75
ἀτόπων, δεινὸν μὲν ἂν ἦν, οὐδὲν δὲ αὐτῷ διαφέρειν· ἐπειδὴ δὲ αὐτῷ φανερὰν κατέστησε τὴν γνώμην, ἀδύνατον εἰς ἔργον τὴν βουλὴν προαγαγεῖν. τὴν γὰρ εἰς τὸν μέγαν λογοθέτην παροινίαν, διοικητὴν τῶν βασιλέως ὄντα πραγμάτων, εἰς ἐκεῖνον ἄγειν τὴν ὕβριν, ἃ μὴ δέον αὐτὸν συγχωρεῖν. τούτοις μὲν οὖν ὁ πρωτοβεστιάριος ἐπείθετο δείσας, καὶ ἀπέσχετο τοῦ τὸν μέγαν λογοθέτην τὰ αἴσχιστα διαθεῖναι. ὀλίγαις δὲ ὕστερον ἡμέραις βασιλεὺς ὁ πρεσβύτερος, εἴτ' ἐκ διαβολῆς εἴτε καὶ ἄλλως, τοσοῦτον ἐξώργιστο κατὰ πρωτοβεστιαρίου, ὡς καὶ εἷρξαι θελῆσαι. πέμψας τοιγαροῦν πρὸς βασιλέα τὸν νέον τὸν μέγαν λογοθέτην, ἄλλα τε πολλὰ τοῦ πρωτοβεστιαρίου κατηγόρει, καὶ ὅτι λοιδορούμενος αὐτὸν οὐ παύεται καὶ διασύρων, δι' ἃ δὴ καὶ μόνα δίκαιος εἶναι τὴν ἐσχάτην δοῦναι δίκην· οὐ ταῦτα δὲ μόνον, ἀλλ' ὅτι καὶ ἀποστασίαν ἀπ' αὐτῶν ἐννοεῖ. 1.213 τούτων οὖν ἕνεκα πάντων εἰς δεσμωτήριον αὐτὸν ἐμβαλεῖν δέον εἶναι οἰηθεὶς, καὶ αὐτῷ τὴν γνώμην δηλοῦν, ὡς ἂν εἰδείη τε καὶ αὐτὸς ἅμα καὶ συνεπιλαμβάνοιτο πρὸς τὸ ἔργον. πρὸς ταῦθ' ὁ νέος ἀπεκρίνατο βασιλεὺς τοιαῦτα· «θειότατε βασιλεῦ, τὸ μὲν πρωτοβεστιάριον τὸν ἐμὸν θεῖον ἀκόλαστόν τε εἶναι περὶ τὴν γλῶτταν καὶ πρὸς λοιδορίας εὐχερῆ, καὶ αὐτὸς συνομολογήσαιμι ἄν· διὸ καὶ αὐτὸς συνεπιψηφίζομαι τιμωρίας ἄξιον εἶναι τῆς προσηκούσης. τοὺς γὰρ ἐπιφανεστέρους μᾶλλον τῶν ἀνδρῶν καὶ προσήκοντας βασιλεῦσι τά τε ἄλλα συνετοὺς καὶ κοσμίους εἶναι δεῖ καὶ πρὸς πᾶσαν ἀρετῆς ἰδέαν ἐπιτηδείους, καὶ τὴν γλῶτταν πρό γε τῶν ἄλλων εὐφήμους, οἷα δὴ τοῖς ὑποδεεστέροις ὥς τινα παραδείγματα κοινὰ καὶ τύπους κειμένους, πρὸς οὓς ὁρῶντες οἱ πολλοὶ, ῥυθμίζοιντ' ἂν πρὸς τὸ βέλτιον. ἀποστασίαν μέντοι οὔτ' αὐτὸς κατέγνων αὐτοῦ ποτε, οὔτε παρ' ἄλλου σαφῶς ἀκήκοα εἰδότος· οὐ δὴ δίκαιον λόγοις ἁμαρτόντα ἔργῳ τὴν κόλασιν ὑποσχεῖν, ἀλλὰ μᾶλλον ἐφ' οἷς ἥμαρτε τυχόντα συγγνώμης, λόγοις σωφρονίζειν τοῦ λοιποῦ καὶ ἀπειλεῖν, εἰ μὴ παύοιτο τοιαῦτα ἁμαρτάνων, ὡς καὶ ὧν ἀφίεται νῦν ὁμοῦ πάντων ἐν τῷ τότε ὑφέξοντα τὰς δίκας·» οὕτω γὰρ πρωτοβεστιάριόν τε ἂν σωφρονέστερον γενέσθαι, αὐτόν τε οὐ ζημιώσεσθαι ἄνδρα τῶν ἐπιφανῶν καὶ καθ' αἷμα προσηκόντων. τοιαῦτα συμβουλεύων ἐδεῖτο πείθεσθαι καὶ τὴν ὀργὴν πρωτοβεστιαρίῳ ὑφεῖναι. εἰ 1.214 δ' ἄρα ἀνενδότως ἔχει καὶ μὴ βούλοιτο συγγνώμης ἀξιοῦν, κύριον ὄντα πάντων ὅ, τι ἂν ἐθέλῃ ἐξεῖναι ἔλεγε ποιεῖν. συνήρατο δ' ἂν καὶ αὐτὸς πρὸς τὸ τιμωρήσασθαι τὸν ὑβριστὴν, εἴγε ἐνδεᾶ τῆς δυνάμεως ἑώρα τὴν βούλησιν κεκτημένον· ἐπεὶ δὲ ὅσα ἂν ᾖ βουλομένῳ καὶ δυνατός ἐστι καταπράξασθαι, περαινέτω τὴν βουλήν. Ταῦτα τοῦ μεγάλου λογοθέτου πρὸς βασιλέα τὸν πρεσβύτερον ἀπαγγείλαντος, εἴτε τοῖς βεβουλευμένοις ὡς λυσιτελέσιν ὁ βασιλεὺς πεισθεὶς, εἴτε τὴν τοῦ νέου καλοκἀγαθίαν αἰδεσθεὶς, τοῦ κακῶς ποιεῖν τὸν πρωτοβεστιάριον ἀπέστη. οὕτω μὲν ἀμφοτέροις ὁ νέος βασιλεὺς, τῷ μὲν τοῦ μὴ πληγαῖς πρὸς τῷ ἀτιμασθῆναι συγκοπῆναι, τῷ δὲ τοῦ μὴ διὰ βίου δεσμωτήριον οἰκεῖν, αἰτιώτατος ἐγεγόνει. αὐτοὶ δὲ μετὰ μικρὸν ἐκ τοῦ ἄκρως ἐκπεπολεμῶσθαι εἰς φιλίαν συνελθόντες καὶ ὅρκοις ἐμπεδώσαντες ἀλλήλους ἦ μὴν φρονήσειν ταὐτὰ, πρὸς τὸν κατὰ τοῦ νέου βασιλέως πόλεμον αὐτοί τε ἐξηρτύοντο καὶ τὸν βασιλέα παρεκάλουν, ἀπάταις χρώμενοι καὶ διαβολαῖς· καὶ τῆς εὐεργεσίας ἀπεδίδοσαν χάριν τὸ μέχρι θανάτου πολεμεῖν. ἀλλ' ἐκεῖνοι μὲν οὕτω· βασιλεὺς δὲ ὁ πρεσβύτερος τὸν πρωτοβεστιάριον ἄρχοντα καταστήσας Βαλαγράδων, προσηνῶς τε καὶ ἡμέρως ὁμιλήσας καὶ πολλὰ ἐπαγγειλάμενος εὖ ποιήσειν, ἐξέπεμψεν, ὅσων ἂν δέοι πρὸς τὸν πόλεμον εἶναι παρεσκευασμένον παραγγείλας, ὡς ἅμα τῷ δέξασθαι γράμματα παρ' αὐτοῦ βασιλεῖ τῷ νέῳ τὴν ἐκ τῆς ἑσπέ 1.215 ρας ἐπάξων στρατιάν. ἀπὸ δὲ Βυζαντίου πρὸς τὸν νέον Ἀνδρόνικον ἧκον γράμματα παρὰ τῶν φίλων, σαφῶς ἀπαγγέλλοντα, τὸν πρεσβύτερον βασιλέα πρὸς τὸν πόλεμον παρασκευάζεσθαι. διὸ καὶ ἐδόκει δεῖν αὐτῷ ἅμα τῷ μεγάλῳ δομεστίκῳ καὶ πρωτοστράτορι βουλευτέα εἶναι περὶ τοῦ πολέμου.