ δοκεῖ, τεκμήρια μὲν καὶ γνωρίσματα καὶ τοὺς ἐκ τῶν εἰκότων ἐλέγχους παρῶμεν, μόνην δὲ τὴν ἐκ τῶν πραγμάτων ἐπισκεψώμεθα πεῖραν, οὗπερ ἡμᾶς ἄγουσα φέρει. κατείχετο γὰρ ὑπὸ Περσῶν τὸ φρούριον ἡ Ὀνόγουρις, ἐκ τῆς κατὰ τὴν Ἀρχαιόπολινπεριοικίδος παρῃρημένη· καὶ ἦν αἶσχος οὐ φορητὸν στράτευμα δυσμενὲς εἴσω περιβόλων ἐν τοῖς ἡμετέροις χωρίοις βεβαίως ἱδρῦσθαι. ἐνίκα βουλὴ παρὰ τοῖς στρατηγοῖς φοιτᾶν ἐπ' αὐτοὺς ἅπαντι τῷ στρατῷ καὶ καθε λεῖν ἢ καὶ ἀπώσασθαι τὸ λυποῦν ἐκ πλείστου καὶ ἐφεδρεῦον. 7 ἔδει πάντως ἡμῖν καὶ στρατιᾶς Κολχικῆς, ὡς ἂν μὴ μόνον τῇ τῶν τόπων ἐμπειρίᾳ πλέον τι τῶν οὐκ ἐπισταμένων πρὸς τὸ συνοῖσον διανοηθεῖεν, ἀλλὰ καὶ μαχομένοις ἡμῖν πρὸς ἄνδρας ὁπλίτας ἐξ ἐρυμάτων παρατατ τομένους καὶ πρός γε τοὺς ἐκ Μουχειρίσιδος κατὰ τὸ εἰκὸς ἥξοντας ξυνεπιλάβοιντο καὶ συμπαρασταῖεν. 8 τί οὖν ἐπὶ τούτοις ἔδει πράττειν 135 τοὺς στρατηγούς; ἀντιβολεῖν, ὡς ἔοικε, τὸν ἡγεμόνα τοῦ γένους καὶ πρὸς ξυμμαχίαν αἰτεῖν, ἀποδεικνύντας καὶ τὸ εὔλογον τῆς αἰτήσεως. καὶ τοίνυν ἀντεβόλουν καὶ ἀπεδείκνυον· 9 ὁ δὲ καθάπερ ὡς ἀληθῶς βασιλεύς τις εἶναι πεπιστευκὼς καὶ ὡς ἐξὸν αὐτῷ κατ' ἐξουσίαν βιοῦν συστρατεύεσθαι μὲν ἡμῖν ἐπὶ τὸ φρούριον οὐδὲ μέχρι τοῦ παρεῖναι γοῦν μόνον ἠνείχετο. οὐ μὴν οὐδὲ σκήψεις τινάς, εἰ καὶ ἀπρεπεῖς, ἀλλ' εἰς προκάλυμμά γε ὅμως τῆς ἀπορρήσεως εὐπρόσωπον ἐμηχανᾶτο· ἀπεπέμ πετο δὲ μάλα σεμνῶς καὶ σοβαρώτερον ἢ κατὰ μισθωτὸν ὑπήκοον τὴν ἀξίωσιν. καὶ πρός γε νεμεσῶν διετέλει τοῖς στρατηγοῖς καὶ δυσμενῶς εἰς αὐτοὺς ἀφυβρίζων, ὥσπερ ἀνδρείαν τοῦτο ἡγούμενος καὶ βασιλεῦσι πρέπον· ἦ γὰρ οὐκέτι ἀνεβάλλετο τὸ διαρρήδην ὑπὲρ τῶν ἤδη μεμελετημένων ἀναισχυντῆσαι. 10 εἶτα διαμέλλειν ἐχρῆν καὶ μείζονας ἀναμένειν ἐλέγχους καὶ τὸ βασίλειον γράμμα δεικνύειν, ἐφ' ᾧ κατὰ τὸ Βυζάντιον ἀφικέσθαι τὸν μηδὲ τῆς οἰκείας χώρας ἐντὸς βραχεῖάν τινα διανύσαι πορείαν ἑλόμενον; καὶ πῶς οἷόν τε ἦν, εἴ γε στέλλειν αὐτὸν οὕτω χαλεπαίνειν καθ' ἡμῶν προηγμένον ἐπετηδεύσαμεν, μὴ οὐχὶ ταραχάς τε μυρίας καὶ φόνους πολλοὺς ἐμφυλίους καὶ μεταχώρησιν ἐμφανῆ καὶ τῶν Περσῶν εἰσφοιτήσεις ἀθρόους γενέσθαι, ἀπειθοῦντος μὲν ἀνέδην τοῦ δυσμενοῦς καὶ διαμαχομένου, τοῦ δὲ παντὸς ἔθνους καὶ μάλα τὴν στάσιν προσιεμένου τῷ πρὸς τὴν κίνησιν τῶν καθεστώτων βαρ βαρικώτερον ὁρμῆς πεφυκέναι καὶ πρός γε πλησίον ἔχειν τοὺς ἀνθεξο μένους; 11 τοιγάρτοι τὸν ἀρχηγὸν ἡμεῖς τῆς ἐπιβουλῆς ἀνελόντες τοσούτων συμφορῶν ἑσμὸν παρόντα ἤδη καὶ ὠδινόμενον οὕτω πως εὐκολώτατα κατεπαύσαμεν, ὡς νῦν ἀπιστεῖσθαι περιφανῶς, εἴπερ ὅλως τι καὶ ἤμελλεν ἔσεσθαι.

10. «Μὴ τοίνυν, ὦ δικαστά, τὴν ἐπιστολὴν προφερόντων μηδὲ κακιζόντων ἡμᾶς ὡς δὴ τοῖς ἐν αὐτῇ γεγραμμένοις οὐδαμῶς ἠκολουθη κότας. τῷ γὰρ οὐ λίαν ἔνδηλον, ὡς τὸ γεγράφθαι, χρῆναι πρὸς τὴν βασιλέως αὐτὸν πόλιν ἰέναι, ἀπόπειρα μόνον ὑπῆρχε καὶ βάσανος, εἴπερ αὐθαιρέτως εἴκοι τοῖς προσταττομένοις, ὥστε δικαίως ἁρμόσασθαι; 2 γνωσθὲν τοίνυν ῥᾳδίως ἡμῖν τὸ ἀνήκουστον τῆς γνώμης καὶ ἁμιλ λώμενον, δι' ὃ τὸ ἔλαττον ἀπεσείσατο, πῶς ἐπὶ τὸ μεῖζον ἔδει προτρέ πειν καὶ μὴ θᾶττον εἰς ἐκεῖνο τὸ πέρας ἐλθεῖν, εἰς ὅπερ πολλῶν ἐν μέσῳ 136 ξυμβεβηκότων δεινῶν πρὸς ἀνάγκης καὶ ὣς περιήχθημεν ἄν; οὐ γὰρ ἔνεστι τοὺς τὴν ἀκμὴν τοῦ καθήκοντος καιροῦ περιορῶντας καὶ μὴ τοῖς πρακτέοις ἁρμοζομένους ἐν ὑστέρῳ τὸ παρειμένον ἀνακαλεῖσθαι. 3 ἐλείπετο δὴ οὖν, ὡς ἔοικε, καθά φασιν οἱ κατήγοροι, δίκην τινὰ κινεῖν πρὸς Γουβάζην καὶ ληρώδεις ἀγῶνας ἐγείρειν καὶ τῆς τῶν