75
δ. Περὶ φιλαργυρίας. ε. Μετὰ ποίου φόβου χρὴ τῶν κυριακῶν μετέχειν συνεισφορῶν τὰς χήρας καὶ τοὺς ὀρφανούς. ς. Τίνων αἱ καρποφορίαι δεκταὶ καὶ τίνων ἄδεκτοι. ζ. Ὅτι αἱ τῶν ἀναξίων καρποφορίαι, ἕως ἂν ὦσι τοιοῦτοι, οὐ μόνον οὐκ ἐξιλεοῦνται Θεόν, ἀλλ' ἐκ τῶν ἐναντίων κινοῦσιν αὐτὸν πρὸς ἀγανάκτησιν. η. Ὅτι βέλτιον ἐκ κόπου ἰδίου παρέχειν χήραις, κἂν ᾖ τὰ διδόμενα εὐτελῆ καὶ ὀλίγα, ἢ τὰ πολλὰ τῶν ἀσεβῶν, κἂν πολλὰ καὶ μεγάλα τυγχάνῃ· βέλτιον γὰρ λιμῷ διαφθαρῆναι ἢ παρὰ ἀσεβῶν συνεισφο ρὰν δέξασθαι. θ. Ὅτι χρὴ προτρέπεσθαι τὸν λαὸν ὑπὸ τοῦ ἱερέως εὐποιεῖν τοὺς πένητας, ὡς καὶ Σολομὼν ὁ σοφός. ι. ∆ιάταξις, ἵν' ἐάν τις τῶν ἀσεβῶν βίᾳ προσρίψῃ χρήματα τοῖς ἱερεῦσιν, εἰς ξύλα καὶ ἀνθρακιὰν ἀναλώσωσι ταῦτα, ἀλλὰ μὴ εἰς διατροφάς. ια. Περὶ γονέων καὶ τέκνων. ιβ. Περὶ οἰκετῶν καὶ δεσποτῶν. ιγ. Ἐν τίσιν ὑποτάσσεσθαι χρὴ τοῖς κοσμικοῖς ἄρχουσιν. ιδ. Περὶ παρθένων. Ὀρφανοῦ δέ τινος γενομένου χριστιανοῦ ἤτοι παιδὸς ἢ παρθένου, καλὸν μέν, ἵνα τις τῶν ἀδελφῶν οὐκ ἔχων τέκνον προσλαβόμενος τοῦτο ἔχῃ εἰς παιδὸς τόπον, τὴν δὲ παρθένον ὁ ἔχων υἱὸν δυνάμενον αὐτῇ ταῖς τοῦ γάμου ὥραις συγχρονίσαι συζεύξῃ· τοῦτο γὰρ οἱ ποιοῦντες ἔργον μέγα ἐπιτελοῦσιν, ὀρφανῶν πατέρες ὑπάρξαντες, καὶ παρὰ Κυρίου τοῦ Θεοῦ λήψονται τὸν μισθὸν τῆς διακονίας ταύτης. Eἰ δέ τινες οὐκ εἰσὶ τοιοῦτοι ἀλλὰ κατὰ ἀνθρωπαρέσκειαν περι πατῶν ἐπαισχύνοιτο πλούσιος ὢν τὰ τῆς ὀρφανίας μέλη, τοῦ μὲν ὀρφανοῦ πρόνοιαν ποιήσεται ὁ πατὴρ τῶν ὀρφανῶν καὶ κριτὴς τῶν χηρῶν, αὐτῷ δὲ ἐμπεσεῖται τοιοῦτος, ὅστις αὐτοῦ δαπανήσει τὴν φειδώ, καὶ γενήσεται ἐπ' αὐτῷ τὸ εἰρημένον· «Ἃ οὐκ ἔφαγον ἅγιοι, ταῦτα φάγονται Ἀσσύ ριοι.» Καθὼς καὶ Ἡσαΐας λέγει· «Τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτὴν καὶ ἠρήμωται κατεστραμμένη.» Ὑμεῖς οὖν, ὦ ἐπίσκοποι, μεριμνήσατε περὶ τῆς ἀνατροφῆς αὐτῶν, μηδὲν ἐλλείποντες αὐτοῖς, τοῖς μὲν ὀρφα νοῖς παρέχοντες τὰ γονέων, ταῖς δὲ χήραις τὰ ἀνδρῶν, τοῖς ἀκμαίοις τοὺς γάμους, τεχνίτῃ ἔργον, ἀδρανεῖ ἔλεος, ξένοις στέγος, πεινῶσι ψωμόν, διψῶσι πῶμα, γυμνοῖς ἔνδυμα, νοσοῦσι θεράπειαν, φυλακίταις βοήθειαν. Πρὸς τούτοις