Κορδύλην, καὶ συμβαλόντες πόλεμον ἀπέκτειναν πολλούς, τινὰς δὲ καὶ ἐκράτησαν. οἱ δὲ μὴ δυνηθέντες περᾶσαι Βούλγαροι περιερρύησαν τοῖς Οὔγγροις, ἀναγγείλαντες αὐτοῖς πάντα τὰ τῶν Μακεδόνων. ἦλθον δὲ καὶ τὰ πλοῖα τοῦ βασιλέως πρὸς τὸ ἀναλαβέσθαι αὐτοὺς καὶ ἀναγαγεῖν ἐν τῇ πόλει. παρευθὺ οὖν ἀνεφάνησαν Οὖννοι τῷ πλήθει ἄπειροι. οἱ δὲ ἰδόντες αὐτοὺς μετὰ δακρύων ἐβόων λέγοντες "ὁ θεὸς τοῦ ἁγίου Ἀδριανοῦ, βοήθει ἡμῖν," καὶ παρετάσσοντο πρὸς συμβολὴν πολέμου. οἱ δὲ Τοῦρκοι εἶπον πρὸς αὐτοὺς "δότε ἡμῖν τὴν ὕπαρξιν ὑμῶν πᾶσαν καὶ ἀπέλθετε ὅπου βούλεσθε." οἱ δὲ τοῦτο οὐκ ἐδέξαντο, ἀλλὰ παρατεταγμένοι ὑπῆρχον ἐν τρισὶν ἡμέραις, καὶ τῇ τετάρτῃ ἤρξαντο εἰς τὰ πλοῖα αὐτῶν εἰσέρχεσθαι. θεασάμενοι δὲ τοῦτο οἱ Τοῦρκοι συνέβαλλον πόλεμον ἀπὸ ὥραν πέμπτην μέχρις ἑσπέρας· καὶ τραπὲν τὸ ἔθνος κατεδίωκον αὐτοὺς οἱ Μακεδόνες. καὶ τῇ ἐπιούσῃ ἡμέρᾳ βουλομένων αὐτῶν ἀναχωρῆσαι, ἀνεφάνησαν πάλιν Οὖννοι πρὸς τὸ πολεμῆσαι αὐτούς. ἀναστὰς δὲ Μακεδόνων ἕτερος, Λέων ὀνόματι, ἐκ γένους τῶν Γημοστῶν, ὃς μετὰ ταῦτα γέγονεν ἑταιριάρχης, καὶ ἕτεροι ὀνομαστοὶ τῶν 233 Μακεδόνων ἔτρεψαν αὐτοὺς καὶ ἐξήλασαν, καὶ ὑποστρέψαντες εἰσῆλθον εἰς τὰ πλοῖα, καὶ ἀπεσώθησαν πρὸς τὸν βασιλέα, καὶ φιλοτιμηθέντες παρ' αὐτοῦ ὑπέστρεψαν εἰς τὴν Μακεδονίαν, εἰς τὴν ἰδίαν χώραν. ἦν δὲ τότε Βασίλειος νεανίας ἐκ τῆς αἰχμαλωσίας ἐλθών· ἐποίησε δὲ ἐν τῇ αἰχμαλωσίᾳ ἐπὶ Λέοντος τοῦ βασιλέως καὶ Μιχαὴλ τοῦ Ἀμορραίου, καὶ εἰσῆλθεν ἐπὶ Θεοφίλου τοῦ βασιλέως, ὡς εἶναι τὰ ἔτη αὐτοῦ ἔτη εἴκοσι πέντε. ἀποκατασταθεὶς δὲ ἐν τῇ ἰδίᾳ χώρᾳ προσεκολλήθη δουλεύειν στρατηγῷ Μακεδονίας τῷ ἐπιλεγομένῳ Τζάντζῃ, καὶ μηδὲν παρ' αὐτοῦ ὠφεληθεὶς μέχρι τῆς Χρυσῆς πόρτης. εἰσελθὼν δὲ κεκοπιασμένος ἀπὸ τῆς ὁδοιπορίας (κυριακὴ γὰρ ἦν, καὶ ὁ ἥλιος πρὸς δυσμὰς) ἀνεκλίθη ἐν τῷ πεζουλίῳ τοῦ ἁγίου ∆ιομήδους· καθολικὴ γὰρ ἦν τότε ἡ ἐκκλησία, ἔχουσα προσμονάριον ὀνόματι Νικόλαον. τῇ δὲ νυκτὶ ἐκείνῃ ἐκάλεσεν θεία φωνὴ τὸν προσμονάριον, λέγουσα "ἐγερθεὶς εἰσάγαγε εἰς τὸ εὐκτήριον τὸν βασιλέα." ὁ δὲ ἐγερθείς, οὐδένα εὕρας πλὴν αὐτὸν τὸν Βασίλειον κείμενον ὡς πένητα, καὶ ἐπιστραφεὶς ἔκλεισεν τὸν πυλῶνα καὶ ἀνέπεσεν. καὶ εὐθέως μετὰ ῥομφαίας τις δέδωκεν αὐτῷ εἰς τὴν πλευρὰν αὐτοῦ, λέγων "ἐξελθὼν εἰσάγαγε ὃν βλέπεις ἔξωθεν τοῦ πυλῶνος κείμενον· οὗτός ἐστιν ὁ βασιλεύς." ἐξελθὼν οὖν μετὰ σπουδῆς σύντρομος, καὶ εὑρὼν Βασίλειον μετὰ τῆς πήρας καὶ τῆς ῥάβδου εἰσήγαγεν ἔσωθεν τῆς ἐκκλησίας. καὶ τῇ δευτέρᾳ 234 ἡμέρᾳ ἀπελθὼν εἰς τὸ λουτρὸν ἤλλαξεν αὐτόν, καὶ ἐλθὼν ἐν τῇ ἐκκλησίᾳ ἐποίησεν ἀδελφοποίησιν· καὶ συνηυφραίνοντο ἐν ἀλλήλοις. ὁ δὲ αὐτὸς Νικόλαος εἶχεν ἀδελφὸν ἰατρόν, ὃς ἐδούλευεν τὸν Θεοφιλίτζην. ἐλθὼν δὲ κατὰ τύχην ὁ ἰατρὸς πρὸς τὸν ἀδελφὸν αὐτοῦ, ἰδὼν τὸν Βασίλειον καὶ θαυμάσας τὸ μέγεθος καὶ τὴν ἀνδρείαν αὐτοῦ, εἶπεν πρὸς τὸν ἀδελφὸν αὐτοῦ "πόθεν ἐστὶν οὗτος;" ὁ δὲ ἀναγγέλλει αὐτῷ πάντα, καὶ παρήγγειλεν φυλάξαι τὸ μυστήριον. καθεζομένου δὲ τοῦ ἰατροῦ ἐπὶ τραπέζης μετὰ τοῦ Θεοφιλίτζη, καὶ τούτου καθ' ἑαυτὸν ἀναλογισαμένου καὶ εἰπόντος ὅτι οὐ δύναμαι εὑρεῖν ἐπιτήδειον ἄνθρωπον εἰς τοὺς ἵππους, ἀναστὰς ὁ ἰατρὸς εἶπε τῷ κυρίῳ αὐτοῦ περὶ τῆς ἀνδρείας τοῦ Βασιλείου, καὶ ὅτι τοιοῦτός ἐστιν οἷον ἐπιποθεῖς καὶ ζητεῖς. ἀποστείλας οὖν μετὰ σπουδῆς ἤγαγεν αὐτόν. θεασάμενος οὖν αὐτὸν ἐπιάγουρον καὶ μεγάλην κεφαλὴν ἔχοντα ἐπέθηκεν Κεφαλᾶν, καὶ ἔδωκεν τοῦτον τοῦ δουλεύειν τοὺς ἵππους. ὡς οὖν προείρηται, διὰ τὴν τοιαύτην αἰτίαν δέδωκεν αὐτὸν Μιχαὴλ τῷ βασιλεῖ. ἕως ὧδε τὰ περὶ ἀνατροφῆς τοῦ Βασιλείου. Ὁ δὲ βασιλεὺς τὸν αὐτὸν Βασίλειον εἰσαγαγὼν εἶπεν τῇ μητρὶ αὐτοῦ ὡς χαίρων "δεῦρο, ἴδε, μῆτερ, οἷον ἄγουρον νῦν ἐπελαβόμην." ἡ δὲ ἐξελθοῦσα καὶ τοῦτον ἰδοῦσα ἀπεστράφη, εἰποῦσα τῷ υἱῷ αὐτῆς "οὗτός ἐστι, τέκνον μου, ὁ μέλλων τὴν 235 γενεὰν ἡμῶν ἀφανίσαι." ὁ δὲ οὐδαμῶς ἐπείσθη τῇ ἰδίᾳ μητρὶ τῇ λεγούσῃ, ἢ ἤκουσεν αὐτῆς. Ἐτελεύτησεν δὲ ὁ ἐν ἁγίοις πατριάρχης Μεθόδιος, καὶ χειροτονεῖται ἀντ' αὐτοῦ Ἰγνάτιος υἱὸς Μιχαὴλ