πρεσβύτης, ἐκεῖθεν αὖθις ἀντεδάκρυε πλέον, βρυχώμενος μὲν ἐκ βάθους ὥσπερ λέων καὶ τοῖς στεναγμοῖς ἦχον ἐμποιῶν μέγαν, ὡς δ' ἐμπνεούσῃ προσλαλῶν τῇ συγγόνῳ· «Ὦ πάντα μοι, δέσποινα, δόξα καὶ κλέος, κοινὸν γένους στήριγμα, κοινὴ καὶ χάρις, ζωῆς ἐμῆς ἔρεισμα, τοῦ βίου στύλε, ὦ θάρσος, ἐλπίς, τῶν ἐμῶν οἴκων κίον, ὦ πάντα ταῦτα καὶ πλέον ποθουμένη, ἔσβης ὁ λαμπτὴρ τῆς ἐμῆς παρρησίας, ἔσβης τὸ καλλώπισμα τῆς οἰκουμένης, ἡ τῶν πενήτων ἄρτι χεὶρ ἀπερρύης, ὁ κοινὸς ὅρμος τῶν ζάλαις στροβουμένων τῇ τῆς τελευτῆς προσβολῇ διεφθάρης. ἅπαντα φροῦδα τῶν ἐμῶν τρυφημάτων, ἅπαντα τὰ πρὶν εὐτυχῆ μοι τοῦ βίου περιστροφὴν πέπονθε δυστυχεστάτην. μάτην ἐγὼ ζῶ σοῦ λελειμμένος μόνος. ἢ φάρμακόν τις ἢ ξίφος τομὸν δότω, ὡς ἂν συνεκπνεύσαιμι τῇ ποθουμένῃ· ποθῶ τὸν ᾅδην ἀντὶ τούτου τοῦ βίου, ἐκεῖνο κρεῖττον τὸ σκότος τοῦ φωσφόρου. ἔχει γὰρ ὡς νὺξ τὴν σελήνην τοῦ βίου· κἂν οὐ προλάμπῃ τῶν προλοίπων νερτέρων, σὺν τῇ σκιᾷ γε κείσομαι τῇ φιλάτῃ σκιά τις ἄλλη, κωφὸν εἴδωλον τάχα. ὦ δυστυχεῖς πρόπαππε, πάππε καὶ πάτερ, πολλὰς ἰδόντες πραγμάτων τρικυμίας καὶ συστραφέντες ὡς κλύδωνι τῷ βίῳ. ὦ δυστυχεῖς ἅπαντες, ἀλλ' ἐγὼ πλέον, φωτὸς στερηθεὶς ὀμμάτων καὶ καρδίας, ζωῆς δὲ μᾶλλον καὶ πνοῆς ψυχεμπνόου, καὶ δυστυχῶς ζῶν, νεκρὸς ἄψυχος πέλων. εἴ τις τομὴν ἤνεγκε κυρίου μέλους, τὴν συμφορὰν ἤνεγκα μετρίῳ πάθει· κἂν οὐσίας πάσης τις ἐξένωσέ με, πρὸς οὐδὲν ἂν ἤλγησα, πάντα γὰρ κόνις· κἂν εἰς ξένην γῆν ἤλασεν τῆς πατρίδος, κἂν πᾶσαν ἄλλην ἀντεπήνεγκεν βίαν βυθῷ καλύψας καὶ κατακλείσας σκότει, τῆς σῆς τελευτῆς εὐθύμως προειλόμην. πλὴν ἀλλὰ μὴ κάλυπτε, γῆ, τὴν συγγόνην, ἕως με νεκρὸν αὐτόκλητον συλλάβῃς. οὓς γὰρ μία τις ὤδινεν γαστὴρ πάλαι, εἷς καὶ τάφος κρύψειε τῷ κοινῷ τέλει.» τούτους ἐκεῖνος τοὺς ὀδυρμοὺς συμπλέκων καὶ δακρύων ῥοῦν ἄσχετον καταρρέων τὴν τῆς θαλάττης εἰκόνιζε πλημμύραν, ζώνην τε τὴν σφίγγουσαν αὐτὴν κυκλόθεν ταῖς χερσὶν ὡς σκίασμα τῆς σαρκὸς φέρων ἔλουε τοῖς δάκρυσιν ὑετοῦ δίκην, ὁρῶν τε πυκνῶς καὶ τιθεὶς τὴν καρδίαν αὐτήν τε κινῶν τὴν ἀναίσθητον φύσιν εἰς θρῆνον, εἰς ἄμετρα ῥεῖθρα δακρύων. οὗτοι μὲν οὕτως ἀντεθρήνουν ἐν μέρει καὶ τοῖς στεναγμοῖς ἀντεπήχουν εἰκότως. Ὁ δεσπότης δέ, γῆς ὁ λαμπρὸς φωσφόρος, τῆς συμφορᾶς τὸ κῦμα τῇ ψυχῇ φέρων τὴν ἀθρόαν στέρησιν ἐν νῷ τε στρέφων, στροβούμενος δὲ τοῖς λογισμοῖς τῷ πάθει, πῶς ἐκ μέσων ἥρπαστο τῶν ἀνακτόρων ἣν εἶχεν ἔνδον τῆς ἑαυτοῦ καρδίας, πῶς ἐξαπέπτη, πῶς ἀπῆλθεν ἀθρόον, ἣν ὡς νεοσσὸν εἶχεν ἐν ταῖς ἀγκάλαις, ἔσπευδε μὲν φρόνημα γενναῖον φέρων τὴν συμφορὰν ἄριστα καρτερεῖν μόνος, νικώμενος δὲ τῷ τυραννικῷ πάθει λεπτῶς ἀνεστέναξεν ἐκ ψυχῆς μέσης· ὁρῶν τε ταύτην ὑπτίαν προκειμένην ἄπνουν, ἄφωνον, μηδαμῶς κινουμένην, ἀπάρχεται, φεῦ, πενθικωτάτων λόγων· «Φῶς σήμερόν μοι σβέννυται τῶν ὀμμάτων, ὀφθαλμὸς ἔνδον ὁ βλέπων τῆς καρδίας, αἰαῖ, τυφλοῦται καὶ καλύπτει με σκότος· βέλη πικρὰ κεντοῦσι τῆς ἀθυμίας. ὢ ποίαν εἶδες, ἥλιε, τραγῳδίαν· ὢ ποῖος ἔσβη λύχνος ἀκροφεγγίας. ποῦ μοι τὰ πολλὰ τῶν νοημάτων τέλη, ἡ φροντίς, ἡ μέριμνα τῶν ἐμῶν πόνων, δι' ἣν ἐκαρτέρησα πολλὰς φροντίδας, δι' ἣν ὑπέστην θλίψεων καταιγίδας; ποῦ νῦν ἀπῆλθε πάντα; ποῦ νῦν ἐκρύβη; αἰαῖ τὰ δεινὰ τῆς ἀειστρόφου τύχης, αἰαῖ τὰ ῥευστὰ τοῦ πολυπλάνου βίου. οἴμοι, τί πράξω; πῶς διάξω τὸν βίον, ἄψυχος, ἄπνους, παντελῶς παρειμένος; ποῖον παρηγόρημα τῶν πόνων λάβω; ποίαις ἐπῳδαῖς τὴν ἀθυμίαν σβέσω; γῆ, μὴ καλύψῃς σῶμα τῆς ποθουμένης, κἂν συγκαλύψῃς, μὴ μαράνῃς τὴν φύσιν. μὴ σῶμα κοινὸν τοῦτο δέξῃ καὶ κόνιν, φύλαττε τὸ πρόσωπον, ὡς κάλλους ἔχει. τὸ λαμπρὸν αἰδέσθητι τῶν μελῶν ὅλων, ἄγαλμα ταύτην καὶ τεθαμμένην φέρε. τῶν ὀμμάτων τὰ κύκλα μὴ διασπάσῃς, λαμπρὰς βολὰς ἔχουσιν ἔνδον ἀκτίνων, τὸ μουσικόν τε τῆς