75
ΤΙΤΛ. ϛʹ. -Περὶ τοῦ βίου, καὶ τοῦ κόσμου τούτου· καὶ ὅτι ἐν περισπασμῷ καὶ μόχθῳ καὶ ἡμεῖς, καὶ ὁ βίος ἡμῶν.
Καὶ τῇ γυναικὶ εἶπεν· Πληθύνων πληθυνῶ τὰς λύπας καὶ τὸν στεναγμόν σου. Ἐν λύπαις τέξῃ τέκνα, καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει. 95.1281 Ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος. Πότερον οὐχὶ πειρατήριόν ἐστιν ὁ βίος ἀνθρώπου ἐπὶ τῆς γῆς; Περισπασμὸν πονηρὸν ἔδωκεν ὁ Θεὸς τοῖς υἱοῖς τῶν ἀνθρώπων, τοῦ περισπᾶσθαι ἐν αὐτῷ. Συνάντημα ἓν τῷ δικαίῳ καὶ τῷ ἀσεβεῖ, τῷ ἀγαθῷ καὶ τῷ κακῷ, τῷ καθαρῷ καὶ τῷ ἀκαθάρτῳ, τῷ θυσιάζοντι καὶ τῷ μὴ θυσιάζοντι· ὡς ὁ ἀγαθὸς, ὁ ἁμαρτάνων· ὡς ὀμνύων, καθὼς ὁ τὸν ὅρκον φοβούμενος. Τοῦτο πονηρὸν ἐν παντὶ πεποιημένῳ ὑπὸ τὸν ἥλιον, ὅτι συνάντημα ἓν τοῖς πᾶσιν. Οὐκ ἔστιν ἀλήθεια, οὐδὲ ἔλεος, οὐδὲ ἐπίγνωσις Θεοῦ ἐπὶ τῆς γῆς. Ἀρὰ, καὶ ψεῦδος, καὶ φόνος, καὶ κλοπὴ, καὶ μοιχεία ἐκκέχυται ἐπὶ τῆς γῆς. Ἀπὸ φοροῦντος ὑάκινθον καὶ στέφανον, ἕως φοροῦντος ὠμόλινον, θυμὸς, καὶ ζῆλος, καὶ ταραχὴ, καὶ σάλος, καὶ φόβος θανάτου, καὶ μήνισμα, καὶ ἔρις. Οὐκ οἴδατε, ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ Θεοῦ ἐστιν; ὃς ἐὰν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ Θεοῦ καθίσταται. Μὴ ἀγαπᾶτε τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ. Ἐάν τις ἀγαπᾷ τὸν κόσμον, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ Πατρὸς ἐν αὐτῷ· ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς, καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν, καὶ ἡ ἀλαζονεία τοῦ βίου, ἣ οὐκ ἔστιν ἐκ τοῦ Πατρὸς, ἀλλ' ἐκ τοῦ κόσμου ἐστίν. Καὶ ὁ κόσμος παράγει, καὶ ἡ ἐπιθυμία αὐτοῦ. Ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ Θεοῦ, μένει εἰς τὸν αἰῶνα. Πολυστένακτος ὁ βίος ἡμῶν, καὶ κατηφείας πλήρης. Ὁ κόσμος οὗτος προηγουμένως μὲν διδασκαλεῖον καὶ παιδευτήριον τῶν ἀνθρωπίνων ψυχῶν ἐστιν· ἔπειτα μέντοι καὶ ἅπαξ ἁπλῶς τῶν ἐν γενέσει καὶ φθορᾷ ἐπιτήδειον ἐνδιαίτημα. Συμφυὴς ἄρα τῷ κόσμῳ, καὶ τοῖς ἐν αὐτῷ ζώοις τε καὶ φυτοῖς, ἡ χρόνου διέξοδος ἐπέστη, ἐπειγομένη ἀεὶ, καὶ παραῤῥέουσα, καὶ μηδαμῶς παυομένη τοῦ δρόμου. Τὰ ἀπὸ χρόνου ἀρξάμενα, ἀνάγκη πάντως καὶ ἐν χρόνῳ συντελεῖσθαι. Εἰ ἀρχὴν ἔχει χρονικὴν, μὴ ἀμφιβάλῃς περὶ τοῦ τέλους. Ὁ κόσμος οὗτος αὐτός τέ ἐστι θνητὸς, καὶ χωρίον ἀποθνησκόντων. Ἐπειδὴ γὰρ σύνθετός ἐστιν ἡ τῶν ὁρωμένων σύστασις, τὸ δὲ σύνθετον ἅπαν διαλύεσθαι πέφυκεν, οἱ ἐν τῷ κόσμῳ ζῶντες, μέρη ὄντες τοῦ κόσμου, ἀναγκαίως τῆς τοῦ παντὸς φύσεως ἀπολαύομεν. Τὸν μὲν οὔπω τοῖς δεσμοῖς τοῦ γάμου συνεζευγμένον, λυσσώδεις ἐπιθυμίαι, καὶ ὁρμαὶ δυσκάθεκτοι, καὶ ἔρωτες δυσέρωτες ἐκταράττουσι. Τὸν δὲ ἤδη κατειλημμένον ὁμοζύγῳ ἕτερος θόρυβος τῶν φροντίδων ἐκδέχεται· ἐν ἀπαιδίᾳ παίδων ἐπιθυμία, ἐν τῇ κτήσει τῶν παίδων παιδοτροφίας μέριμνα, γυναικὸς 95.1284 φυλακὴ, οἴκου ἐπιμέλεια, οἰκετῶν προστασίαι, αἱ κατὰ τὰ συμβόλαια βλάβαι, οἱ πρὸς τοὺς γείτονας διαπληκτισμοὶ, αἱ ἐν τοῖς δικαστηρίοις συμπλοκαὶ, καὶ τῆς ἐμπορίας οἱ κίνδυνοι, αἱ τῆς γεωργίας διαπονήσεις· πᾶσα ἡμέρα ἰδίαν ἥκει κομίζουσα τῆς ψυχῆς ἐπισκότησιν, καὶ αἱ νύκτες τὰς καθημερινὰς φροντίδας παραλαβοῦσαι, ἐν ταῖς αὐταῖς φαντασίαις ἐξαπατῶσι τὸν νοῦν. Παντοίοις πάθεσι καὶ ταλαιπωρίαις καταβεβάπτισται ἡ ἀθλιότης τῆς ὧδε ζωῆς. Ὅρα, ἀγαπητὲ, πῶς θάλατταν μιμεῖται τῶν ἀνθρώπων τὰ πράγματα· εἰ μὴ τῆς ταραχῆς ἐκείνης ὁ βίος ἐμπέπλησται· εἰ μὴ τῆς ὑγρᾶς πλέον ἐπὶ τῆς ξηρᾶς χειμαζόμεθα· εἰ μὴ τῶν ἀνέμων σφοδρότερον εἰς ἀλλήλους συμπίπτομεν· εἰ μὴ τὰ χρήματα, καθάπερ καταιγίδες κατ' ἀλλήλων ἡμᾶς συγκρούουσιν· εἰ μὴ καθάπερ ἐν ζόφῳ θαλαττίῳ ὧδε κἀκεῖσε περιφερόμεθα. Οὗτος ἐκείνου τὸν ἀγρὸν ἀφηρπάσατο· ἕτερος ἑτέρου τὴν γῆν ἐπαφείλατο· ἄλλος τῆς τοῦ πλησίου γυναικὸς ἐπεθύμησεν, ἄλλος τοῦ δεῖνα τοὺς οἰκέτας ἀφήρπασεν. Ὁ μὲν περὶ ὕδατος πρὸς τὸν γείτονα κρίνεται· ὁ δὲ περὶ ἀέρων τῷ συνκτήτορι μάχεται. Οἱ μὲν περὶ μέτρα τῆς γῆς διαπληκτίζονται· οἱ δὲ διὰ οἰκοδομίας οἰκιῶν ἀλλήλους διαθλίβουσιν· οὗτος ἅπερ οὐκ ἔδωκεν λαβεῖν ἐπιφύεται· ἐκεῖνος ἅπερ ἔλαβεν, μὴ δοῦναι ἀντιδικάζεται. Ὁ μὲν