75
τῶν τεθνεώτων 8.30 πελάζοντα; ἀνοίας γὰρ ταῦτα καὶ ἀμαθίας ἐσχάτης. Καὶ γὰρ Ἀθήνησιν, ὡς Ἀντίοχος ἐν τῇ ἐνάτῃ γέγραφεν ἱστορίᾳ, ἄνω γε ἐν τῇ ἀκροπόλει Κέκροπός ἐστι τάφος παρὰ τὴν Πολιοῦχον αὐτήν· καὶ ἐν Λαρίσσῃ τῇ γε Θετταλικῇ πάλιν ἐν τῷ ναῷ τῆς Ἀθηνᾶς τὸν Ἀκρίσιον τεθάφθαι φησίν· ἐν δὲ Μιλήτῳ τὸν Κλεό- μαχον ἐν τῷ ∆ιδύμῳ κεῖσθαι εἴρηκε Λέανδρος· τὴν δὲ Λυκο φρόνην ἐν τῷ ἱερῷ τῆς Ἀρτέμιδος ἐν Μαγνησίᾳ ταφῆναι Ζήνων ὁ Μύνδιος ἔφη· τὸν ἐν Τελμισσῷ δὲ βωμὸν τοῦ Ἀπόλλωνος μνῆμα εἶναι Τελμισσέως τοῦ μάντεως ἱστοροῦσιν. Ἀλλ' ὅμως οὔτε οἱ τηνικάδε θάψαντες μιαίνειν ὑπέλαβον τοὺς βωμούς, οὔτε οἱ ὕστε ρον θύοντες ἄγους ἐκεῖθεν μεταλαγχάνειν ἐνόμιζον. Τοπάζετε 8.31 δὲ τοῦτο μόνοι ὑμεῖς, οἱ δὲ παλαιοὶ τούτων οὐδὲν ὑπελάμβανον. Καὶ γὰρ δὴ καὶ Ὅμηρος δείκνυσιν ἐν τοῖς ἔπεσι τὸν Ἀχιλλέατὸν Πηλέως, τὸν Αἰακίδην, τὸν ἐκ Θέτιδος, τὸν ἐκ ∆ιὸς καθ' ὑμᾶς, περιπτυσσόμενον νεκρὸν τοῦ Πατρόκλου τὸ σῶμα, καὶ ἡνίκα τοῦτο τῇ πυρᾷ προσέφερον οἱ Μυρμιδόνες, τὴν κεφαλὴν φέροντα, εἶτα τὴν πυρὰν κατασβεννύντα καὶ τὰ ὀστᾶ γε ξυλλέ γοντα καὶ ταῦτα ἐν χρυσῇ φιάλῃ τιθέντα καὶ ἔνδον εἰς τὴν σκη 8.32 νὴν κομίζοντα τὴν αὑτοῦ. Καὶ ὁ Θουκυδίδης τῶν ἐν τῷ Πελοπον νησιακῷ πολέμῳ τετελευτηκότων διηγεῖται τὸ γέρας, καὶ ὅπως μὲν τὰ εὑρεθέντα σώματα τῶν προσηκόντων ἕκαστος ἠξίου ταφῆς, ἡλίκην δὲ τοῖς ἥκιστα εὑρεθεῖσιν ἐμηχανῶντο τιμήν, κυπαρισσίνας μὲν κατασκευάζοντες λάρνακας, κοινῇ δὲ πάντες, οἱ μὲν ἡγού μενοι τούτων, οἱ δὲ ἑπόμενοι καὶ παρεπόμενοι, καὶ τάφον κατασ κευάζοντες μέγιστον τοῖς ὑπὸ οἰωνῶν ἢ κυνῶν ἢ θώων δαπανη θεῖσιν. Οὕτω καὶ τῶν ἐν Μαραθῶνι παραταξαμένων τοὺς τετελευτηκότας ἐτίμησαν. 8.33 Ὅτι δὲ καὶ χοὰς τοῖς τεθνεῶσι προσέφερον, ἴστε μὲν καὶ ὑμεῖς οἱ νύκτωρ ταύτας παρὰ τοὺς νόμους τολμῶντες· μαρτυρεῖ δὲ καὶ Ὅμηρος τὸν Λαέρτου δεικνὺς κατά γε τὰς ὑποθημοσύνας τῆς Κίρκης καὶ τὸν βόθρον ὀρύξαντα καὶ τὰς χοὰς ἐπιτετελεκότα καὶ ταῦτά γε διηγούμενον τῷ Ἀλκινόῳ· ἐγὼ γάρ φησιν ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ βόθρον ὄρυξ' ὅσσον τε πυγούσιον ἔνθα καὶ ἔνθα· ἀμφ' αὐτῷ δὲ χοὴν χεόμην πᾶσιν νεκύεσσι, πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέι οἴνῳ, τὸ τρίτον αὖθ' ὕδατι· ἐπὶ δ' ἄλφιτα λευκὰ πάλυνα, πολλὰ δὲ γουνούμην νεκύων ἀμενηνὰ κάρηνα, ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη, ῥέξειν ἐν μεγάροισι πυρήν τ' ἐμπλησέμεν ἐσθλῶν, Τειρεσίῃ δ' ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴῳ παμμέλαν', ὃς μήλοισι μεταπρέπει ἡμετέροισιν. Τοὺς δ' ἐπεὶ εὐχωλῇσι λιτῇσί τε, ἔθνεα νεκρῶν, ἐλλισάμην, τὰ δὲ μῆλα λαβὼν ἀπεδειροτόμησα ἐς βόθρον· ῥέε δ' αἷμα κελαινεφές· αἱ δ' ἀγέροντο ψυχαὶ ὑπὲξ Ἐρέβευς νεκύων κατατεθνηώτων. 8.34 Εἶτα ἐξηγεῖται, ὅπως ὁ τῶν ψυχῶν ξυνέθεεν ὅμιλος καὶ μετα λαβεῖν ἠπείγετο τῶν χοῶν. Καὶ τί λέγω τὸν ποιητήν; Ἀριστο κλῆς γὰρ ὁ Περιπατητικὸς Λύκωνα φάναι τὸν Πυθαγορικὸν ἔφη, ὡς Ἀριστοτέλης ὁ Νικομάχου θυσίαν τετελευτηκυίᾳ τῇ γυναικὶ τοιαύτην εἰώθει προσφέρειν, ὁποίαν Ἀθηναῖοι τῇ ∆ήμητρι. Ἡμεῖς δέ, ὦ ἄνδρες, οὔτε θυσίας, οὔτε μὴν χοὰς τοῖς μάρτυσιν ἀπονέ μομεν, ἀλλ' ὡς θείους καὶ θεοφιλεῖς γεραίρομεν ἄνδρας. Οὕτω γὰρ τοῦ πεποιηκότος καὶ σεσωκότος ἠράσθησαν, ὡς τὴν ὑπὲρ αὐτοῦ σφαγὴν ὑπολαβεῖν ἀξιέραστον. Εἰ δὲ ἀναισθήτως αὐτοὺς ἔχειν τῶν γινομένων νομίζετε καὶ 8.35 μὴ θείας τινὸς καὶ τρισολβίας ὄντως λήξεως ἀπολαῦσαι, Πίνδα ρος ὁ λυρικὸς ταύτην ὑμῶν ἐκβαλέτω τὴν δόξαν, λέγων ὡδί· ψυχαὶ δ' ... εὐσεβῶν, ἐν οὐρανοῖς ναίουσαι, μολπαῖς μάκαρα μέγαν ἀείδουσ' ἐν ὕμνοις. 8.36 Εἰ δὲ τῶν εὐσεβῶς βεβιωκότων οὐρανὸς ἐνδιαίτημα, ταύτην ἔχουσι τὴν λῆξιν οἱ μάρτυρες· τούτων γὰρ οὐδὲν εὐσεβέστερον· καὶ Ἐμπεδοκλῆς δὲ ὁ Ἀκραγαντῖνος οὕτω φησίν· εἰς δὲ τέλος μάντεις τε καὶ ὑμνοπόλοι καὶ ἰητροὶ καὶ πρόμοι ἀνθρώποισιν ἐπιχθονίοισι πέλονται· ἔνθεν ἀναβλαστοῦσι θεοὶ τιμῇσι φέριστοι. 8.37 Εἰ δὲ μάντεις καὶ ἰατροὺς τοσαύτης ἔφησεν ἐκεῖνος ἀξιοῦσθαι 8.37 τιμῆς, τί ἂν εἴποι τις περὶ τῶν τοσαύτην ἐπιδειξαμένων ὑπὲρ εὐσεβείας ἀνδρείαν, οἷς τοὖργον οὐ μόνον ἀνδρείαν, ἀλλὰ καὶ