75
διάλεκτον. τὸ δὲ φαρὲς διαίρεσιν ἑρμηνεύων ὁ προφήτης, τοῦτο γὰρ εἰς Ελληνα φωνὴν ἡ λέξις μεταγομένη δηλοῖ, διαιρεθῆναι τὴν βασιλείαν αὐτοῦ ελεγεν εἰς Πέρσας καὶ Μήδους παρὰ θεοῦ. τὰ μὲν ουν ἐν τῷ τοίχῳ γεγραμμένα ουτως ἀνέγνω ὁ ∆ανιήλ, καὶ τοιαύτην τὴν τῶν συλλαβῶν ἐκείνων ἐποιήσατο σύγκρισιν, τὴν ἑρμηνείαν δηλαδή· τὸν δὲ βασιλέα λύπη κατέσχε. καὶ μετ' ὀλίγον ἡ τοῦ προφήτου ἐκβέβηκε πρόρρησις, Κύρου τοῦ Περσῶν βασιλέως ἐπ' αὐτὸν ἐλάσαντος, ὑφ' ου η τε Βαβυλὼν ἐλήφθη καὶ ὁ Βαλτάσαρ ἐν τῇ ἁλώσει ἀνῄρητο. εἰσὶ δ' οι κατὰ τὴν νύκτα ἐκείνην, καθ' ην τὸν ἀστράγαλον τὸν γράφοντα ἐθεάσατο, φασὶ καὶ τὴν πόλιν αἱρεθῆναι κἀκεῖνον ἀναιρεθῆναι. Μετὰ δὲ τὴν τῆς Βαβυλῶνος αλωσιν ὁ προφήτης ∆ανιὴλ παρὰ ∆αρείου τοῦ Μήδου, ος καὶ Κυαξάρης ὠνόμαστο καὶ μητράδελφος ην τοῦ Κύρου, υἱὸς ων 1.189 ̓Αστυάγους τοῦ βασιλεύσαντος Μήδων, εἰς Μηδίαν μετήνεκτο καὶ πάσης ἠξιοῦτο τιμῆς. ουτω δ' εχων ἐφθονήθη παρὰ τῶν ἐν Μήδοις ὑπερεχόντων, καὶ μηχανῶνται τρόπον καθ' ον ηλπισαν ἀπολέσαι αὐτόν. ὁρῶντες γὰρ αὐτὸν τρὶς τῆς ἡμέρας προσευχόμενον τῷ θεῷ, προσίασι τῷ Κυαξάρῃ τῷ καὶ ∆αρείῳ, ἀξιοῦντες αὐτὸν θεῖναι νόμον ιν' ἐπὶ τριάκοντα ἡμέρας μή τις η τοῖς θεοῖς προσευχόμενος ειη μήτ' αὐτοῦ τοῦ βασιλέως δεόμενος, καὶ τὸν μὴ τὸν νόμον φυλάξαντα εἰς τὸν τῶν λεόντων λάκκον ἐμβάλλεσθαι. ὁ δὲ τὸ κατὰ τοῦ ∆ανιὴλ παρ' αὐτῶν τυρευόμενον ἀγνοήσας προυτεθείκει πρόγραμμα τὰ εἰρημένα διαταττόμενον. οἱ μὲν ουν αλλοι ἠρέμουν κατὰ τὸ θέσπισμα, ∆ανιὴλ δὲ κατὰ τὸ εθος αὐτοῦ ηυχετο τῷ θεῷ. καὶ οἱ σατράπαι κατεῖπον αὐτοῦ πρὸς τὸν βασιλέα, καὶ κατὰ τὸν νόμον ἀπῄτουν εἰς τὸν λάκκον αὐτὸν τῶν λεόντων ἐμβάλλεσθαι. βληθέντος δ' ἐκεῖ τοῦ προφήτου, τὸν ἐπὶ τοῦ στομίου λίθον σφραγίσας ὁ βασιλεὺς ἀνεχώρησεν. ἀγωνιῶν δὲ καὶ ἀλγῶν αϋπνος τὴν νύκτα διήγαγεν· ηλπιζε μὲν γὰρ μὴ βλαβήσεσθαι τὸν ∆ανιὴλ ὑπὸ τῶν θηρίων, εἰδὼς οτι πνεῦμα αγιον θεοῦ ἐστιν ἐν αὐτῷ, ἀλλ' ομως δειλιῶν ἠγωνία μή τι αὐτῷ συμβαίη κακόν, μὴ πάνυ γινώσκων οια βάρβαρος τὴν δύναμιν τοῦ θεοῦ. αρτι δ' ἡμέρας ἀναλαμψάσης τῷ λάκκῳ ἐπέστη καὶ ἐκάλει τὸν ∆ανιήλ· ὁ δὲ ἀπεκρίνατο· καὶ ὁ βασιλεὺς ἀνελκυσθῆναι τὸν προφήτην αὐτίκα ἐκέλευσε, καὶ ἀθιγῆ τοῦτον καὶ σῷον βλέπων ἐξίστατο. τῶν δὲ κατειπόντων αὐτοῦ τροφῆς κεκορεσμένους ειναι λεγόντων τοὺς λέοντας καὶ διὰ τοῦτο μὴ θίξαι τοῦ ∆ανιήλ, μισήσας αὐτοὺς τῆς πονηρίας ὁ βασιλεύς, καὶ τὸ κατὰ τοῦ προφήτου μηχάνημα καὶ τὸν δόλον ἐκείνων συνείς, 1.190 δαψιλῆ παρατεθῆναι τροφὴν τοῖς θηρίοις προσέταξε, κεκορεσμένων δ' ηδη τοὺς τοῦ προφήτου κατηγόρους εἰς τὸν λάκκον τῶν θηρῶν ἐμβληθῆναι προσέταξεν, "ινα γνῶμεν" εἰπών "εἰ διὰ κόρον αὐτῶν οἱ λέοντες οὐ προσψαύσουσι." διασπαραχθέντων δ' εὐθὺς τῶν πονηρῶν ἐκείνων ἀνδρῶν δῆλον απασι γέγονεν ὡς θεία τις δύναμις τὸν ∆ανιὴλ συνετήρησε, τοὺς θῆρας φιμώσασα. διὸ καὶ τὸν τοῦ προφήτου θεὸν ὁ βασιλεὺς ἐμεγάλυνε, κἀκεῖνον ἐν τιμῇ πεποίητο πλείονι. Ταῦτα μὲν ουν συμβέβηκεν υστερον· ἐν δὲ τῷ πρώτῳ ετει τῆς βασιλείας Βαλτάσαρ ἐνύπνιον ὁ προφήτης ειδεν. ην δὲ τοιοῦτον τὸ οραμα. τέσσαρα ἐδόκει θηρία ἀνιέναι ἐκ τῆς θαλάσσης, ων τὸ πρῶτον λεαίνης ειχε μορφὴν καὶ πτερὰ ὡσεὶ ἀετοῦ, ο καὶ ἐξήρθη ἀπὸ τῆς γῆς καὶ ἐπὶ ποδῶν ἀνθρώπου ἐστάθη, καὶ καρδία ἀνθρώπου ἐδόθη αὐτῷ. ἡ μὲν ουν θάλασσα τὸν ἀνθρώπινον ἐδήλου βίον τὸν πολυκύμαντον καὶ πλείστας καὶ συνεχεῖς μεταβολὰς δεχόμενον καὶ περιτροπάς, τὸ δὲ θηρίον ἡ λέαινα τὴν τῶν ̓Ασσυρίων βασιλείαν εἰκόνιζε, τὸ δ' ἐξαρθῆναι ἀπὸ τῆς γῆς τὴν τῆς ἀρχῆς ἐκείνης ἐδήλου κατάπαυσιν καὶ τῆς ἐξουσίας τὴν περιαίρεσιν. καὶ τὸ ἐπὶ ποδῶν ἀνθρώπου στῆναι τὸ ισην τοῖς ὑπηκόοις γενήσεσθαι ὑπῃνίττετο, τὸ δὲ καρδίαν ἀνθρώπου δοθῆναι αὐτῇ τὸ διὰ τῆς πείρας ἀνθρώπινα φρονεῖν διδαχθῆναι καὶ μή τι τῶν ὑπὲρ τὴν ἀνθρωπίνην φύσιν ἐξ ἀλαζονείας φαντάζεσθαι· καὶ τὰ πτερὰ γὰρ α τῷ θηρίῳ 1.191 παρὰ φύσιν προσεπεφύκεσαν τὴν επαρσιν ἐδήλουν τῶν βασιλέων ἐκείνων καὶ τὸ ἐξ