λεγομένοις ἐν καιρῷ χρησόμεθα παραδείγματος ἕνεκεν, εἴ που δέοι, ὅτι ἐστὶν δυνατόν τινα κατὰ πρόθεσιν βελτίστην λέγειν διὰ τὸ ἀνεπίστημον τὰ μηδαμῶς ἑαυτῷ 32.5.57 συμφέροντα. εἰ γὰρ συμφέρον μὲν ἦν πρὸς τὸ ἔχειν μέρος μετὰ τοῦ Ἰησοῦ τὸ νίψασθαι τοὺς πόδας ὑπ' αὐτοῦ, Πέτρος δὲ μὴ ἐπιστά μενος, ὅτι συμφέρον τοῦτο ἦν, πρότερον μὲν εἶπεν οἱονεὶ ἐπαπορῶν δυσωπητικῶς τὸ «Κύριε, σύ μου νίπτεις τοὺς πόδας;» δεύτερον δὲ τὸ «Οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς τὸν αἰῶνα», καὶ τὰ λεγόμενα κωλυτικὰ ἦν ἔργου τοῦ φέροντος αὐτὸν ἐπὶ τὸ ἔχειν μετὰ τοῦ σω τῆρος τὸ μέρος, δῆλον ὅτι εἰ καὶ ὑγιεῖ προθέσει καὶ σεβασμίῳ πρὸς 32.5.58 τὸν διδάσκαλον τοῦτο ἔλεγεν, ἐπιβλαβῶς ἑαυτῷ ἔλεγεν. τοῦ δὲ τοιούτου εἴδους τῶν ἁμαρτημάτων ὁ βίος πεπλήρωται τῶν ἐν τῷ πιστεύειν προτιθεμένων μὲν τὰ κρείττονα, διὰ δὲ ἄγνοιαν τὰ ἐπὶ 32.5.59 τὸ ἐναντίον φέροντα λεγόντων ἢ καὶ πραττόντων. καὶ τοιοῦτοί γέ εἰσιν οἱ τὸ «Μὴ ἅψῃ, μὴ γεύσῃ, μὴ θίγῃς» φάσκοντες περὶ πάντων τῶν εἰς φθορὰν καὶ ἀπόχρησιν τῶν ἀνθρώπων, κατά τινα πολὺ τῆς 32.5.60 θείας ὑποβεβηκυῖαν τῆς «Ὡς ἄνθρωπος ἀποθάνῃ» διδασκαλίαν. τί δὲ <δεῖ> περὶ τῶν ἐν ταῖς αἱρέσεσιν κλυδωνιζομένων καὶ περιφερο μένων παντὶ ἀνέμῳ ἐπὶ τὴν κυβείαν τῶν ἀνθρώπων λέγειν, διαλα λούντων <ὡς> σωτήρια τὰ ὀλέθρια καὶ ὡς ἐπὶ σεβασμῷ τοῦ Ἰησοῦ τὰ 32.5.61 ψευδῆ περὶ αὐτοῦ δοξαζόντων; πολλάκις δὲ τὸν Πέτρον τοιοῦτον ἡ γραφὴ ἐσημειώσατο, θερμότερον εἰς τὸ ἐπαγγέλλεσθαι τὰ φαινόμενα αὐτῷ κρείττονα· καθάπερ καὶ ἐν τῷ ἀνεξετάστως εἰρημένῳ καὶ ἀθε τητικῶς τῆς Ἰησοῦ περὶ τῶν μαθητῶν προφητείας εἰπόντος· «Πάντες «ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ», καὶ τὴν αἰτίαν παριστάντος ἐν τῷ «Γέγραπται γάρ· Πατάξω τὸν ποιμένα, καὶ δια «σκορπισθήσεται τὰ πρόβατα τῆς ποίμνης». ἀνεξετάστως γὰρ πρὸς τοῦτο καὶ ἀθετητικῶς τῆς Ἰησοῦ ἀποφάσεως εἶπεν τὸ «Εἰ καὶ πάντες 32.5.62 «σκανδαλισθήσονται ἐν σοί, ἐγὼ οὐ σκανδαλισθήσομαι». καὶ τοῦτο ἔτι τότε προπετὲς ὂν ἐν τῇ ψυχῇ αὐτοῦ αἴτιον οἶμαι γέγονεν τοῦ ὑπὲρ τὸ μέτρον τοῦ τῶν λοιπῶν σκανδαλισμοῦ ἡμαρτηκέναι αὐτόν, 32.5.63 ἀρνησάμενον τὸν Ἰησοῦν τρὶς πρὶν ἀλεκτοροφωνίας. διόπερ ἐπιστή σας τῇ τοιαύτῃ προτέρᾳ ἑαυτοῦ προπετείᾳ ὠφελήθη καὶ τὰ μέγιστα, ὡς γένεσθαι στιβαρώτατος καὶ μακροθυμότατος· ὅπερ δηλοῦται Παύλου μὲν εἰπόντος αὐτῷ «ἔμπροσθεν πάντων· Εἰ σὺ Ἰουδαῖος «ὑπάρχων ἐθνικῶς καὶ οὐκ Ἰουδαϊκῶς ζῆς, πῶς τὰ ἔθνη ἀναγκάζεις «ἰουδαΐζειν;» καὶ τὰ ἑξῆς· τοῦ δὲ μετὰ στίβους σιωπήσαντος καὶ τὸ κατὰ τὸν τόπον εὔλογον ἀνεξικακώτατα μὴ παραστήσαντος, 32.5.64 περὶ οὗ ἐν τῇ πρὸς Γαλάτας οἰκειότερόν τις διαλήψεται. καὶ ἐν ταῖς Πράξεσι δὲ τῶν ἀποστόλων τὸ καθεστηκὸς αὐτοῦ, τὴν αὐτὴν εἰκόνα μεταμορφωθέντος, τοῖς ἑκάστῳ ἐφιστᾶσι καὶ προσέχουσι φανεῖται. 32.6.65 Καὶ ἐνθάδε τοίνυν ἐγερθέντι τῷ Ἰησοῦ ἐκ τοῦ δείπνου καὶ θέντι τὰ ἱμάτια καὶ διαζωσαμένῳ ὃ εἴληφεν λέντιον, καὶ βάλλοντι ὕδωρ εἰς τὸν νιπτῆρα καὶ ἀρξαμένῳ τοὺς πόδας νίπτειν τῶν μαθη τῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος, πάντες μὲν παρεῖχον τοὺς πόδας, ἀκολούθως τῇ περὶ τοῦ Ἰησοῦ προλήψει θεωροῦντες ὅτι οὐκ ἂν ὁ τηλικοῦτος ἀλόγως καί, ὡς ἂν οἱ πολλοὶ λέγοιεν, βαρεῖν τοὺς μαθητὰς θέλων, νίπτοι αὐτῶν τοὺς πόδας, ἀλλά τι χρήσιμον ἐπιτελῶν ὃ περιέμενον γνώσεσθαι ὕστερον, ἐννοοῦντες μή ποτε σύμβολόν τινος ταῦτα πράττοιτο· μόνος δὲ ὁ Πέτρος τῷ προ χειροτέρῳ ἐνιδὼν καὶ οὐδένα ἕτερον λογισμὸν ἐκείνῳ παρατιθείς, ὡς σέβων τὸν Ἰησοῦν οὐ παρεῖχεν αὐτοῦ εἰς τὸ νίψασθαι τοὺς πό δας, ἀλλὰ πρότερον μὲν δυσωπεῖν αὐτὸν ἐπειρᾶτο ἐν τῷ «Κύριε, σύ «μου νίπτεις τοὺς πόδας;» μετὰ δὲ τοῦτο δέον αὐτὸν πεισθῆναι τὸ «Ὃ ἐγὼ ποιῶ σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα», φησὶ τὸ 32.6.66 «Οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς τὸν αἰῶνα». ἄλλως δὲ τῶν λοι πῶν μαθητῶν ἐμπιστευσάντων ἑαυτοὺς τῷ Ἰησοῦ καὶ περὶ μηδενὸς ἀντιλεγόντων αὐτῷ, οὗτος δι' ὧν λέγει, εἰ καὶ ὑγιῶς ἔδοξεν προτί θεσθαι, οὐ μόνον τοῦ Ἰησοῦ κατηγορεῖ, ὡς ἀλόγως ἀρξαμένου νίπτειν 32.6.67 τοὺς τῶν