οἱ ἐπίσκοποι τοὺς περὶ Ἀκάκιον ἐκάλουν, ὡς μικρῷ ἔμπροσθεν ἐμνημονεύσαμεν, ὅπως ἂν περὶ τῶν κατηγορουμένων διαγνόντες κοινὴν ἐξενέγκωσι ψῆφον. Ἐκάλουν γὰρ δὴ καί τινας ἄλλους τῶν κατηγορουμένων, οἳ τοῖς περὶ Ἀκάκιον προσπεφεύγασιν. Ἐπεὶ οὖν πολλάκις καλούμενοι οὐκ ἀπήντησαν, καθεῖλον αὐτόν τε Ἀκάκιον, Γεώργιον Ἀλεξανδρείας, Οὐράνιον Τύρου, Θεόδουλον Χαιρετάπων τῆς Φρυγίας, Θεοδόσιον Φιλαδελφείας τῆς ἐν Λυδίᾳ, Εὐάγριον Μιτυλήνης τῆς νήσου, Λεόντιον Τριπόλεως τῆς Λυδίας, καὶ Εὐδόξιον τὸν πρότερον μὲν Γερμανικείας, μετὰ ταῦτα δὲ Ἀντιοχείας τῆς ἐν Συρίᾳ τὴν ἐπισκοπὴν ὑποδύντα. Καθεῖλον δὲ καὶ Πατρόφιλον, ὅτι αὐτὸς ὑπὸ ∆ορωθέου πρεσβυτέρου κατηγορούμενος, κληθεὶς οὐχ ὑπήκουσε. Τούτους μὲν οὖν καθεῖλον· ἀκοινωνήτους δὲ πεποιήκασιν Ἀστέριον, Εὐσέβιον, Ἄβγαρον, Βασιλικὸν, Φοῖβον, Φιδήλιον, Εὐτύχιον, Μάγνον καὶ Εὐστάθιον· ὁρίσαντες οὕτω μένειν αὐτοὺς, ἕως ἂν ἀπολογησάμενοι τὰς κατηγορίας ἀποδύσωνται. Ταῦτα πράξαντες, διὰ γραμμάτων τε τὰ περὶ τῶν καθαιρεθέντων ταῖς ἐκείνων παροικίαις γνωρίσαντες, καθιστῶσιν εἰς τὸν τόπον Εὐδοξίου τῆς Ἀντιοχείας ἐπίσκοπον, Ἀνιανὸν τοὔνομα· ὃν συλλαβόντες οἱ περὶ Ἀκάκιον Λεωνᾷ καὶ Λαυρικίῳ παρέδοσαν· οἱ δὲ αὐτὸν ἐξόριστον πεποιήκασι. Τούτου γενομένου, οἱ ἐπίσκοποι οἱ προβεβλημένοι τὸν Ἀνιανὸν διαμαρτυρίαις ἐχρῶντο κατὰ τῶν περὶ Ἀκάκιον πρὸς τὸν Λεωνᾶν καὶ Λαυρίκιον, δι' ὧν ἀδικεῖσθαι τῆς συνόδου τὴν κρίσιν ἐμήνυον. Ὡς δὲ οὐδὲν πλέον ἠνύετο, ἐπὶ τὴν Κωνσταντινούπολιν ὥρμησαν ἐπὶ τῷ διδάξαι τὸν βασιλέα τὰ κριθέντα αὐτοῖς. 2.41 Ὡς τοῦ βασιλέως ἐπανελθόντος ἐκ τῶν ἑσπερίων μερῶν, οἱ περὶ Ἀκάκιον ἐν τῇ Κωνσταντίνου πόλει συναχθέντες τὴν ἐν Ἀριμίνῳ πίστιν ἐκύρωσαν προσθέντες αὐτῇ τινα. Καὶ γὰρ παρῆν ἀπὸ τῶν ἑσπερίων μερῶν ἀναστρέψας ὁ βασιλεύς· καὶ τότε τὸν ἔπαρχον τῆς Κωνσταντινουπόλεως κατέστησεν, Ὁνωράτον ὄνομα, τὴν ἀνθυπάτων παύσας ἀρχήν. Φθάσαντες δὲ οἱ περὶ Ἀκάκιον προδιαβάλλουσιν αὐτοὺς βασιλεῖ, διδάξαντες μὴ δέχεσθαι τὴν ὑπ' αὐτῶν ἐκτεθεῖσαν πίστιν. ∆ιόπερ ἀγανακτήσας ὁ βασιλεὺς ἐπενόησε διασπεῖραι αὐτοὺς, νόμῳ κελεύσας τοὺς ὑποκειμένους αὐτῶν δημοσίοις λειτουργήμασι τῇ ἰδίᾳ τύχῃ ἀποδίδοσθαι. Καὶ γὰρ ἦσαν τινες ἐξ αὐτῶν λειτουργίαις ὑποκείμενοι, οἱ μὲν βουλευτηρίων, οἱ δὲ τῶν ἐν ταῖς ἐπαρχίαις τάξεων. Τούτων δὴ οὕτως ταραττομένων, οἱ περὶ Ἀκάκιον ἐπιμείναντες τῇ Κωνσταντινουπόλει συνέδριον ἕτερον πεποιήκασι, τοὺς ἀπὸ Βιθυνίας ἐπισκόπους μεταπεμψάμενοι. Γενόμενοι οὖν οἱ πάντες τὸν ἀριθμὸν πεντήκοντα, οἷς κατηρίθμητο Μάρις ὁ Χαλκηδόνος, βεβαιοῦσι τὴν ἐν Ἀριμίνῳ μετὰ τῆς ὑπατείας ἀναγνωσθεῖσαν πίστιν· ἣν περιττὸν ἦν ἂν ἐνταῦθα προσκεῖσθαι, εἰ μηδὲν αὐτῇ προστεθείκασιν. Ἐπειδὴ δέ τινα αὐτῇ προστεθείκασι ῥήματα, ἀναγκαῖον καὶ αὖθις αὐτὴν ἐνταῦθα παραγράψαι· ἔστι δὲ ἐν τοῖς ῥήμασι τούτοις· Πιστεύομεν εἰς ἕνα μόνον Θεὸν, Πατέρα παντοκράτορα, ἐξ οὗ τὰ πάντα· καὶ εἰς τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ, πρὸ πάντων τῶν αἰώνων καὶ πρὸ πάσης ἀρχῆς γεννηθέντα ἐκ τοῦ Θεοῦ· δι' οὗ τὰ πάντα ἐγένετο, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα· γεννηθέντα δὲ μονογενῆ, μόνον ἐκ μόνου τοῦ Πατρὸς, Θεὸν ἐκ Θεοῦ, ὅμοιον τῷ γεννήσαντι αὐτὸν Πατρὶ κατὰ τὰς γραφάς· οὗ τὴν γέννησιν οὐδεὶς γινώσκει, εἰ μὴ μόνος ὁ γεννήσας αὐτὸν Πατήρ. Τοῦτον οἴδαμεν μονογενῆ τοῦ Θεοῦ Υἱὸν, πέμποντος τοῦ Πατρὸς, παραγενέσθαι ἐκ τῶν οὐρανῶν, ὡς γέγραπται, ἐπὶ καταλύσει τῆς ἁμαρτίας καὶ τοῦ θανάτου· καὶ γεννηθέντα ἐκ Πνεύματος Ἁγίου, καὶ Μαρίας τῆς παρθένου τὸ κατὰ σάρκα, ὡς γέγραπται, καὶ ἀναστραφέντα μετὰ τῶν μαθητῶν· καὶ πάσης τῆς οἰκονομίας πληρωθείσης κατὰ τὴν πατρικὴν βούλησιν, σταυρωθέντα, καὶ ἀποθανόντα, καὶ ταφέντα, καὶ εἰς τὰ καταχθόνια κατεληλυθότα· ὅν τινα καὶ αὐτὸς ὁ ᾅδης ἔπτηξεν. Ὅς τις καὶ ἀνέστη ἀπὸ τῶν νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ διέτριψε μετὰ τῶν μαθητῶν· καὶ πληρωθεισῶν τῶν τεσσαράκοντα ἡμερῶν, ἀνελήφθη εἰς τοὺς οὐρανοὺς, καὶ καθέζεται ἐν δεξιᾷ τοῦ Πατρὸς, ἐλευσόμενος ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ τῆς