1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

75

ἀλλοφύλους, δι' οὗ καὶ εἰδωλολατρεῖν αὐτοὺς εὐχερῶς κατεσκέπτετο, ἐδυσώπει διὰ τῆς συνήθους κακοτεχνίας ἐπῳδαῖς τισι τὸν Ἰσραὴλ καὶ ἀραῖς ἀποστρέψασθαι. Ὁ δὲ θύσας ἐπὶ βωμοὺς ζʹ κατὰ διαφόρους τόπους κατὰ πάντας ἔνθους γενόμενος ἐκ τρίτου τὸν Ἰσραὴλ εὐλόγησεν ἄκων ἐνώπιον Βαλὰκ καὶ τῶν ἀρχόντων Μωάβ, ὡς προφητείαν καὶ ἄντικρυς εἶναι τὴν αὐτὴν εὐλογίαν τῆς εἰθισμένης δαιμονιώδους αὐτῷ ἐπικλήσεως καὶ ἀρᾶς. Μετὰ δὲ ταῦτα συνεβούλευσεν αὐτῷ περὶ τῆς πορνείας τοῦ λαοῦ, καὶ ἐβεβηλώθη ὁ λαὸς εἰς τὰς Μωαβίτιδας καὶ εἰς τὰς θυσίας τοῦ Βεελφεγώρ. καὶ ὠργίσθη κύριος καὶ προσέταξε τῷ Μωυσῇ παραδειγματίσαι τοὺς ἀρχηγοὺς τῆς λύσσης ἔναντι τοῦ ἡλίου, καὶ ἀναιρεθῆναι παρὰ τῶν ὁμο φύλων τοὺς μιανθέντας πορνείᾳ καὶ εἰδωλολατρείᾳ. καὶ ἀνῃρέθησαν κδʹ χιλιάδες. τότε καὶ Φινεὲς υἱὸς Ἐλεάζαρ υἱοῦ Ἀαρὼν θείῳ ζήλῳ διήλασε τοὺς ἐν ἀσχημοσύνῃ παρανομοῦντας· ἦσαν δὲ ἀνὴρ Ἰσραηλίτης Ζαμβρὶ υἱὸς Σαλὼμ ἄρχων υἱῶν Συμεὼν καὶ γυνὴ Μαδιανῖτις, Χασβὶ θυγάτηρ Σοὺρ ἄρχοντος ἑνὸς Μαδιάμ. ἐξιλεώσατο τὴν θείαν ὀργὴν ἐκ τοῦ λαοῦ καὶ ἐλογίσθη αὐτῷ εἰς διαθήκην ἱερατείας αἰώνιον καὶ τὸ σπέρμα αὐτοῦ, ὅτι ἐζήλωσε τῷ θεῷ αὐτοῦ. Μετὰ δὲ τὴν πληγὴν ἠρίθμησε Μωυσῆς καὶ Ἐλεάζαρ τὸν λαὸν προστάξει θεοῦ. καὶ εὗρε χιλιάδας ἑξακοσίους καὶ χιλίους ψλʹ ἀπὸ εἰκοσαέτους καὶ ἐπάνω χωρὶς τῶν Λευιτῶν, οἵτινες ἰδίως εὑρέθησαν ἀριθμῷ τρεῖς καὶ κʹ χιλιάδες πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω. αὕτη ἡ ἀπαρίθμησις ἐν Ἀραβὼθ Μωὰβ γέγονε πέραν τοῦ Ἰορδάνου κατὰ Ἱεριχώ. ἐν τούτοιςπᾶσιν οὐκ ἦν ἄνθρωπος τῶν ὑπὸ Μωυσέως καὶ Ἀαρὼν ἐν τῇ ἐρήμῳ Σιναῒ καταριθμηθέντων πλὴν Χαλὲβ υἱοῦ Ἰεφοννὴ καὶ Ἰησοῦ υἱοῦ τοῦ Ναυή· ὅτι κύριος εἶπε πάντας ἀποθανεῖν ἐν τῇ ἐρήμῳ, ἀπὸ τοῦ τρίτου ἔτους τῆς 163 ἐξόδου ἕως μʹ ἔτη ληʹ περιάξας αὐτοὺς ὧδε κἀκεῖσε ἕως τοῦ ἐξαναλωθῆ ναι αὐτούς. Τότε προσελθοῦσαι αἱ θυγατέρες Σαλπαὰδ τοῦ Ὀφὲρ υἱοῦ Γαλαάδ, δήμου Μανασσῆ, αἳ ἦσαν εʹ, ᾐτήσαντο κατασχεῖν ἀποθανόντος τοῦ πα τρὸς αὐτῶν ἐν τῇ ἐρήμῳ καὶ μὴ καταλείψαντος ἄρρενα. καὶ ἐδόθη αὐταῖς προστάξει θεοῦ κληρονομία πατρικὴ μέσον τῶν ἀδελφῶν αὐτῶν· καὶ κύ ριος ἐνομοθέτησεν, ἐὰν ἀποθάνῃ ἄνθρωπος μὴ ἔχων υἱόν, κληρονομεῖσθαι ὑπὸ τῆς θυγατρός· εἰ δὲ οὐκ ἔστιν αὐτῷ θυγάτηρ, ὁ ἀδελφὸς αὐτοῦ κληρο νομήσει αὐτόν· ἐὰν δὲ μὴ ὦσιν αὐτῷ ἀδελφοί, ὁ ἀδελφὸς τοῦ πατρὸς αὐτοῦ· εἰ δὲ μήτε τοῦ πατρὸς ἀδελφοί εἰσι, δίδοσθαι τὰ αὐτοῦ τῷ ἀγχιστεύοντι αὐτῷ ἐκ τῶν συγγενῶν. ἀλλὰ ταῦτα τοῖς ἄρχουσιν οὐκ ἀρέσκει τοῦ κόσμου, οὗ χάριν ἔνοχοι τῆς θείας δίκης πεφύκασιν. Ἐκ τούτων ἐπιπέμψας Μωυσῆς μυρίους δισχιλίους κατὰ τῶν υἱῶν Μα διὰμ διὰ ῥήματος κυρίου ἀπέκτεινε πᾶν ἀρσενικὸν ἐν γῇ Μαδιὰμ καὶ τοὺς πέντε βασιλεῖς αὐτῶν καὶ τὸν μάντιν Βαλαὰμ σὺν αὐτοῖς, ἐν ῥομφαίᾳ ἐκ δικήσας τὸν Ἰσραὴλ ἐξ αὐτῶν· οὗτος γὰρ συνεβούλευσε τὸν Βαλὰκ κατα πορνεῦσαι τὸν Ἰσραὴλ εἰς τὰς θυγατέρας Μαδιάμ. τὰς δὲ παρθένους μό νας ἐζωογόνησε Μωυσῆς. ἡ δὲ προνομὴ γῆς Μαδιὰμ αὕτη προβάτων χι λιάδες χοεʹ, βοῶν χιλιάδες οβʹ, ὄνοι χιλιάδες ξαʹ, παρθένοι αἳ οὐκ ἔγνω σαν κοίτην ἀνδρὸς χιλιάδες λβʹ, χωρὶς χρυσίου καὶ ἀργυρίου καὶ τῶν λοι πῶν σκύλων. Τότε οἱ υἱοὶ Ῥουβὴν καὶ οἱ υἱοὶ Γὰδ καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ, ἔχοντες κτήνη πολλά, ἰδόντες κτηνοτρόφον τὴν χώραν Ἰαζὴρ καὶ τὴν χώ ραν Γαλαὰδ προσῆλθον πρὸς Μωυσῆν καὶ Ἐλεάζαρ αἰτοῦντες δοθῆναι ταύτας αὐτοῖς ἐν κλήρῳ. καὶ συνέστησεν αὐτοῖς Μωυσῆς Ἐλεάζαρ καὶ Ἰησοῦν υἱὸν Ναυὴ καὶ τοὺς ἄρχοντας Ἰσραὴλ καὶ εἶπεν· ἐὰν διαβῶσιν οἱ υἱοὶ Ῥουβὴν καὶ υἱοὶ Γὰδ μεθ' ὑμῶν τὸν Ἰορδάνην, πᾶς ἐνωπλισμένος εἰς πόλεμον ἔναντι κυρίου, καὶ κατακυριεύσητε τῆς γῆς τῆς ἀπέναντι ὑμῶν, καὶ δώσετε αὐτοῖς τὴν γῆν Γαλαὰδ ἐν κατασχέσει. καὶ εἶπον οἱ υἱοὶ Ῥουβὴν καὶ οἱ υἱοὶ Γάδ· οὕτως ποιήσομεν. καὶ ἔδωκε Μωυσῆς τοῖς υἱοῖς Ῥουβὴν 164 καὶ τοῖς υἱοῖς Γὰδ καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ υἱῶν Ἰωσὴφ τὴν βασι λείαν Σηὼν βασιλέως τῶν Ἀμορραίων καὶ τὴν βασιλείαν Ὢγ