καὶ φόβος ἡ δι' οἰκονομίαν ἐπίσχεσις τῆς πρὸς ἡμᾶς αὐτοῦ ἀγαθότητος. Χαλδαϊκὸν λόγιον. ὁ πατὴρ ἑαυτὸν ἥρπασεν, οὐδ' ἐν ἑῇ δυνάμει νοερᾷ κλείσας ἴδιον πῦρ. Ἐξήγησις. ὁ μὲν νοῦς τοῦ λογίου τοιοῦτος, ὡς ὁ ἐπὶ πάντων θεός, ὃς δὴ καὶ πατὴρ ὠνόμασται, ἀκατάληπτον ἑαυτὸν ποιεῖ καὶ ἀπερίληπτον, οὐ μόνον ταῖς πρώταις καὶ δευτέραις φύσεσι καὶ ταῖς ἡμετέραις ψυχαῖς, ἀλλὰ καὶ αὐτῇ τῇ ἰδίᾳ δυνάμει. δύναμις δὲ τοῦ πατρὸς ὁ υἱός. «ἑαυτὸν» γάρ φησιν «ἥρπασεν ὁ πατὴρ» ἀπὸ πάσης φύσεως. οὐκ ἔστι δὲ τὸ δόγμα ὀρθόδοξον. ἐν τῷ υἱῷ γὰρ παρ' ἡμῖν ὁ πατὴρ δεδογμάτισται, ὥσπερ καὶ ὁ υἱὸς ἐν τῷ πατρί. καὶ ὅρος τοῦ πατρὸς ὁ υἱὸς καὶ θεῖος λόγος ὑπερφυής. Χαλδαϊκὸν λόγιον. ἔστι τι νοητὸν ὃ χρή σε νοεῖν νόου ἄνθει. Ἐξήγησις. ἡ ψυχὴ ἑκάστῳ νοουμένῳ πράγματι κατάλληλον ἔχει καὶ δύναμιν, τοῖς μὲν αἰσθητοῖς αἴσθησιν, τοῖς δὲ διανοητοῖς διάνοιαν, τοῖς δὲ νοητοῖς νοῦν. φησὶν οὖν ὁ Χαλδαῖος ὅτι, εἰ καὶ νοητόν ἐστιν ὁ θεός, ἀλλ' οὐ τῷ νῷ ἐστι ληπτόν, ἀλλὰ τῷ ἄνθει τοῦ νοῦ. ἄνθος δὲ τοῦ νοῦ ἡ ἑνιαία τῆς ψυχῆς δύναμις. ἐπεὶ γοῦν ὁ θεὸς κυρίως ἐστὶν ἕν, μὴ πειρῶ καταλαβεῖν 142 αὐτὸν διὰ τοῦ νοῦ, ἀλλὰ διὰ τῆς ἑνιαίας δυνάμεως. τὸ γὰρ πρώτως ἓν μόνῳ τῷ παρ' ἡμῖν ἑνὶ ληπτόν πώς ἐστι καὶ οὔτε διανοίᾳ οὔτε νῷ. Χαλδαϊκὸν λόγιον. ψυχῆς ἐξωστῆρες ἀνάπνοοι εὔλυτοί εἰσιν. Ἐξήγησις. ἵνα μή τις λέγῃ ὅτι «βούλομαι μὲν ἀπολῦσαι τὴν ψυχὴν τοῦ σώματος, οὐ δύναμαι δέ», φησὶ τὸ λόγιον ὅτι αἱ ἐξωθοῦσαι τὴν ψυχὴν δυνάμεις ἀπὸ τῆς σωματικῆς φύσεως καὶ οἷον ἀναπνεῖν αὐτὴν ποιοῦσαι ἀπὸ τοῦ ἐν τῷ σώματι μόχθου καὶ τῆς κακώσεως «εὔλυτοί εἰσι»· τοῦτ' ἔστι καὶ αὐταὶ ἐλεύθεραι αἱ δυνάμεις, μὴ ὑπό τινος εἰργόμεναι φύσεως, καὶ ἀπολῦσαι καὶ τὴν ψυχὴν τῆς σωματικῆς πέδης γενναίως μάλα δεδύνηνται. Χαλδαϊκὸν λόγιον. χρή σε σπεύδειν πρὸς τὸ φῶς καὶ πρὸς πατρὸς αὐγάς, ἔνθ' ἐπέμφθη σοι ψυχὴ πολὺν ἑσσαμένη νοῦν. Ἐξήγησις. ἐπειδὴ οὐκ ἀπὸ σπερμάτων ἡ ψυχὴ τὴν ὑπόστασιν ἔλαβεν οὐδὲ ἐν σωματικαῖς ὑφειστήκει κράσεσιν, ἀλλ' ἄνωθεν ἀπὸ θεοῦ τὴν ὕπαρξιν ἔσχε, πρὸς ἐκεῖνον καὶ ἐπεστράφθω καὶ πρὸς τὸ θεῖον φῶς ποιείτω τὴν ἄνοδον. «πολὺν» γὰρ «ἑσσαμένη νοῦν» ἐνταῦθα κατῆλθε· τοῦτ' ἔστιν· ἐνεδύσατο παρὰ τοῦ ποιητοῦ καὶ πατρὸς ἀναμνήσεις τῶν θειοτέρων λήξεων, ὅτε τὴν ἐνταῦθα ἐλάμβανε κάθοδον. ἔνθεν τοι διὰ τῶν τοιούτων ἀναμνήσεων πάλιν ἐκεῖσε ἐπάνεισιν. Χαλδαϊκὸν λόγιον. εἰσὶν πάντα ἑνὸς πυρὸς ἐκγεγαῶτα. Ἐξήγησις. ἡμέτερον καὶ ἀληθὲς τὸ δόγμα. πάντα γὰρ τὰ ὄντα, τά τε νοητὰ καὶ αἰσθητά, ἀπὸ μόνου θεοῦ τὴν ὑπόστασιν ἔλαβον καὶ πρὸς μόνον θεὸν ἐπέστραπται, τὰ μὲν ὄντα μόνως οὐσιωδῶς, τὰ δὲ ὄντα καὶ ζῶντα οὐσιωδῶς καὶ ζωτικῶς, τὰ δὲ ὄντα καὶ ζῶντα καὶ νοοῦντα οὐσιωδῶς καὶ ζωτικῶς καὶ νοερῶς. ἀφ' ἑνὸς οὖν πάντα γεγένηται καὶ πρὸς ἓν αὖθις ἡ τούτων ἀναγωγή. ἄπταιστον οὖν τὸ λόγιον καὶ πλῆρες τοῦ ἡμετέρου δόγματος. 143 Χαλδαϊκὸν λόγιον. ἃ δὴ νοῦς λέγει, τῷ νοεῖν δήπου λέγει. Ἐξήγησις. ὅταν, φησίν, ἀκούσῃς διηρθρωμένης φωνῆς ἄνωθεν βροντώσης ἐξ οὐρανοῦ, μὴ ὑπολάβῃς ὡς ὁ τὴν φωνὴν ταύτην ἀφιεὶς ἄγγελος ἢ θεὸς προφορικῷ λόγῳ συνήρθρωσεν· ἀλλ' ἐκεῖνος μὲν κατὰ τὴν ἑαυτοῦ φύσιν ἀμερίστως μόνον ἐνόησε, σὺ δέ, ὡς ἠδύνω, ἤκουσας τοῦ νοήματος συλλαβικῶς καὶ προφορικῶς. ὥσπερ γὰρ ὁ θεὸς τῶν ἡμετέρων φωνῶν ἀφώνως ἀκούει, οὕτω καὶ ὁ ἄνθρωπος τὰς τοῦ θεοῦ ἐννοίας φωνητικῶς δέχεται, ἕκαστος καθὼς ἔχει φύσεως ἐνεργῶν. Χαλδαϊκὸν λόγιον. ἆ ἆ τούσδε χθὼν κατωρύεται ἐς τέκνα μέχρις. Ἐξήγησις. περὶ τῶν ἀθέων ὁ λόγος φησὶν ὅτι μέχρι τῶν ἀπογόνων διατείνει τὴν κόλασιν αὐτοῖς ὁ θεός. τὰς γὰρ ὑποχθονίους κολάσεις ἐνδεικνύμενον τὸ λόγιον «χθὼν» αὐτούς, φησί, «κατωρύεται», τοῦτ' ἔστιν, ἐπιμυκᾶται αὐτοῖς ὁ ὑπὸ γῆν τόπος καὶ οἷον λεοντῶδες ἐπηχεῖ ὤρυγμα. διότι φησὶν ὁ Πρόκλος· «τῶν συγγενικῶν ψυχῶν ὁμοφυής ἐστιν ἡ σύνταξις, καὶ αἱ μήπω ἀπολυθεῖσαι τῶν τῆς φύσεως δεσμῶν ἐν τοῖς ὁμογενῶν