75
σπινθῆρας καὶ πολλὴν τὴν ἀγαπητικὴν διάθεσιν ἀνακαίουσα. τοιοῦτόν τι καὶ ἐν ἡμῖν τοῖς ταπεινοῖς ἀπειργάσατο ἡ ἐπιστολὴ τῆς ἐμμελείας σου, πολυπλασιάσασα τὴν πνευματικὴν φιλίαν αὐτῆς καὶ τὰ τῆς μνήμης ἐμπυρεύματα ἀκμαιότερα ἐνιζάνουσα. χρῶ τοιγαροῦν, θεοσεβεστάτη κυρία, τῷ ἀγαπητικῷ τῷδε φαρμάκῳ καὶ γνώριζε ἡμῖν τὰ τῆς εὐεξίας καὶ εὐπραξίας σου (ἴσμεν γὰρ τὸ κατ' ἀρετήν σου ἀειθαλὲς καὶ ποριστικὸν εἰς εὐσέβειαν ἐξ ὧν τε ἀκηκόαμεν καὶ εἰσέτι ἀκούομεν καὶ ἀφ' ὧν ἡμεῖς αὐτοὶ εὖ πεπόνθαμεν καὶ πανθάνομεν), εἴτε δανειζομένη τὴν φωνὴν εἴτε καὶ ἐξ οἰκείας γλώττης φθεγγομένη· ὡς ἡμεῖς γε ἡδείᾳ ταύτην μᾶλλον ἐπαΐομεν διαθέσει, οὐ ψιλῷ ἤχῳ προσέχοντες καὶ ἅμα ἐκεῖνο γινώσκοντες, ὡς οὐδεὶς οὕτως εἰκονίσειε ψυχὴν ὡς ὁ παρ' αὐτῆς προϊὼν λόγος κἂν ὁποῖός ποτ' ἂν εἴη. Περὶ τῆς κυρίας τῆς θυγατρός σου, ὅτι γέγονεν οὕτω μαθόντες, ἠνιάθημεν· εὐχὴν δὲ ἢ ἀπομύρισμα ποίαν ἢ οἷον δῶμεν, ἁμαρτωλοὶ τυγχάνοντες; πλὴν ἐκεῖνο πέπεισο, ὅτι οὐδὲν ἰσχύουσιν αἱ τοιαῦται περιεργίαι, εἰ μή γε ἡμεῖς δῶμεν χώραν ἀπροσεξίᾳ τινί· ὡς γὰρ οὐχ οἷόν τε τόπον τινὰ ἡλίῳ περιλαμπόμενον τὸ ἀντίθετον σκότος εἰσδέξασθαι, οὕτως οὐδὲ ἄνθρωπον θείῳ φωτί, ἤγουν συνέσει καὶ ἀρετῇ ἐπερειδόμενον, παθεῖν τι τῶν σκαιῶν καὶ δαιμονικῶν μαγγανευμάτων. ἰαθείη τοίνυν ἡ παῖς ἐν ὀνόματι Κυρίου, τοῦ θεραπεύοντος πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν, καὶ ἔστω χεὶρ θεοῦ περιιπταμένη καὶ ἐπισκιάζουσα τὴν αὐτῆς κεφαλὴν καὶ ἀποσοβοῦσα πᾶσαν ἐνέργειαν βλαπτικήν, ὡς ἂν εὐεκτοῦσα σὺν μητρὶ θεοφόβῳ ἀποδοίη τὰς εὐχὰς αὐτῆς χαριστηρίως τῷ Κυρίῳ. 56 {1Ἀντωνίῳ ἡγουμένῳ τοῦ Ἁγίου Πέτρου καὶ τοῖς σὺν αὐτῷ}1 Τὰς ἐκ πολλῆς συνοχῆς καὶ θλίψεως καρδίας γραφείσας ἡμῖν ἐπιστολὰς παρὰ τῆς πατρικῆς ὑμῶν ἁγιωσύνης δεξάμενοι, ὅσον κατεστενάξαμεν, τί δεῖ καὶ λέγειν, ἀδελφικοῖς σπλάγχνοις κινούμενοι, εἰ καὶ ἀνάξιοι τυγχάνομεν, καὶ ἐκ ταὐτοπαθείας τὴν περιπόνησιν ὑμῶν στοχαζόμενοί τε καὶ συνυφιστάμενοι; οὐδὲ γὰρ ἄλλοις ἔστι γνωρίζεσθαι τὸ ὀδυνηρὸν ἢ τοῖς ὁμοιοπαθῶς τοῖς αὐτοῖς ἐνεχομένοις λυπηροῖς. ἀλλ' αἱ ἁμαρτίαι ἡμῶν τοσοῦτον ἐπλήθυναν ἐν τῇ παρούσῃ γενεᾷ τὴν ἀνομίαν, ψυγείσης τῆς ἀγάπης κατὰ τὸν τοῦ Κυρίου λόγον, ὥστε, τοὺς ὀφείλοντας διαλύειν τὰ σκῶλα καὶ προσκόμματα, τούτους τὰ ἴσα ἢ τάχα καὶ δεινότερα τοῖς ἐν ταῖς ἔξωθεν ἀρχαῖς ἔστιν ὁρᾶν πράττουσι. ∆εσμωτήριά φατε, ἀπαγωγάς, ὀνειδισμούς, διωγμοὺς καὶ περιστάσεις ὑφιστάναι καὶ ἔτι ὑφίστασθαι παρὰ τῶν κρατούντων τὰς ἐκκλησίας τοῦ θεοῦ. καὶ οὐχ ὅτι ὑπὲρ ἐντολῆς θεοῦ ἐνιστάμενοι, ἀλλὰ καὶ εἰ ἑαλωκότες ἦτε ἐν παραπτώμασιν ἀνθρωπίνοις, οὐδαμῶς τὰ τοιαῦτα πανθάνειν ἐξὸν ἦν ὑμῖν παρὰ ποιμένων θεοῦ, μὴ ὅτι γε ὑπὲρ ἀληθείας διαθλοῦσιν, οἷς τὸ ἐπαινεῖσθαι καὶ μακαρίζεσθαι κεχρεώστηται, καὶ ταῦτα τῷ μοναδικῷ κατακεκοσμημένοις ἐπαγγέλματι. ἐκ τῶν ἔργων αὐτῶν ἐπιγνώσεσθε αὐτούς, ἔφη ὁ Κύριος. οὐ δήπου τοιοῦτον παρὰ τοῖς ἁγίοις ἐγνωρίσθη, τοὐναντίον δὲ αὐτοὶ μᾶλλον πεπονθότες ἐδείκνυντο, διδασκόμενοι παρὰ τῆς ἀποστολικῆς φωνῆς, ἥ φησι περὶ τοῦ Κυρίου· ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεῖχεν δὲ εὐμενῶς τῷ παίοντι καὶ τὴν θείαν σιαγόνα. ἐντεῦθεν οἱ ποιμένες Χριστοῦ γνώριμοι κἀκεῖθεν οἱ ἀλλοτριοεπίσκοποι. Ἀλλὰ τί δεῖ παθεῖν κατὰ τὴν ἐνσκήψασαν ἐν τῇ ταπεινῇ ἡμῶν γενεᾷ μοχθηρίαν τῶν ἀνθρώπων, ἣν καὶ ὡς αὔχημα ποιούμενοι σεμνύνονται, τὸ παράνομον ἔννομον λογιζόμενοι, κατ' ἐναντιότητα τῶν θείων προσταγμάτων τὴν προστασίαν μετερχόμενοι; ἐκεῖνοι μὲν οὖν ἃ δεδράκασι καὶ δρῶσιν εὕροιεν, μᾶλλον δὲ συγχωρηθεῖεν παρὰ τοῦ ἀδεκάστου κριτοῦ, τοῦ μὴ ὁτιοῦν ἀνεξέταστον καὶ ἀνεύθυνον παραβλέπειν μέλλοντος ἐν ἡμέρᾳ κρίσεως. ὑμεῖς δέ, ὦ ἀδελφοὶ τιμιώτατοι καὶ πατέρες σεβασμιώτατοι, χαίρετε καὶ εὐφραίνεσθε, ὅτι τοῦ θείου μακαρισμοῦ τὸ κλέος ἀπηνέγκασθε καὶ τὰ τῆς ἀτιμίας τοῦ Χριστοῦ ἐντίμως ὑπεδέξασθε, μικροῖς κόποις καὶ ἀγῶσιν μέγιστα καὶ αἰώνια