1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

75

ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ." Ταῦτα καὶ Φιλιππησίοις ἐπέστειλε· "Τὸ λοιπὸν, ἀδελφοὶ, ὅσα ἐστὶν ἀληθῆ, ὅσα σεμνὰ, ὅσα ἀγαθὰ, ὅσα δίκαια, ὅσα ἁγνὰ, ὅσα προσφιλῆ, ὅσα εὔφημα, εἴ τις ἀρετὴ, καὶ εἴ τις ἔπαινος, ταῦτα λογίζεσθε, ἃ καὶ ἐμάθετε, καὶ παρ ελάβετε, καὶ εἴδετε ἐν ἐμοί." Ὡσαύτως δὲ καὶ Κολοσσαεῦσι γράφει· "Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία, δι' ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας." Καὶ ἡ Παλαιὰ δὲ Γραφὴ συνῳδὰ νενομοθέτηκε τῇ Καινῇ. Καὶ γὰρ αὐτός φησιν ὁ Θεός· "Ἅγιοι γίγνεσθε καθὼς κἀγὼ ἅγιός εἰμι." Καί· "Μὴ πρόσεχε φαύλῃ γυναικί· μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, ἣ πρὸς καιρὸν μὲν γλυκαίνει τὸν σὸν φάρυγγα, ὕστερον δὲ πικρότερον χολῆς εὑρήσεις." Καὶ ἄλλα δὲ μύρια ἔστιν εὑρεῖν ταυτησὶ τῆς ἀκολασίας κατηγοροῦντα. Οἱ δὲ παμμίαροι καὶ δυσώνυμοι, καὶ μυστικὴν κοι νωνίαν ὠνόμασαν τὴν ἀσέλγειαν. ΚΗʹ. -Περὶ μετανοίας. Ἡ δὲ θεία Γραφὴ οὐ μόνον ἀπαγορεύει παρανο μίας, ἀλλὰ καὶ θεραπεύει τοὺς τὰ τούτων τραύμα τα δεξαμένους. Τὴν γὰρ Ναυάτου θηριωδίαν βδελύτ τεται, καὶ κατηγορεῖ τῶν ποιμένων, ὅσοι ταύτην οὐκ ἐποιήσαντο τῶν προβάτων τὴν ἐπιμέλειαν. Καί φησιν αὐτὸς ὁ Θεός· "Ὦ οἱ ποιμένες, τὸ ἠσθενηκὸς οὐκ ἐνισχύσατε, καὶ τὸ ἄῤῥωστον οὐκ ἰάσασθε, καὶ τὸ κακῶς ἔχον οὐκ ἐσωματοποιήσατε, καὶ τὸ πλανώμε νον οὐκ ἐπεστρέψατε, καὶ τὸ ἀπολωλὸς οὐκ ἐπεζη τήσατε." Ὁ δὲ τῶν ταύτην μὴ πεποιημένων τὴν προμήθειαν κατηγορῶν, δῆλον ὅτι βούλεται θερα πείας ἀξιοῦσθαι τὰ ἀσθενῆ τῶν προβάτων· διά τοι τοῦτο πρὸς τὸν αὐτὸν ἔφη προφήτην· "Σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραήλ, καὶ ἀκούσῃ ἐκ τοῦ στόματός μου λόγον, καὶ προφυλάξεις αὐτὸν παρ' ἐμοῦ. Ἐν τῷ εἰπεῖν με τῷ ἁμαρτωλῷ, Θανάτῳ ἀποθανῇ, καὶ μὴ διαστείλῃ τῷ ἁμαρτωλῷ 83.548 τοῦ φυλάξασθαι τὸν ἀσεβῆ, τοῦ ἀποστρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ αὑτοῦ τῆς πονηρᾶς τοῦ ζῆσαι αὐτὸν, αὐτὸς ὁ ἄνομος ἐν τῇ ἀνομίᾳ αὐτοῦ ἀποθανεῖται, τὸ δὲ αἷμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκζητήσω." Καὶ μετ' ὀλίγα· "Ζῶ ἐγὼ, λέγει Ἀδωναῒ Κύριος, ὅτι οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπι στρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ αὑτοῦ πονηρᾶς, καὶ ζῇν αὐτόν." Εἶτα παραινετικῶς· "Ἐπιστροφῇ ἐπιστρέψατε ἀπὸ τῆς ὁδοῦ ὑμῶν τῆς πονηρᾶς, καὶ ἱνατί ἀποθνήσκετε, οἶκος Ἰσραήλ;" Ἔπειτα κελεύει τῷ προφήτῃ, καὶ τοῦτον πρὸς αὐτοὺς διαπορθμεῦσαι τὸν λόγον· "Καὶ σὺ, υἱὲ ἀνθρώπου, εἰπὲ πρὸς τοὺς υἱοὺς τοῦ λαοῦ σου· ∆ικαιοσύνη δικαίου οὐ μὴ ἐξ έληται αὐτὸν ἐν ᾗ ἂν ἡμέρᾳ πλανηθῇ. καὶ ἀνομία ἀνόμου οὐ μὴ ἀποκτείνῃ αὐτὸν ἐν ᾗ ἂν ἡμέρᾳ ἀποστρέψῃ ἀπὸ τῆς ἀνομίας αὑτοῦ, καὶ ποιήσῃ κρῖμα καὶ δικαιοσύνην, καὶ ἐνεχυριασμὸν ὀφείλον τος ἀποδῷ, καὶ ἅρπαγμα ἀποτίσει. Εἰ ὁ ἄνομος ἐν τοῖς προστάγμασι τῆς ζωῆς διαπεπόρευται τοῦ μὴ ποιῆσαι ἄδικον, ζωῇ ζήσεται, καὶ οὐ μὴ ἀπο θάνῃ, πᾶσαι αἱ ἁμαρτίαι αὐτοῦ ἃς ἥμαρτεν οὐ μὴ μνησθήσονται αὐτοῦ, ὅτι κρῖμα καὶ δικαιοσύνην ἐποίησεν, ἐν αὐτοῖς ζήσεται." Καὶ τῷ Ναβουχοδο νόσορ ὁ μακάριος ∆ανιὴλ τὰ τῆς μετανοίας προσενή νοχε φάρμακα. "Καὶ νῦν γὰρ, φησὶ, βασιλεῦ, ἡ βουλή μου ἀρεσάτω σοι· καὶ ἐν ἐλεημοσύνῃ ἀπόλουσαι τὰς ἀνομίας σου, καὶ τὰς ἀδικίας σου ἐν οἰκτιρμοῖς πενήτων." Ἡ δὲ τοῦ θείου Ἱερεμίου προφητεία ταυτησὶ τῆς διδασκαλίας ἀνάπλεως. Νῦν μὲν γάρ φησιν· "Ἐπιστράφητε, υἱοὶ ἀφεστηκότες, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, λέγει Κύριος ὁ Θεός." Νῦν δέ· "Ἀπόπλυνε ἀπὸ κακίας τὴν καρδίαν σου, Ἰσραὴλ, ἵνα σωθῇς, μήποτε εὑρεθῶσιν ἐν σοὶ διαλογισμοὶ πόνων σου." Καὶ πάλιν· "Μὴ ὁ πίπτων οὐκ ἀνίσταται, ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει;" Καὶ ἄλλας δὲ πλείστας ἔστιν εὑρεῖν τοιαύτας παρ' αὐτῷ νουθεσίας. Καὶ ὁ πάνσοφος δὲ