Glaphyra in Pentateuchum ARGUMENTAGLAPHYRORUM S. CYRILLIALEXANDRINI
ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ.
οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἀγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ὑποδραμεῖσθαι ζυγὸν, παραδείξειεν ἂν ἡμῖν αἰνιγματωδῶς ἡ γειτονεύουσα καὶ παρεζευγμένη γένεσις τῶν τεσσάρων, οἳ καὶ γεγόνασιν ἐκ θεραπαινῶν. Ἀλλ' ἔστι τι καὶ ἐν αὐτοῖς μυστήριον. Οἱ μὲν γὰρ ἐκ Βάλλας, ∆άν τε καὶ Νεφθαλεὶμ, ἐπεγράφοντο τῇ Ῥαχήλ· οἱ δέ γε τῆς Ζελφᾶς, Γὰδ καὶ Ἀσὴρ, ἐπεγράφοντο τῇ Λείᾳ, καὶ τῶν ἐκ Βάλλας ἦσαν ὀψιγενέστεροι. Ἀλλ', οἶμαί που, πάντως ἐπαπορήσειεν ἄν τις, καὶ μάλα εἰκότως, πῶς ἂν οἱ ἐκ δούλης, φημὶ τῆς Βάλλας, ἐπιγράφοιντο τῇ Ῥαχήλ· καίτοι τῆς ἐξ ἐθνῶν Ἐκκλησίας ἀποπληροῦσι τὸν τύπον. Τί οὖν πρὸς τοῦτό φαμεν; Ὅτι γεγόνασιν ἐν ἀρχαῖς οἱ μακάριοι προφῆται καταριθμούμενοι 69.216 μὲν ἐν τέκνοις τῆς δουλευούσης Ἰερουσαλὴμ, υἱοὶ δὲ τρόπον τινὰ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας. Ἐφρόνουν γὰρ τὰ αὐτῆς, ἀναδειχθήσεσθαι λέγοντες, καὶ ἀναλάμψειν κατὰ καιροὺς τὸ Χριστοῦ μυστήριον, καὶ διὰ μυρίων ὅσων σχημάτων προανατυποῦντες αὐτὸ, μονονουχὶ δὲ καὶ εἰς ὄψιν ἄγοντες τοῖς ἀρχαιοτέροις. Οἱ δὲ μετ' ἐκείνους ἔτι πάλιν εἰς δουλείαν γεγεννημένοι, Χριστὸν οὐ προσήκαντο, τῆς ἐλευθερίας τὸν χορηγόν· ὅτι δὲ ἀμείνους οἱ πρῶτοι τῶν μετ' αὐτοὺς, ἀταλαίπωρον ἰδεῖν, Θεοῦ λέγοντος διὰ φωνῆς Ἠσαΐου· Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιὼν πλήρης κρίσεως, ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί; Συνίης ὅπως πλήρης μὲν κρίσεως, τουτέστιν, ὀρθότητος, καὶ δικαίων κατάλυμα λέγει γενέσθαι τὴν Ἱερουσαλὴμ, ἤτοι τὴν Σιὼν, ἐκμεμεστῶσθαι δὲ φονευτῶν ἐν ὑστέροις. ιʹ. Ἴδοι δ' ἄν τις, καὶ μάλα σαφῶς, καὶ ἐξ αὐτῶν, εἰ βούλοιτο, τῶν ὀνομάτων, ὅτι τρόφιμοι μὲν Ἐκκλησίας εἶεν ἂν οἱ διὰ τῆς Βάλλας· ἐχθροὶ δὲ μᾶλλον οἱ ἐκ Ζελφᾶς. Ἑρμηνεύεται μὲν γὰρ ὁ ∆ὰν, κρίσις· Νεφθαλεὶμ δὲ, πλατυσμός. Τοῦτο γέγονε τοῖς προφήταις τὸ κήρυγμα. Ὅτι γὰρ ἔμελλεν ὁ Χριστὸς κρῖναι τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, καὶ καταψηφίσασθαι μὲν ὡς πλεονεκτήσαντος καὶ ἀνῃρηκότος ἡμᾶς τοῦ Σατανᾶ· σῶσαι δὲ καὶ ἡμᾶς, καὶ ἐκ πολλῆς ἄγαν στενοχωρίας εἰς πλατεῖαν ὥσπερ μεταστῆσαι καρδίαν, χαλεπὸν οὐδὲν ἐπιδεῖξαι πάλιν. Ὁ μὲν γὰρ μακάριος Ψαλμῳδὸς ἀνακέκραγε λέγων, ὡς ἐκ προσώπου τῶν ἐν Χριστῷ καὶ ἡγιασμένων ἐν πνεύματι· Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου. Ὁ δέ γε σοφώτατος Παῦλος ἑτεροζυγεῖν ἐθέλουσι τοῖς ἐκ Κορίνθου πεπιστευκόσιν ἐπιστέλλει, λέγων· Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι, ἡ καρδία ἡμῶν πεπλάτυται. Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν· τὴν δὲ αὐτὴν ἀντιμισθίαν ὡς τέκνοις λέγω. Πλατύνθητε καὶ ὑμεῖς, μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις. Ὅτι δὲ κρίσις ὀρθὴ καὶ δικαία γέγονε παρὰ Χριστοῦ, σαφηνιεῖ μὲν πάλιν αὐτὸς ὁ μακάριος ∆αβὶδ, τὸ τῶν πλεονεκτηθέντων πρόσωπον ἑαυτῷ περιτιθεὶς, καὶ λέγων πρὸς τὸν τῶν ὅλων Σωτῆρα Χριστόν· Ἐξεγέρθητι, Κύριε, καὶ πρόσσχες τῇ κρίσει μου, ὁ Θεός μου, ὁ Κύριός μου, εἰς τὴν δίκην μου. Αὐτός γε μὴν ὁ Σωτὴρ ἐναργὲς τοῦτο καθίστησι λέγων· Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω· κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Ὁρᾷς ὅτι κρίσιν ἡμῖν ἐσομένην δικαίαν καὶ καρδίας πλατυσμὸν οἱ προφῆται προανεκήρυττον τὸ ἐπὶ Χριστῷ λαλοῦντες μυστήριον; Γεγόνασι τοίνυν ἐκ Βάλλας ∆άν τε καὶ Νεφθαλεὶμ, ὅ ἐστι κρίσις καὶ πλατυσμός· ἀπὸ δέ γε τῆς Ζελφᾶς Γὰδ καὶ Ἀσήρ· καὶ διερμηνεύεται δὲ πειρατήριον ὁ Γὰδ, πλοῦτός γε μὴν ὁ Ἀσήρ. Ἆρ' οὖν οὐχὶ τοιοῦτοιγεγόνασιν οἱ τελευταῖοι μετὰ τοὺς πρώτους τῶν Ἰουδαίων λαοί; Εἶτα πῶς ἀμφίλογον; Ἐξ αὐτῶν γὰρ τοῦτο κατίδοι τις ἂν τῶν κατὰ Χριστὸν γεγονότων. Οἱ μὲν γὰρ ἐπείραζον αὐτὸν μετὰ τῶν καλουμένων Ἡρωδιανῶν, λέγοντες· ∆ιδάσκαλε, οἴδαμεν ὅτι 69.217 ἀληθὴς εἶ, καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλ' ἐπ' ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις· ἔξεστι δοῦναι κῆνσον Καίσαρι, ἢ οὔ; Προσῄεσαν δὲ πειράζοντες, ἵνα παγιδεύσωσιν αὐτόν. Μεμαρτύρηκε γὰρ οὕτως ὁ θεσπέσιος εὐαγγελιστής. Οἱ δὲ λημμάτων ἕνεκα καὶ φιλοκερδίας οὐ παρεδέχοντο τὸν ὑιόν. Ἔφησαν γὰρ, φησὶν, ἐν ἑαυτοῖς· Οὗτός ἐστιν