75
ἄλλον ἐπίσκοπον ψηφίσασθαι, ὅπερ καὶ Ἀρεάδνην καὶ τοὺς τῆς συγκλήτου μεγάλως ἐλύπει· ἠγαπᾶτο γὰρ Μακεδόνιος καὶ διὰ τὸ καθαρὸν τοῦ βίου καὶ διὰ τὸ ὀρθὸν τῶν δογμάτων, εἰ καὶ ἠπατήθη. παρεσκεύασε δὲ ὁ βασιλεὺς δύο φαύλους τινὰς κατηγορῆσαι Μακεδόνιον ὡς παιδεραστὴν καὶ αἱρετικόν, ἐπιδοῦναί τε ταῦτα ἐγγράφως τῷ ἐπάρχῳ καὶ τῷ μαγίστρῳ· ὁμοίως δὲ καὶ κατὰ πρεσβυτέρων καὶ διακόνων ὀρθοδόξων. ἐκέλευσε δὲ Κέλαρα τὸν μάγιστρον καταγαγεῖν αὐτὸν τοῦ ἐπισκοπείου βιαίως, βοῶντος Μακεδονίου, ἑτοίμως ἀπολογεῖσθαι οὐ μόνον ἐν τῷ πραιτωρίῳ, ἀλλὰ καὶ ἐν τῷ θεάτρῳ. πολλοὶ δὲ τῶν κληρικῶν εἰς φυλακὰς ἐβλήθησαν· ἄλλοι δὲ φυγεῖν ἰσχύσαντες ἐν Ῥώμῃ καὶ Φοινίκῃ διεσπάρησαν. ὁ δὲ ἀσεβὴς βασιλεὺς τὸν αὐθεντικὸν χάρτην τῶν πεπραγμένων ἐν Χαλκηδόνι διὰ τοῦ μαγίστρου λαβεῖν παρὰ Μακεδονίου πρὸς διάρρηξιν ἔσπευδεν. Μακεδόνιος δὲ σφραγίσας αὐτὸν ἐν τῷ θυσιαστηρίῳ ἀπέθετο. Καλοπόδιος δὲ ὁ εὐνοῦχος, οἰκονόμος ὢν τῆς μεγάλης ἐκκλησίας, κλέψας αὐτὸν τῷ βασιλεῖ ἀπεκόμισεν. τότε Μακεδόνιον νυκτὸς ἐξαγαγὼν ὁ βασιλεὺς βιαίως εἰς Χαλκηδόνα κἀκεῖθεν ἐν Εὐχαΐτοις ἐξορισθῆναι προσέταξε μηδὲν τῶν κατ' αὐτοῦ ζητηθῆναι τολμήσας, φοβηθεὶς τὰ πλήθη. τῇ δὲ ἑξῆς προὐβάλετο ἐπίσκοπον Τιμόθεόν τινα, πρεσβύτερον καὶ σκευοφύλακα τῆς ἐκκλησίας, τὸ ἐπίκλην Λιτροβούλην καὶ Κήλωνα διά τινας πράξεις προσφόρους τοῖς ὀνόμασιν, ὅστις εἰσιὼν ἐν ταῖς ἐκκλησίαις πρότερον τὰς Μακεδονίου εἰκόνας κατέφερε καὶ οὕτως ἐλειτούργει· Ἰωάννην δὲ τὸν Ἀλεξανδρείας ἐν τοῖς διπτύχοις ἐνέταξε τὸν Νικαιώτην καὶ συνοδικὰ πρὸς αὐτὸν ἔγραψεν. Ἀναστάσιος δὲ ἐννοηθείς, ὅτι χωρὶς 156 καθαιρέσεως τὸν Μακεδόνιον ἀκρίτως ἐξώρισεν, πέμψας μαγιστριανὸν ἔστησεν αὐτὸν ἐπέκεινα Κλαυδιουπόλεως τῆς Ὀνωριάδος. αὐτοὶ δὲ δικασταὶ καὶ μάρτυρες καὶ κατήγοροι ὄντες ἀπόντα καθαιροῦσι τὸν ἐκβληθέντα πρὸ κρίσεως, δι' ἐπισκόπων τε πέμπουσι τὴν καθαίρεσιν καὶ πρεσβυτέρου Κυζικηνοῦ. τούτους ἰδὼν Μακεδόνιος, πρὶν αὐτοὺς λαλῆσαί τι, ἠρώτα, εἰ δέχονται τὴν ἐν Χαλκηδόνι σύνοδον; τῶν δὲ εἰπόντων· "τίς γὰρ εἴη τούτου;" αὐτὸς ἔφη· "Σαββατιανοὶ ἢ Μακεδονιανοὶ εἰ ἔφερόν μοι καθαίρεσιν, ἔδει με δέξασθαι." καὶ οὕτως ὑπέστρεψαν ἄπρακτοι· καὶ αὐτὸς κατέλαβε τὰ Εὐχάϊτα. τότε καὶ Φλαβιανὸν ἐσπούδασε τοῦ θρόνου Ἀντιοχείας ἐκβαλεῖν ὁ παράνομος βασιλεὺς καὶ Σευῆρον τὸν προφανῆ τῆς ἀληθείας ἐχθρὸν ἀντεισαγαγεῖν. ἐπέθεντο δὲ κατηγοροῦντες αὐτὸν ὅτι στόματι μόνον τὴν σύνοδον ἀνεθεμάτισεν, καὶ οὐ καρδίᾳ. λοιπὸν καὶ συνεβούλευον αὐτῷ οἱ πεμφθέντες ἄρχοντες παρὰ τοῦ βασιλέως τοῦ ἐξεῶσαι αὐτὸν ὀλίγον ὑποχωρῆσαι διὰ τὸν τάραχον. τούτου δὲ εἰς Πλατάνους ἐξελθόντος, εὐθέως τὸν δυσσεβῆ Σευῆρον ἐχειροτόνησαν προσμονάσαντα ἐν τῇ μονῇ τῶν ἀποσχιστῶν πλησίον τοῦ Μαϊουμᾶ Γάζης. Φλαβιανὸν δὲ ἐν Πέτραις ἐξώρισαν καὶ ἄλλους πολλοὺς ἐπισκόπους σιδηρωμένους καὶ κληρικοὺς καὶ μοναχούς. Ἡλίας δὲ ὁ Ἱεροσολύμων ἀναγκαζόμενος ὑπὸ τοῦ βασιλέως ἢ Σευήρῳ κοινωνῆσαι ἢ τῆς ἐπισκοπῆς ἐκβληθῆναι, τῶν μοναχῶν ὀχυρωσάντων αὐτόν, τῆς ἐπισκοπῆς μᾶλλον ᾑρετίσατο ἐκβληθῆναι, καὶ ἐχειροτονήθη Ἰωάννης ἀπὸ σταυροφυλάκων συνθέμενος ποιεῖν ὅσα θέλωσιν. χειροτονηθεὶς δὲ οὐδέτερον ἐποίησεν. 157 Κόσμου ἔτη ϛεʹ. Τῆς θείας σαρκώσεως ἔτη φεʹ. Ῥωμαίων βασιλεὺς Ἀναστάσιος ἔτη κζʹ. κβʹ. Περσῶν βασιλεὺς Καβάδης ἔτη λʹ. ιηʹ. Ῥώμης ἐπίσκοπος Σύμμαχος ἔτη ιβʹ. ιβʹ. Κωνσταντ. ἐπίσκοπος Τιμόθεος ἔτη ϛʹ. αʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἡλίας ἔτη κγʹ. βʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἰωάννης ἔτη ιαʹ. ζʹ. Ἀντιοχείας ἐπίσκοπος Σευῆρος ἔτη ζʹ. αʹ. Τούτῳ τῷ ἔτει Βιταλιανόν, τὸν υἱὸν Πατρικιόλου κόμητος Φοιδεράτων, οἱ ἐν Σκυθίᾳ καὶ Μυσίᾳ καὶ λοιπαῖς χώραις ὀρθόδοξοι παρεκάλουν κινηθῆναι κατὰ Ἀναστασίου τοῦ δυσσεβοῦς. ὁ δὲ κινηθεὶς πολλὰς μυριάδας ἀνεῖλε στρατοῦ τῶν ὑπὲρ Ἀναστασίου μαχομένων, χρυσόν τε εἰς ῥόγας