Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
αὐτοῦ θελήσει. (A f. 198 b, B f. 130) Ἄμεινον δὲ ἴσως νοεῖν ὅτι ὁ Κύριος θελήσει τὴν ὁδὸν τοῦ ἀνθρώπου, τουτέστι, ποιήσει θελητὴν καὶ ἀποδέξεται. Ὥσπερ γὰρ ἀνεθε λήτους ἔχει τὰς τῶν παρανόμων ὁδοὺς, οὕτω ποιεῖται θελητὰς τὰς τῶν ἀγαθουργεῖν ᾑρημένων. Ὃ δὲ ἀρέ σκει Θεῷ, τοῦτό που πάντως ἐστὶ καὶ ἐξαίρετον καὶ παντὸς ἐπαίνου μεστόν· οὐ γὰρ ἂν ἠθέλησε Θεὸς τὸ μὴ οὕτως ἔχον. Ὅταν πέσῃ οὐ καταῤῥαχθήσεται, ὅτι Κύριος ἀν τιστηρίζει χεῖρα αὐτοῦ. (A f. 198 b, B f. 130) Εἰ καὶ συμβῇ, φησὶν, ὀλίγον τι παρασφαλῆναι τὸν δίκαιον, οὐκ ἀδικηθήσεται· ἀλλ' οἷα γενναιότατος ἀθλητὴς ἐκβιασθεὶς, καὶ πρὸς ὀλίγον ἐνδοὺς, παραχρῆμα ἑαυτὸν ἀναλήψεται. ∆ιὰ τί; Ὅτι ἔχει τὸν Θεὸν ἀντιστηρίζοντα· τοῦτο γὰρ τοῖς δικαίοις ἀεὶ ὁ Θεὸς κατανεύει, ταῖς ἀνθρωπίναις μικροψυχίαις ἀπονέμων τὸν ἔλεον. "Ἑπτάκις γὰρ, φησὶ, πεσεῖται ὁ δίκαιος καὶ ἀναστήσεται·" δεῖ γὰρ ὥσπερ ἐκ κυ μάτων ἀνανήχεσθαι φιλεῖν τοὺς πλεονεξίαν ἔσθ' ὅτε διαβολικὴν ὑπομείναντας, καί τι βραχὺ παραπταί 69.941 σαντας. Οὐ γὰρ πᾶσα ἁμαρτία πρὸς θάνατον, καθ' ἂ γέγραπται. Οὐκοῦν εἴ τι πάθοι τοιοῦτον ὁ δίκαιος, ἀντιστηρίζει Θεὸς, τὴν αὐτοῦ χεῖρα προτείνων τὴν ἀνέχουσαν πρὸς τὸ εὖ εἶναι· ἧς οὐκ ἐπαμυνούσης, ἀτονήσει πᾶς νοῦς· ἀντιστηριζούσης δὲ καὶ διακρα τούσης φιλαγάθως, εὐτονήσει πάντως τὸ ἀσθενὲς καὶ ἀνανήξεται τὸ βεβαπτισμένον. Νεώτερος ἐγενόμην, καὶ γὰρ ἐγήρασα, καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον. (A f. 199, B f. 130) Ἀξιόχρεως τῶν λεγομένων ὁ μάρτυς, ἄτε δὴ καὶ ὑπάρχων πνευματοφόρος, καὶ τῇ τῆς προφητείας χάριτι στεφανούμενος, καὶ ὡς ἐν μήκει χρόνου διὰ πολλῆς ἐλάσας πραγμάτων πείρας, ὃ μεμάθηκεν ἀκριβῶς, ταῖς παρ' αὐτοῦ ψήφοις δια κυροῦν εὖ μάλα βεβουλημένος· Ἐκ νεότητος, φησὶν, εἰς δεῦρο, γεγήρακα γὰρ, οὐκ εἶδον δίκαιον ἐγκατα λελειμμένον. Ὅλην τὴν ἡμέραν ἐλεεῖ καὶ δανείζει ὁ δίκαιος. (A f. 200) Καὶ ἑτέρως δὲ δανείζει ὁ δίκαιος τὰ ἐν ἠθικαῖς ἐντολαῖς, ἐπὶ τῷ τοὺς εἰληφότας δι' ἔργων τὸν καρπὸν ἀποδοῦναι τοῦ δάνους. Καρποί γε μὴν τῶν ἀγαθῶν δανεισμάτων ἕψονται παρὰ Θεοῦ τοῖς δεδανεικόσιν αὐτῷ, τὸ μήτε αὐτοὺς ἐγκαταλειφθῆναι πώποτε διὰ τὸ εἶναι κοινωνικοὺς καὶ εὐμεταδότους, μήτε τὸ σπέρμα αὐτῶν, ἤτοι τοὺς ἐξ αὐτῶν υἱοὺς ἢ κατὰ σάρκα νοουμένους, ἢ κατὰ μαθητείαν καὶ ταυ τοεργίας, δεδεῆσθαι τῶν ἀναγκαίων εἰς ζωὴν, ἀλλὰ τῆς θείας αὐτοὺς εὐλογίας μετεσχηκέναι. Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθὸν, καὶ κατασκήνου εἰς αἰῶνα αἰῶνος. (A f. 200, B f. 130 b) Πολιτείας ἡμῖν ἀκραιφνοῦς ἐξηγεῖται τρόπον, καὶ τοῖς εὐαγγελικοῖς οὐκ ἀπᾴδοντα νόμοις. Ὁ μὲν γὰρ παλαιὸς νόμος ἀπεσόδει μὲν τοῦ κακοῦ, οὐ μὴν εἰσεκόμιζε τοῖς παιδευομένοις τὸ τε λέως ἀγαθὸν, ἤγουν τῆς ἀμωμήτου ζωῆς τὴν εἴδησιν. Ἔσται δὲ τοῦτο ἡμῖν ἐναργὲς, εἰ τοῖς τοῦ Σωτῆρος λόγοις ἀκριβῶς τὴν διάνοιαν ἐπιστήσαιμεν. Ἔφη γὰρ ὡδὶ, τῆς νομικῆς πολιτείας ἐπέκεινα τιθεὶς τοὺς εἰς αὐτὸν πιστεύοντας· "Ἐῤῥέθη τοῖς ἀρχαίοις· Οὐ φονεύσεις." Τοῦτό ἐστι τὸ Ἐκκλίνειν ἀπὸ κακοῦ· τὸ γὰρ μὴ φονᾷν, οὐκ ἐργάσασθαί τι τῶν ἀγαθῶν ἐστιν, ἀπέχεσθαι δὲ μᾶλλον ἁμαρτίας. Ὁμοίως καὶ τὸ "Οὐ μοιχεύσεις, οὐκ ἐπιορκήσεις, οὐ ψευδομαρτυ ρήσεις." Ποῦ δὲ τὸ Ποίησον ἀγαθόν; ἐν τῷ λέγειν, ὅτι "Πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔνοχος ἔσται τῇ κρίσει·" καὶ ἐν τῷ, "Πᾶς ὁ βλέπων γυναῖκα," καὶ τὰ ἑξῆς. Ὅταν οὖν, φησὶν, ἐκκλίνῃς ἀπὸ κακοῦ, ποιήσῃς δὲ τὸ ἀγαθὸν, τότε κατασκηνώ σεις εἰς αἰῶνα αἰῶνος, καὶ εἰς ἑδραίαν καὶ ἀκράδαν τον εἰσελάσεις ἐλπίδα, καθ' ἅ φησιν ὁ προφήτης Ἡσαΐας· "Οἱ ὀφθαλμοί σου ὄψονται Ἱερουσαλὴμ, ἥτις ἐστὶν πόλις πλουσία, σκηναὶ αἳ οὐ μὴ σεισθῶ σιν." 69.944 Ὅτι Κύριος ἀγαπᾷ κρίσιν, καὶ οὐκ ἐγκαταλείψει τοὺς ὁσίους αὐτοῦ. (A f. 200 b, B f. 130 b) Κρίσιν ἐνταῦθα τὴν ∆ι καιοκρισίαν φησὶ, κατὰ τὸ ἑτέρωθι ἐκ παραλλήλου ὑμνούμενον περὶ τοῦ τὰ δίκαια βραβεύοντος νόμον· "Κρίσιν καὶ δικαιοσύνην ἐν Ἰακὼβ σὺ ἐποίησας." Ἀγαπᾷ τοίνυν τὴν δικαιοσύνην ὁ Θεὸς, καὶ τοὺς ταύ της ἐργάτας ἀτελευτήτῳ χάριτι στεφανοῖ· καὶ οὐκ ἂν περιΐδοι ποτὲ τοὺς ὁσίους αὐτοῦ (Ι), ἤγουν τοὺς τὴν πρὸς αὐτὸν