75
νηστείᾳ τὴν ψυχήν μου, καὶ ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται." Ἐντεῦθεν παιδευόμεθα πῶς δεῖ λύειν τὰς συμφοράς· σάκκον γὰρ, φησὶν, ἀμπεχό μενος, καὶ νηστείᾳ κατατηκόμενος, τῷ Θεῷ τὴν ἱκετηρίαν προσέφερον· καὶ ἐδεχόμην τῆς αἰτή σεως τοὺς καρπούς. "Τὸ γὰρ, "Καὶ ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται," τοῦτο σημαίνει ἀντὶ τοῦ, Προσευχόμενος ἐδεχόμην παρὰ τοῦ Θεοῦ τὰς αἰτήσεις, καὶ τὸν κόλπον μου ἐπλήρουν. ιδʹ. "Ὡς πλησίον, ὡς ἀδελφὸν ἡμέτερον, οὕτως εὐηρέστουν· ὡς πενθῶν καὶ σκυθρωπάζων, οὕτως ἐταπεινούμην." Πᾶσαν αὐτῷ, φησὶ, θεραπείαν, ὡς ἀδελφῷ γνησίῳ προσέφερον, καὶ ἀσχάλλοντος καὶ πενθοῦντος ἐμιμούμην ταπείνωσιν, οὐκ ἀνασχό μενος μεγαφρονεῖν ἐπὶ τοῖς κατορθώμασι. Τοῦτο καὶ ἡ ἱστορία διδάσκει. Τοῦ γὰρ Σαοὺλ εἰρηκότος ἐκεῖ, "Σὺ τέκνον ∆αβίδ; ἀπεκρίνατο λέγων· ∆οῦλος σὸς, κύριέ μου βασιλεῦ." Καὶ πάλιν· "Ἵνα τί διώκει ὁ κύριός μου ὁ βασιλεὺς ὀπίσω κυνὸς τεθνη κότος, καὶ ὀπίσω ψύλλου ἑνός;" ιεʹ. "Καὶ κατ' ἐμοῦ ηὐφράνθησαν, καὶ συν ήχθησαν· συνήχθησαν ἐπ' ἐμὲ μάστιγες, καὶ οὐκ ἔγνων." Αὐτοὶ δὲ μετὰ πλήθους ἐπῄεσαν, ἀνελεῖν με προσδοκῶντες, καὶ ἐξαπιναίως προσέβαλλον, ἑλεῖν ἀγνοοῦντα πειρώμενοι. Τὸ γὰρ, "Συνήχθησαν ἐπ' ἐμὲ μάστιγες, καὶ οὐκ ἔγνων," οὕτως ἡρμήνευ σεν ὁ Σύμμαχος, Συνήγοντο κατ' ἐμοῦ πλῆ κται, καὶ οὐκ ᾔδειν. "∆ιεσχίσθησαν, καὶ οὐ κατενύγησαν." Καὶ διαμαρτόντες, φησὶ, τῆς ἐλπί δος, καὶ σκεδασθέντες, οὐ μετεμελήθησαν ἐφ' οἷς κακῶς ἐβουλεύσαντο· ἀλλ' αὖθις τοῖς αὐτοῖς ἐπεχείρησαν. ιʹ. "Ἐπείρασάν με, ἐξεμυκτήρισάν με μυ κτηρισμῷ, ἔβρυξαν ἐπ' ἐμὲ τοὺς ὀδόντας αὐτῶν." 80.1116 ∆ιὰ πάσης, φησὶν, ὥδευσαν πείρας, τὸν οἰκεῖον θυ μὸν ἐμπλῆσαι βουλόμενοι· ποτὲ μὲν γὰρ ἀπατηλοῖς χρώμενοι λόγοις ἀγρεύειν ἐπειρῶντο, ποτὲ δὲ λεόν τειον ἐβρύχοντο φονῶντες. ιζʹ. "Κύριε, πότε ἐπόψῃ;" Τοῦτο δὲ οὐκ ἐγκαλῶν εἶπεν, ἀλλὰ ποθῶν τὴν βοήθειαν. Πότε, φησὶν, ἐπι φαίνῃ, καὶ ἐπαμύνεις ἠδικημένῳ; ιηʹ. "Ἀποκατάστησον τὴν ψυχήν μου ἀπὸ τῆς κακουργίας αὐτῶν." Κρείττονά μου τὴν ψυχὴν τῶν μηχανημάτων αὐτῶν ἀπόφηνον. "Ῥῦσαι ἀπὸ λεόντων τὴν μονογενῆ μου." Εἰρηκὼς ἄνω, "Ἔβρυξαν ἐπ' ἐμὲ τοὺς ὀδόντας αὐτῶν·" ἴδιος δὲ τῶν λεόντων ὁ βρυχμός· εἰκότως αὐτοὺς καὶ λέον τας προσηγόρευσε, τὸ ὠμοβόρον καὶ θηριῶδες ἐξελέγχων τῆς γνώμης. Τὴν μονογενῆ δέ μου ὁ Σύμμαχος τὴν μονότητά μου εἴρηκεν, ἀντὶ τοῦ, τὴν πάσης ἀνθρωπίνης ἔρημον βοηθείας. ιθʹ. "Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ἐκκλη σίᾳ πολλῇ, ἐν λαῷ βαρεῖ αἰνέσω σε." Τὸ δὲ "ἐν λαῷ βαρεῖ," ὁ Σύμμαχος ἐν λαῷ παμπληθεῖ εἴ ρηκε. Πρόῤῥησις δὲ ἦν αὕτη, καὶ πρόῤῥησις δεξα μένη τέλος. Ἐν πάσῃ γὰρ γῇ καὶ θαλάσσῃ ὑμνεῖ τὸν Θεὸν καὶ διὰ τῶν πεπιστευκότων ὁ θεῖος ∆α βίδ· Ἐκκλησίαν γὰρ πολλὴν, καὶ παμπληθῆ λαὸν τὰς κατὰ τὴν οἰκουμένην Ἐκκλησίας καλεῖ. κʹ. "Μὴ ἐπιχαρείησάν μοι οἱ ἐχθραίνοντές μοι ἀδίκως· οἱ μισοῦντές με δωρεὰν καὶ διανεύοντες ὀφθαλμοῖς" Ἐνταῦθα πάλιν τῶν Σαοὺλ παροξυ νόντων ἐποιήσατο μνήμην, ὡς φιλίαν μὲν ὑποκρινο μένων, τὰ πολεμίων δὲ δρώντων. Τοῦτο δὲ καὶ διὰ τῶν ἑξῆς σαφέστερον εἴρηκεν. καʹ. "Ὅτι ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν· καὶ ἐπ' ὀργὴν δόλους διελογίζοντο." Φιλικοῖς γὰρ χρώμενοι λόγοις, ὡς ἐν γῇ τινι κρύπτειν τὴν ὀργὴν ἐπειρῶντο, δόλου πλήρη τὴν διάνοιαν ἔχον τες. κβʹ. "Καὶ ἐπλάτυναν ἐπ' ἐμὲ τὸ στόμα αὑτῶν, εἶπον· Εὖγε, εὖγε, εἶδον οἱ ὀφθαλμοὶ ἡμῶν." Θεα σάμενοι δέ με τῆς ἐπιβουλῆς αἰσθόμενον, ἐγύμνω σαν λοιπὸν τὴν κεκρυμμένην δυσμένειαν, μετὰ φωνῆς ἐφηδόμενοι ταῖς ἐμαῖς συμφοραῖς. κγʹ, κδʹ. "Εἶδες, Κύριε, μὴ παρασιωπήσῃς, Κύριε, μὴ ἀποστῇς ἀπ' ἐμοῦ. Ἐξεγέρθητι, Κύριε, καὶ πρόσχες τῇ κρίσει μου, ὁ Θεός μου καὶ ὁ Κύριός μου, εἰς τὴν δίκην μου." Κριτὴς εἶ, ∆έσποτα, ἐφ 80.1117 ορᾷς ἅπαντα, καὶ οὐδέν σου διαφεύγει τὴν ἐποψίαν· μὴ παρίδῃς τὰ πεπραγμένα, μηδὲ τῆς σῆς με προ νοίας ἔρημον καταστήσῃς· ἀλλὰ δίκασον, καὶ δὸς τὴν ψῆφον ταχέως. Τοῦτο δὲ καὶ τὰ ἐπαγόμενα δηλοῖ. κεʹ, κʹ. "Κρῖνόν με, Κύριε, κατὰ τὴν δικαιοσύ νην σου, Κύριε ὁ Θεός μου, καὶ μὴ ἐπιχαρείησάν μοι οἱ ἐχθροί μου. Μὴ εἴποισαν ἐν