Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
Θεὸς, ὧν ἴσαι οὔπω γεγόνασιν, ἤτοι ἀφίκοντο καθ' ὑμῶν ἐξ ἐκείνου τοῦ καιροῦ, ἀφ' οὗ ἀφεῖλεν, ἤτοι ἀπέσπασεν ἑαυτὸν ὁ Ἐφραῒμ ἀπὸ τοῦ Ἰούδα. Ποῖος δὲ ἡμῖν οὗτος ὁ καιρὸς, ἢ τίνες αἱ ἡμέραι; Ὁ βασι- λεὺς, φησὶν, Ἀσσυρίων, τοῦτ' ἔστιν, ὁ Ναβουχοδονόσορ, ὃς πεπόρθηκε τὰ Ἱεροσόλυμα, καὶ κατὰ κράτος εἷλε πᾶσαν τὴν Ἰουδαίαν, ἐνέπρησε δὲ καὶ τὸν θεῖον ναὸν, καὶ οὐδὲν τὸ παράπαν τῶν εἰς ὠμό- τητα θηριοπρεπῆ παραλέλοιπεν, ὃ μὴ κατὰ παντὸς δεδρακὼς εὑρίσκηται τοῦ ἔθνους. 9Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συριεῖ Κύριος μυίαις, ὃ κυριεύει μέρους ποταμοῦ Αἰγύπτου, καὶ τῇ μελίσσῃ, ἥ ἐστιν ἐν χώρᾳ τῶν Ἀσσυρίων· καὶ ἐλεύσονται πάντες, καὶ ἀναπαύσονται ἐν ταῖς φάραγξι τῆς χώρας, καὶ ἐν τρώγλαις τῶν πετρῶν, καὶ εἰς τὰ σπήλαια, καὶ εἰς πᾶσαν ῥα- γάδα, καὶ ἐν παντὶ ξύλῳ.9 70.209 Κατευρύνει τὸ διήγημα, καὶ δίεισι λεπτῶς τοῦ πολέμου τὴν ἔφοδον, καὶ ὅτι πᾶσαν αὐτῶν κατανεμη- θήσονται γῆν, κώμας τε καὶ πόλεις, οἱ κατ' αὐτῶν ἥξοντες κατὰ καιρούς. Χρῆναι δὲ οἶμαι τὰ ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν γεγραμμένα πάλιν εἰπεῖν, πρὸς τὴν τῶν ἐσομένων ἀκριβῆ διασάφησιν. Γέγονε τοίνυν υἱὸς μὲν τοῦ Ἄχας, πρὸς ὃν νῦν ὁ λόγος, Ἐζεχίας, Ἐζεχίου δὲ Μανασῆς· Μανασῆ δὲ Ἀμώς. Τούτου δὲ παῖς Ἰωσίας ἀνὴρ εὐσεβὴς, πλὴν ἀπεβίω τοιῷδέ τινι τρόπῳ. Φαραὼ Νεχαὼ βασιλεὺς Αἰγύπτου τὴν ἐνεγκοῦσαν ἀφεὶς ἐξέθει πανστρατιᾷ καὶ κατὰ τῆς Ἀσσυρίων ἠπείγετο γῆς. ∆εδιώς τε τοίνυν ὁ Ἰωσίας, μὴ ἄρα πως καὶ κατὰ τῆς Ἰουδαίας ἐλθὼν, ὑπὸ χεῖρά τε τὴν ἑαυτοῦ λάβοι, καὶ κατάρξειεν αὐτῆς, ἀντεξάγειν ἤθελε, καίτοι τοῦ Φαραὼ τὴν πρὸς αὐτὸν παραιτουμένου μάχην· ἐνιστάμενος δὲ τετελεύτηκεν ἐν τῷ πολέμῳ, καὶ κατεκράτησε τῆς Ἰουδαίων γῆς ὁ Αἰγύπτιος, εἰς τοῦτο δὲ διήλασεν ἰσχύος, ὥστε καὶ βασιλεύσαντα τὸν Ἰωαχὰς τὸν Ἰωσίου παῖδα μετα-στῆσαι τῆς βασιλείας, καὶ δεδεμένον εἰσενεγκεῖν εἰς τὴν ἑαυτοῦ χώραν, καὶ χειροτονῆσαι βασιλέα τὸν Ἐλιακεὶμ, καὶ δασμοὺς ἐπιθεῖναι τῷ ἔθνει, καὶ χρημάτων ἄθροισιν αἰτῆσαι πολλήν. Εἶτα βασιλεύ- σαντος τῆς Ἰουδαίας Ἐλιακεὶμ ἐπ' ἔτεσιν ὅλοις ἕν- δεκα τὸν ἀριθμὸν, διαδέχεται τοὺς θάκους Ἰεχονίας υἱὸς αὐτοῦ· εἶτα μετὰ τοῦτον Σεδεκίας, οὗ τὴν βα- σιλείαν διέποντος, κατεστράτευσε τῆς Ἰουδαίας ὁ Ναβουχοδονόσορ, ὃς καὶ πάσας κατεμπρήσας, καὶ προσθεὶς ταῖς ἄλλαις πόλεσιν καὶ αὐτὴν τὴν Ἱερου- σαλὴμ, εἷλεν αἰχμάλωτον τὸν Ἰσραὴλ, ὁμοῦ τοῖς σκεύεσι τοῖς ἱεροῖς, κἀκεῖνα πέπραχεν, ὅσα καὶ ἐν τοῖς ἱεροῖς κεῖται Γράμμασι. Τούτων ἡμῖν τῶν ἱστο- ριῶν ποιεῖται τὴν ἀφήγησιν τῶν προκειμένων ἡ δύ- ναμις. "6Ἔσται τοίνυν, φησὶν, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ (τοῦτ' ἔστι, κατ' ἐκεῖνο τοῦ καιροῦ), συριεῖ Κύριος μυίαις, ὃ κυριεύει μέρους ποταμῶν Αἰγύπτου, καὶ τῇ μελίσσῃ, ἥ ἐστιν ἐν χώρᾳ τῶν Ἀσσυρίων."6 Πεποίηται τοίνυν ὁ λόγος ὡς ἐκ μεταφορᾶς τῆς τῶν μελισσοκό- μων ἐμπειρίας, οἳ συρίσμασι τὰς μυίας ἀποφέρουσί τε τῶν σίμβλων εἰς ἀγροὺς καὶ πάλιν ἀνακομίζουσι, καθάπερ τισὶ σηκοῖς ἐγκαθειργνύντες θρέμματα. Μυίαις δὲ παρεικάζει τοὺς Αἰγυπτίους, καθάπερ ἐγᾦμαι, διάτοι τὸ πλῆθος καὶ τὸ μὴ λίαν εὔηχες τῆς φωνῆς. Μελίσση δὲ, τὸ τῶν Ἀσσυρίων ἔθνος· ποικίλη γὰρ, εὔχρως τε καὶ κατεστιγμένη πολυτρόπως ἡ μέλιττα. Τοιοῦτοι δέ πως, ὅσον ἧκεν εἰς ἄμφιά τε καὶ στολὴν, Ἀσσύριοί τε καὶ Πέρσαι· φιλόκοσμοι γὰρ, καὶ τὸ ποικίλως ἐστάλθαι τιμῶντες ἀεὶ, καὶ πρός γε τοῦτο κεκεντρωμένοι. Οὗτοι, φησὶν, ἥξουσι πάντες, καὶ ἀναπαύσονται ἐν ταῖς φάραγξι τῆς χώρας, καὶ ἐν ταῖς τρώγλαις τῶν πετρῶν, καὶ εἰς τὰ σπήλαια, καὶ ἐπὶ πᾶσαν ῥαγάδα, καὶ ἐν παντὶ ξύλῳ. Ἐπειδὴ γὰρ ὡς περὶ μυιῶν πεποίηται τοὺς λόγους, ἐπιμένει τῇ τροπῇ. ∆ηλοῖ γεμὴν ὅτι πᾶσαν αὐτῶν ἐρευνήσουσι τὴν χώραν, ὡς μηδένα δύνασθαι τῶν κεκρυμμένων λαθεῖν· κἂν εἴτε τυχὸν ἐν πέτραις. ἤτουν ἐν φάραγξι, ἢ καὶ ἐν δρυμοῖς καὶ νάπαις ἑαυτοὺς κατακρύψειαν. Καὶ καθ' ἕτερον δὲ τρόπον ἐν τοῖς παροτρύνουσι τὸν τῶν ὅλων Θεὸν, καὶ προσκρούειν αὐτῷ μὴ παραιτου- 70.212 μένοις, σφηκῶν δίκην ἐναυλίζονται, καὶ καταλύουσιν αἱ πονηραί τε καὶ ἀντικείμεναι δυνάμεις, καὶ τὰ