γυναικεῖον καταλεγόμενος κόσμον Ἀριστοφάνης ἐν Θεσμοφοριαζούσαις ὑποδείκνυσιν. Παραθήσομαι δὲ αὐτὰς τοῦ κωμικοῦ τὰς λέξεις διελεγχούσας ἀκριβῶς τὸ φορτικὸν ὑμῶν τῆς ἀπειραγαθίας· 2.12.124.2 {Α. -} Μίτρας, ἀναδήματα, νίτρον, κίσηριν, στρόφιον, ὀπισθοσφενδόνην, κάλυμμα, φῦκος, περιδέραια, ὑπογράμματα, τρυφοκαλάσιριν, ἐλλέβορον, κεκρύφαλον, ζῶμα, ἀμπέχονον, τρύφημα, παρυφές, ξυστίδα, κιθῶνα, βάραθρον, ἔγκυκλον, χιτώνιον. Τὰ μέγιστα δ' οὐκ εἴρηκα τούτων. {Β. -} Εἶτα τί; {Α. -} ∆ιόπας, διάλιθον, πλάστρα, μολόχιον, βότρυς, χλίδωνα, περόνας, ἀμφιδέας, ὅρμους, πέδας, σφραγῖδας, ἁλύσεις, δακτυλίους, καταπλάσματα, πομφόλυγας, ἀποδέσμους, ὀλίσβους, σάρδια, ὑποδερίδας, ἑλικτῆρας. 2.12.124.3 Ἐγὼ μὲν ἔκαμον καὶ ἄχθομαι λέγων τὸ πλῆθος τῶν κοσμίων, τὰς δὲ καὶ θαυμάζειν ἔπεισί μοι, ὡς ἄρα οὐκ ἀποκναίονται τοσοῦτον ἄχθος βαστάζουσαι. 2.12.125.1 Ὢ τῆς κενῆς πολυπραγμοσύνης, ὢ τῆς ματαίας δοξομανίας· ἐκχέουσιν ἑταιρικῶς τὸν πλοῦτον εἰς ὄνειδος, καὶ τοῦ θεοῦ τὰ δωρήματα ἀπειροκαλίᾳ παραχαράττουσι ζηλοῦσαι τοῦ πονηροῦ τὴν τέχνην. 2.12.125.2 Σαφῶς δὲ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ τὸν πλούσιον τὸν θησαυρίζοντα εἰς τὰς ἀποθήκας καὶ πρὸς ἑαυτὸν λέγοντα· Ἔχεις ἀγαθὰ πολλὰ ἀποκείμενα εἰς ἔτη πολλά· φάγε, πίε, εὐφραίνου, ἄφρονα κέκληκεν, ταύτῃ γὰρ τῇ νυκτὶ τὴν ψυχήν σου παραλαμ2.12.125.3 βάνουσιν· ἃ οὖν ἡτοίμασας, τίνος γένηται; Ἀπελλῆς ὁ ζωγράφος θεασάμενός τινα τῶν μαθητῶν Ἑλένην ὀνόματι πολύχρυσον γράψαντα· ὦ μειράκιον, εἶπεν, μὴ δυνάμενος γράψαι καλὴν πλουσίαν πεποίηκας. Τοιαῦται τοίνυν Ἑλέναι αἱ νῦν εἰσι γυναῖκες, οὐ καλαὶ γνησίως, πεπλασμέναι δὲ πλουσίως. 2.12.126.1 Ταύταις προφητεύει διὰ τοῦ Σοφονίου τὸ πνεῦμα· Καὶ τὸ ἀργύριον αὐτῶν καὶ τὸ χρυσίον αὐτῶν οὐ μὴ δύνηται ἐξελέσθαι αὐτοὺς ἐν ἡμέρᾳ ὀργῆς κυρίου. Ταῖς δὲ ὑπὸ Χριστοῦ παιδαγωγουμέναις οὐ χρυσίῳ κοσμεῖσθαι προσήκει, ἀλλὰ τῷ λόγῳ, δι' οὗ μόνου κατα 2.12.126.2 φαίνεται τὸ χρυσίον. Μακάριοι μεντἂν ἦσαν οἱ παλαιοὶ τῶν Ἑβραίων, εἰ περιελόμενοι τὸν κόσμον τῶν γυναικῶν ἔρριψαν ἢ ἐχώνευσαν μόνον, νυνὶ δὲ εἰς βοῦν χρυσοχοήσαντες καὶ τούτῳ εἰδωλολατρήσαντες αὐτοὶ μὲν οὐκ ὤναντο οὔτε τῆς τέχνης οὔτε τῆς ἐπιβολῆς, ἐδίδαξαν δὲ ἡμῶν τὰς γυναῖκας τυπικώτατα κοσμίων ἀποσχέσθαι. 2.12.126.3 Τὸ γοῦν ἐκπορνεῦσαν τῆς ἐπιθυμίας εἰς χρυσίον εἴδωλον γίνεται βασανιζόμενον πυρί, ᾧ μόνῳ τηρεῖται τρυφὴ καθάπερ εἴδωλον, οὐκ ἀλήθεια. Ἐντεῦθεν ὀνειδίζων ὁ λόγος διὰ τοῦ προφήτου τοὺς Ἑβραίους· Ἀργυρᾶ καὶ χρυσᾶ, φησίν, ἐποίησαν τῇ Βάαλ, 2.12.126.4 κόσμια δηλονότι· καὶ ἐναργέστατα ἐπαπειλῶν καὶ ἐκδικήσω λέγει ἐπ' αὐτὴν τὰς ἡμέρας τῶν Βααλείμ, ἐν αἷς ἐπέθυσεν αὐτῇ, καὶ περιετίθετο τὰ ἐνώτια ἑαυτῆς καὶ τὰ καθόρμια αὐτῆς, καὶ τὴν αἰτίαν τοῦ κοσμήματος ἐπήγαγεν εἰπών· Καὶ ἐπορεύετο ὀπίσω τῶν ἐραστῶν αὐτῆς, ἐμοῦ δὲ ἐπελάθετο, λέγει κύριος. 2.12.127.1 Ἀποθέμεναι τοίνυν τοὺς λήρους αὐτῷ πονηρῷ σοφιστῇ τοῦ ἑταιρικοῦ τούτου μὴ μετεχόντων καλλωπισμοῦ μηδὲ εἰδωλολα2.12.127.2 τρούντων διὰ παραπετάσματος εὐπρεποῦς. Πάνυ γοῦν θαυμασίως ὁ Πέτρος ὁ μακάριος Γυναῖκας, φησίν, ὡσαύτως μὴ ἐν πλέγμασιν ἢ χρυσῷ ἢ μαργαρίταις ἢ ἱματισμῷ πολυτελεῖ, ἀλλ' ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν, δι' ἔργων ἀγαθῶν σφᾶς αὐτὰς κοσμου2.12.127.3 σῶν. Καὶ γὰρ εἰκότως ἀπεῖναι αὐτῶν τὸν καλλωπισμὸν κελεύει· εἰ μὲν γὰρ καλαὶ εἶεν, ἀπόχρη ἡ φύσις· μὴ φιλονικείτω ἡ τέχνη πρὸς τὴν φύσιν, τουτέστιν ἀπάτη ἀληθείᾳ μὴ ἐριζέτω· εἰ δὲ αἰσχραὶ φύσει, ἐλέγχουσιν ἐξ ὧν προσάπτουσιν ὃ μὴ ἔχουσιν. 2.12.128.1 Προσήκει τοίνυν λιτότητα ἀσπάζεσθαι τὰς Χριστῷ λατρευούσας. Τῷ ὄντι γὰρ ἡ λιτότης ἁγιωσύνης προμηθεῖται ἐξισοῦσα τὰς πλεονεξίας καὶ διὰ τῶν τυχόντων τὴν ἀπὸ τῶν περιττῶν κομιζομένη χρείαν. Τὸ γὰρ λιτόν, ᾗ καὶ τοὔνομα ἐμφαίνει, οὐκ ἐξέχει οὐδὲ κατά τι ὀγκοῦται ἢ τυφοῦται, ὁμαλὸν δὲ