75
̔Αρπῶμαι. ἁρπάζω. δρεπάνῃ κέχρημαι. ̔Αρπαλέσαι. ὁμιλῆσαι. alpha.309 Αρσαντεσ. ἁρμόσαντες η καὶ βαστάξαντες. ̓Αρτικροτεῖσθαι. συμφωνεῖσθαι. ἀρτικροτοῦνθ' οἱ γάμοι, φησὶ Μένανδρος. ̓Αρτᾷ. ἐπικρέμαται. καὶ ἀρτῶ ὁμοίως. ̓Αρτύναντεσ. παρασκευάζοντες. ̓Αρτύνω. ἁρμόζω η εὐτρεπίζω. -πυκινὴν ἠρτύνετο βουλήν. παρὰ τὸ ἀρῶ τὸ ἁρμόζω. ηρμαι, ηρται, ἀρτὸς, καὶ ἀρτῶ, ἀρτύω, καὶ πλεονασμῷ τοῦ ˉν ἀρτύνω, ὡς ὀρῶ, ὀρούω. ̓Αρυσάμενοσ. ἀντλήσας. ̓Αρύω. τὸ ἀντλῶ καὶ βάλλω. παρὰ τὸ ἀρῶ, ὡς πλήθω πληθύω, ἐρῶ ἐρύω καὶ ἐρύσω, ανω ἀνύω καὶ ἀνύσω· ουτως ἀρῶ ἀρύω καὶ ἀρύσω. -οὐκ ἀνύω φθονέουσα-. ̓Αρήρει. ἐνήρμοστο. ἀρῶ τὸ ἁρμόζω, ὁ μέλλων ἀρῶ, ὁ παρακείμενος ηρκα, ὁ παθητικὸς μέσος ηρα, καὶ ἀττικῶς αρηρα, καὶ ὁ ὑπερσυντέλικος ἠρήρει, καὶ ποιητικῶς ἀρήρει. ̓Αρχαιρεσιάζειν. τὸ ἀξιοῦν ἑαυτὸν αἱρεθῆναι αρχοντα. ̓Αρῶ. ἐκτενῶ. ̓Αρήμενοσ. βεβλημένος. κατεχόμενος. Ομηρος· υπνῳ καὶ καμάτῳ ἀρήμενος. alpha.310 ( ̓Επίῤῥημα.) Αρα. συλλογιστικός ἐστι σύνδεσμος. καὶ ἀντὶ τοῦ δὴ, καὶ ὡς εοικε, καὶ ὡς φαίνεται. ουτως Πλάτων. ̓Αραρότωσ. ἁρμοζόντως η παγίως καὶ ἑδραίως. ̓Αραχὶ καὶ ἀρχί. ἐπιῤῥήματα. ̓Αρτίωσ. ὑγιῶς. ὁλοκλήρως. λέγεται δὲ καὶ πρὸ μικροῦ η ἀντὶ τοῦ νῦν. ̓Αρμοῖ που. ἀρτίως. νεωστί. ουτω Καλλίμαχος. ̓Αρχαιοτρόπωσ. τουτέστιν ἀρχαιοτέροις ὀνόμασι χρῆσθαι. ̓Αρχαίωσ. ἁπλῶς καὶ ἀκάκως· τοιοῦτοι γὰρ οἱ ἀρχαῖοι. ουτως ∆ημοσθένης φησί. καὶ ἀρχαίως ἀντὶ τοῦ παλαιῶς. Αρα. καὶ ἀντὶ τοῦ τοιγαροῦν. τοῦ ̓Αποστόλου· γινώσκετε αρα, οτι οἱ ἐκ πίστεως ουτοι εἰσὶν υἱοὶ ̓Αβραάμ. Τὸ Α μετὰ τοῦ Σ. ( ̓Αρσενικόν.) ̓Ασαφήσ. μὴ φανερὸς, αδηλος, ἀνόητος. Ασβεστοσ. ὁ ἀκατάπαυστος. ̓Ασηρώθ. ονομα κύριον. alpha.311 ̓Ασηκόροσ. ὁ ἀκηδιαστὴς, ἀσινὴς, ἀβλαβής. Ασκευον. ἀντὶ τοῦ ἀπαράσκευον, ανευ οπλων. καὶ ὁ θεολόγος· βίον ασκευον καὶ ἀπέριττον. * ̓Ασώδησ. ἀδημονώδης. ἰατρικὴ ἡ λέξις.* ̓Ασκάλαφοσ. ὁ λίαν σκληρὸς, παρὰ τὸ αγαν ἀσκελὲς τῆς ἁφῆς. ̓Ασκηθήσ. ὑγιὴς, ἀβλαβής. παρὰ τὸ σχέθω, κατὰ σύνθεσιν καὶ εκτασιν καὶ τροπῇ ἀσκηθής. ἡ μεταφορὰ δὲ ἀπὸ τοῦ ἀσκοῦ. τὸ δὲ ἀσκὸς ὁ μὴ ἐσχισμένος. παρὰ τὸ σχῶ, σχήσω, ἀσχὸς καὶ ἀσκός. ̓Ασκάντησ. ἡ εὐτελὴς κλίνη. ἡ μὴ κάννην εχουσα. ουτως δὲ ἐκάλουν τὴν ψάδον. ̓Ασκητήσ. ὁ ἐν τῷ κατὰ διάνοιαν κόσμῳ εὐσεβῶς καὶ δικαίως ἀναστρεφόμενος. ̓Ασκαλαβώτησ. ζωΰφιον ἐοικὸς σάβρᾳ ἐν τοῖς τοίχοις τῶν οἰκημάτων ἀνέρπων. η καὶ ὁ ποντικὸς, καὶ ἡ νυμφίτζα. παρὰ τὸ ἀκαλῶς, ο ἐστιν ἡσύχως, βαίνειν, πλεονασμῷ τοῦ ˉς. Ασκαρμοι. ἀκοίμητοι. ̓Ασκληπιόσ. ἰατρός. παρὰ τὸ τὰ ἀσκελῆ τῶν νοσημάτων ηπια ποιεῖν. τὸ δὲ ἀσκελὲς παρὰ τὸ σκέλω, τὸ αγαν σκληραίνω, οθεν καὶ σκέλος. alpha.312 ̓Ασμενέστατοσ. χαίρων καὶ ασμενος. ηδω, τὸ εὐφραίνομαι, ησμαι, ησμενος ἡ μετοχὴ καὶ ασμενος. ̓Ασπασμόσ. ἡ εὐχή. παρὰ τῷ ̓Αποστόλῳ· ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρί. ̓Ασπαστοί. ασμενοι, θεοειδεῖς. παρὰ δὲ τῷ Καλλιμάχῳ ἀσπαστὺς ἀπαστύος, τουτέστι προσηγορία, φιλία. ̓Ασπόνδουσ. ἐχθροὺς, ἀγρίους, ἀδιαλλάκτους, μνησικάκους, ἀνελεήμονας, τοὺς ἀκαμπεῖς καὶ ἀνενδότους πρὸς ελεον. ̓Ασπιστήσ. πεζὸς ὁπλίτης, πολεμιστής. ̓Ασπαλιεύσ. ὁ ἁλιεύς. παρὰ τὸ τὴν αλα ἀσπάζεσθαι, η παρὰ τὸ σπᾷν καὶ τὸ λίνον, τοῦ ˉα η πλεονασμὸν η ἐπίτασιν σημαίνοντος. Ασπετον. πολύ. ἀλλ' ασπετον χέασα. εστι ῥῆμα σπῶ. ωσπερ παρὰ τὸ επω τὸ ἀκολουθῶ. ἐξ ου τὸ σπᾶσθαι καὶ ἐπίσπεσθαι ποσί. ῥῆμα ονομα σπετὸς καὶ ασπετος, οιον· -ασπετος αἰθήρ. οἱ δὲ παρὰ τὸ επω, τὸ λέγω, φασὶν ειναι, ασπετα, τὰ ουτω πολλὰ καὶ μεγάλα, ωστε καὶ αῤῥητα ὑπάρχειν. ̓Ασταθμεύτουσ. ἀφορολογήτους. alpha.313 Αστομοι ιπποι. σκληρόστομοι. αστομοι ιπποι βίᾳ φέρουσιν. ̓Αστόργουσ. ἀσπλάγχνους, ἀπηνεῖς, ἀφίλους. ̓Αστικόσ. πολιτικός. ̓Αστόσ. θαυμαστὸς, πολίτης. ̓Αστεῖοσ. καλὸς, χαρίεις, τὸ ηθος ἐπαινούμενος. *λέγεται καὶ ὁ εὐάρεστος.* Αστηνοσ. ὁ δυστυχὴς, ὁ πένης, ἀπὸ τοῦ στάσιν καὶ οικησιν μὴ εχειν. ̓Αστυγείτων. ὁ πλησιόχωρος. Αστεκτοσ. ἀνυπομόνητος. ̓Αστράγαλοσ, ον ἐθεάσατο Βαλτάσαρ, ος ην χεὶρ θεοῦ ζῶντος. ἀστράγαλος κυρίως τὸ σύνηθες λεγόμενον· καὶ ὁ σπόνδυλος τοῦ τραχήλου· καὶ βοτάνη ουτως καλουμένη. ἀστράγαλος δὲ ειρηται