τοῦτο τοῖς Ἀχαιοῖς μὴ φαινόμενος πρὸς καιρόν, ποτὲ δὲ ἀνεφαίνετο, ὅτε δηλαδὴ πρόμαχος ἦν, [οὐ λαμπόμενος ἔξωθέν ποθεν, ἀλλ' αὐτὸς λάμπων χαλκῷ καθάπερ εἰ καὶ ἥλιος φωτί.] (ῃ. 66) Ὅρα δὲ καὶ ὅτι τὴν ἐκ τοῦ ἀστέρος παραβολὴν βραχύ τι πλατύνας τὴν τῆς στεροπῆς ἐπέτεμεν, ἵνα μὴ ῥητορεύσῃ μονοειδῶς, καὶ ὅτι τὸ «∆ιὸς αἰγιόχοιο» οὐ μάτην δοκεῖ ῥηθῆναι, ἀλλ' εἰς δεῖξιν τοῦ ἐν καιρῷ μάλιστα στεροπῆς αἰγίοχον τὸν ∆ία εἶναι. (ῃ. 67-71) Ὅτι οὐκ ἀεὶ μέν, πολλάκις δὲ ὅμως καιροῦ οἱ πάλαι θερισταὶ ἀπὸ περάτων ἀρχόμενοι ληΐου, ὅτε ἴσως μέγα τε εἴη ἐκεῖνο καὶ εὔκαρπον καί, ὡς ὁ ποιητὴς λέγει, μάκαρος ἀνδρὸς καὶ διὰ τοῦτο εὐτυχοῦς, ἐτελεύτων εἰς τὰ μέσα, ἔριν ἀγαθὴν ταύτην ἱστῶντες καὶ ἁμιλλώμενοι τάχιον συντελέσαι τὸ ἔργον. Τοιούτοις θερισταῖς παραβάλλει νῦν τοὺς ἐξ ἀντιπροσώπου μαχομένους ὁ ποιητὴς λέγων «οἳ δ' ὥς τ' ἀμητῆρες ἐναντίοι ἀλλήλοισιν ὄγμον ἐλαύνουσιν ἀνδρὸς μάκαρος κατ' ἄρουραν πυρῶν ἢ κριθῶν, τὰ δὲ δράγματα ταρφέα πίπτει, ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπ' ἀλλήλοισι θορόντες δῄουν, οὐδ' ἕτεροι μνώοντ' ὀλοοῖο φόβοιο», ἀλλὰ δηλαδὴ κατὰ τοὺς ῥηθέντας θεριστὰς ἐχώρουν ἀλλήλοις ἀντιμέτωποι. Καὶ ἔστιν καὶ ἡ παραβολὴ αὕτη ἁρμόττουσα ὅλη ὅλῳ τῷ πράγματι, ἐναντίοι γὰρ ἀλλήλοις καὶ οἱ θερισταὶ καὶ οἱ μαχηταί, καὶ ὥσπερ ἐκεῖ συχνὰ πίπτει δράγματα, οὕτως ἐνταῦθα συχνοὶ νεκροί. (ῃ. 72) Ὅτι δὲ ἡ λεχθεῖσα παραβολὴ ἐνέργειαν ἴσην παραδηλοῖ ἀμφοῖν τοῖν στρατοῖν, μεταλαβὼν ὁ ποιητὴς εὐθὺς ἐπιφέρει «ἴσας δ' ὑσμίνῃ κεφαλὰς ἔχον», ὅ ἐστιν ἰσοψύχως ἐμάχοντο, καί, ὡς κεῖται ἀλλαχοῦ, «ἕνα θυμὸν εἶχον». ἤδη γὰρ πρὸ βραχέων ὅμοιον εἶναι ἐρρέθη κεφαλὴν εἰπεῖν καὶ ψυχήν. Ἐπεὶ δὲ ἡ ῥηθεῖσα παραβολὴ οὐδὲν ἐλάλει ἄγριον καὶ πολέμῳ οἰκεῖον, ἐπάγει ἑτέραν εὐθὺς ταύτην «οἳ δὲ λύκοι ὣς θῦνον», τουτέστιν οὐχ' ἁπλῶς οὕτως ἐναντίοι ἀλλήλοις ἦσαν κατὰ τοὺς ἀμητῆρας, ἀλλ' ὡς οἱ λύκοι πρὸς τὰ ζῷα, καθ' ὧν ἐναντίοι ὁρμῶσιν. 3.154 Ἐπίτομος δὲ αὕτη παραβολή, ἐπενεχθεῖσα τῇ τῶν ἀμητήρων, διεξοδικωτέρᾳ οὔσῃ, καθὰ καὶ πρὸ ὀλίγων τῇ τοῦ ἀστέρος τὴν τῆς στεροπῆς ἐπήνεγκε, μεστώσας ἐπίτηδες καὶ τὸν παρόντα τόπον παραβολαῖς διὰ συνήθη ἐνάργειαν. (ῃ. 68) Ὄγμος δὲ ὁ προαροτριαθεὶς τόπος καὶ ἀνοιγεὶς ἑλκυσμῷ ἀρότρου, ὡς ἀπὸ τοῦ οἴγω οἶγμος καὶ ὄγμος κατὰ τοὺς παλαιούς, ἢ ἐκ τοῦ ἕλκω ὅλγμος, καὶ ἀποβολῇ τοῦ ˉλ ὄγμος, ἢ καὶ ἀπὸ τοῦ ἄγω ἄγμος καὶ ὄγμος ἡ ἐπίστιχος ἀγωγή. Σημαίνει γάρ, φασίν, ἐπίστιχον καὶ αὐλακώδη φυτείαν. Βαρύνεται δὲ κανόνι τοιούτῳ. τὰ εἰς ˉοˉς λήγοντα δισύλλαβα μονογενῆ, ἀρχόμενα ἀπὸ τοῦ ˉο καὶ ἔχοντα δύο σύμφωνα, βαρύνεται· ὄκνος, ὄμβρος, ὄσσος, ὄρθρος, ὄρφνος, ὄλβος, ὄλμος. οὕτω γοῦν καὶ ὄγμος. Καὶ ὅρα δὲ καὶ ὅτι ἐπὶ βαδίσεως θεριζόντων ἐνταῦθα τὸ ἐλαύνειν τέθειται, γινόμενον ἀπὸ τοῦ ἐλάω πλεονασμῷ τοῦ ˉυ καὶ ἐπενθέσει τοῦ ˉν. Πεποίηται δὲ ἡ λέξις αὕτη κατὰ Ἡρακλείδην διαλέκτοις τρισί, Βοιωτῶν μὲν γὰρ τὸ ἐλάω, καθὰ καὶ τὸ πεινάω καὶ διψάω καὶ τὰ ὅμοια, Αἰολέων δὲ ἡ προσέλευσις τοῦ ˉυ, ὡς καὶ ἐν τῷ ψαύω, χραύω, αὔω, ∆ώριος δὲ ὁ πλεονασμὸς τοῦ ˉν, καθὰ καὶ ἐν τῷ δύνω καὶ θύνω. (ῃ. 72) Τὸ δὲ ἴσας ὑσμίνῃ κεφαλὰς ἔχειν μετηνέχθη μὲν τροπικῶς ἀπὸ ἀνθρώπων ἐχόντων ἰσότητα μεγέθους. ἔστι δὲ ἀλληγορία ῥητορικὴ καὶ δηλοῖ, ὡς οὐδεὶς τῷ τέως ὑπερεῖχε μαχόμενος, ἀλλ' ἰσοκέφαλος οἷον μέχρι τινὸς ἡ μάχη ἦν διὰ τὸ ἀνυπέροχον καὶ ἰσοπαλές. ἀμφοτέρων γάρ, ὡς ἐρεῖ, τὰ βέλεα ἥπτετο, πίπτε δὲ λαός. εἰπεῖν δὲ καὶ ἄλλως, λέγει ὁ ποιητής, ὅτι κατὰ μὲν τὰ σώματα ὑπερεῖχον ἄλλοι ἄλλων, τῇ δὲ ὑσμίνῃ ἴσας εἶχον κεφαλάς, ἤγουν, ὡς ἐρρέθη, ψυχάς. καὶ νῦν μὲν οὕτως, ἐν δὲ τοῖς ἑξῆς ἄλλως αὐτὸ φράσει δίχα τροπῆς καὶ σαφέστερον εἰπὼν «κατὰ ἶσα μάχην 3.155 ἐτάνυσε Κρονίων». Καὶ νῦν μὲν ἰσορροποῦσιν οἱ πρὸ μικροῦ τὸ ἔλαττον φερόμενοι, μικρὸν δὲ ὅσον περιέσονται τῶν Τρώων ἀναμαχησάμενοι καὶ τὴν ἧτταν ἀναπαλαίσαντες καὶ ἀρετῇ τὸ μεῖζον ἀπενεγκάμενοι, εἰ καὶ τὰ ἐκ τύχης ἀντιστατεῖ, καὶ οὕτω διὰ μέσης τῆς νῦν ἰσότητος μεταβάντες ἐπὶ τὸ μεῖζον ἐκ τοῦ πρώην ἐλάττονος. ἔχει δὲ τὸ ἀσφαλὲς ἡ τροπὴ ἐκ τοῦ «ὑσμίνῃ», οὐ γὰρ κατὰ μέγεθος