1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

76

ὅμιλος Περσικός, αὐτοῦ που ξυνειλεγμένος. συναισθόμενοι γὰρ τῆς τῶν Ῥωμαίων παρασκευῆς καὶ ὅτι ἐπὶ τοὺς Μισιμιανοὺς ἐχώρουν, ἄραντες ἔκ τε Ἰβηρίας καὶ τῶν ἀμφὶ Μουχείρισιν πολισμάτων ᾔεσαν καὶ οἳ ἐπ' ἐκείνους, προκαταληψόμενοί τε τὴν χώραν καὶ ἐς δύναμιν ἐπαρήξοντες. 6 τῷ τοι ἄρα οἱ Ῥωμαῖοι ἀνὰ τὰ φρούρια τῶν Ἀψιλίων ἀποδιατρίβοντες παρακρούεσθαι τὸ παρὸν καὶ διαμέλλειν ἐπειρῶντο, ἕως ἡ τοῦ θέρους ὥρα ἐξήκοι. Πέρσαις τε γὰρ ἅμα καὶ Μισιμιανοῖς ἀντιτάττεσθαι ἀνόνητόν τι αὐτοῖς ἐδόκει καὶ σφαλερώτατον. οὕτω δὴ οὖν ἀμφότερα τὰ στρατόπεδα ἠρέμει, καὶ οὐδὲ ὁπότεροι ἐς τὸ περαιτέρω φοιτᾶν διανίσταντο, ἀλλ' ἐπετήρουν ἀλλήλους καὶ ἀνέμενον, εἴ γέ τις πρότερος ὁρμηθείη. 7 παρῆσαν δὲ τοῖς Πέρσαις καὶ Οὖννοι Σάβειροι ἐπὶ μισθοφορᾷ προσβοηθήσοντες. τοῦτο γὰρ τὸ γένος μέγιστόν γέ ἐστι καὶ πολυάνθρωπον φιλοπόλεμόν τε ἐς τὰ μάλιστα καὶ ἁρπαλέον καὶ οἷον δὴ οὖν ἀεὶ τὴν ὀθνείαν ἐφίεσθαι ἐπιτρέχειν μισθοῦ τε ἕνεκα μόνου καὶ τῆς ἐπὶ τῇ λείᾳ ἐλπίδος νῦν μὲν τούτοις, νῦν δὲ ἐκείνοις, νῦν δὲ ἄλλῳ τῳ ξυμμαχεῖν καὶ ξυνδιακινδυνεύειν ἐς τἀναντία μεταβαλλόμενον. 8 πολλάκις μὲν γὰρ τοῖς Ῥωμαίοις, πολλάκις δὲ τοῖς Πέρσαις κατ' ἀλλήλων παραταττομένοις ξυνήραντο τοὺς ἀγῶνας, ἐν ὀλίγῳ τῷ μεταξὺ χρόνῳ ἐφ' ἑκατέρους τραπέντες καὶ μισθαρνήσαντες. καὶ οὖν ἡ προτέρα μάχη κατὰ Περσῶν αὐτοῖς ἐπολεμήθη, ὅτε πολλοὺς τῶν ∆ιλιμνιτῶν ἐπελθόντας σφίσι κατέκτειναν ἐν τῇ νυκτομαχίᾳ, ὥς μοι ἕκαστα προ δεδιήγηται. 9 ἐκείνου δὲ τοῦ ἔργου πέρας λαβόντος ἀφίεντο μὲν ὑπὸ Ῥωμαίων τὰ ξυγκείμενα κομισάμενοι, πάλιν δὲ τοῖς ὀλίγῳ ἔμπροσθεν πολεμιωτάτοις ξυνείποντο, τυχὸν μὲν οἱ αὐτοί, τυχὸν δὲ ἕτεροι, Σάβειροι δὲ ὅμως ὄντες καὶ ἐκ τοῦ σφετέρου ἔθνους ἐς τὴν ξυμμαχίαν ἀπεσταλμένοι. 14. Τούτων δὴ οὖν τῶν Σαβείρων ἄνδρες ἐς πεντακοσίους ἐν ὑπαίθρῳ τινὶ περιαυλίσματι πόρρω που τῶν ἄλλων στρατευμάτων ἐτύγχανον ἐσκηνημένοι. ὃ δὴ Μαξεντίῳ τε καὶ Θεοδώρῳ σαφέστατα ἐγνωσμένον καὶ ὅτι ἄνοπλον οὕτω πως καὶ ἀνειμένην τινὰ δίαιταν ἄγοντες διατε 140 λοῦσιν, ἤλαυνον εὐθὺς ἐπ' αὐτοὺς τριακοσίους ἐπαγόμενοι ἱππότας. 2 περιστάντες δὲ κύκλῳ τὸ ἕρκος (ἦν γὰρ οὐ λίαν ἐς ὕψος ἀνέχον, ἀλλ' ἐς ὅσον ἱππότου ἀνδρὸς ἔκτοθεν ἐφεστηκότος τὸ πρόσωπον ὑπερφαίνε σθαι), τούτῳ δὴ οὖν πελάσαντες ἔβαλλον πάντοθεν τοὺς βαρβάρους ἀκοντίοις τε καὶ λίθοις καὶ τοξεύμασι καὶ παντὶ τῷ προστυχόντι. 3 οἱ δὲ οὖν πλείους εἶναι τοὺς ἐπελθόντας ἢ κατὰ τὸ ἀτρεκὲς ὑποτοπή σαντες, ἅμα δὲ καὶ τῷ ἀδοκήτῳ καταπεπληγμένοι, ἀμύνεσθαι μὲν ἥκιστα διενοοῦντο, φεύγειν δὲ αὐτοῖς οὐ μάλα ἐξῆν τῷ θριγκῷ περιεχο μένοις. οἱ μὲν οὖν ἄλλοι ἅπαντες χύδην αὐτοῦ διεφθάρησαν, μόνοι δὲ τεσσαράκοντα ἄνδρες παραλόγως διαλαθόντες καὶ ἐπὶ τοὺς τοίχους ἀναρριχώμενοι, εἶτα ἐπὶ θάτερα διεκπεσόντες, ὑπὸ τὸ λάσιον τῆς ἐχο μένης ἐκρύπτοντο ὕλης. πλὴν ἀλλὰ καὶ τούτους οἱ Ῥωμαῖοι ἀνιχνεύειν ἐπειρῶντο. 4 τούτων δὲ τοῖς Πέρσαις ἀπηγγελμένων αὐτίκα οἵ γε ἴλας ἱππέων στέλλουσιν ἐπ' αὐτοὺς ἐς δισμυρίους ἄνδρας συντεταγμένας. οἱ δὲ Ῥωμαῖοι εἴξαντες τῷ πλήθει καὶ ὥσπερ ἀρκούμενοι τῷ γεγενημένῳ ἀπεχώρουν δρομαῖοι καὶ αὖθις ἐς τὸ πρότερον φρούριον ἐσδραμόντες ἐν τῷ ἀσφαλεῖ καθίσταντο, τῷ μὲν πραχθέντι μεγαλαυχοῦντες, ἀνιώ μενοι δὲ μόνον ἐπὶ Μαξεντίῳ. 5 ἐτύγχανε γὰρ τῶν ἀνὰ τὴν ὕλην διαδύντων βαρβάρων ὑπό του βιαιότατα τετρωμένος, ὡς καὶ φοράδην ἀχθεὶς ἐπὶ κλίνης κρεῖττον ἁπάσης ἐλπίδος ἀποσωθῆναι. ἐπειδὴ γὰρ ἐβέβλητο, αὐτίκα οἱ ὀπαδοὶ ἀράμενοι αὐτὸν ᾤχοντο μετὰ τάχους, πρὶν ἅπαντας ἐπελθεῖν τοὺς πολεμίους. ὡς δὲ ἧκον καὶ ἐπεφέροντο, τότε δὴ οἱ ἄλλοι Ῥωμαῖοι ἐφ' ἑτέραν τινὰ φεύγοντες πορείαν καὶ κατὰ σφῶν τοὺς διώκοντας ἐπισπώμενοι χώραν παρέσχον ἐκείνῳ ἐν τῷ ἐρύματι σχολαίτερον ἀποκομισθῆναι. 15. Ἐν τούτῳ δὲ Ἰουστῖνος ὁ Γερμανοῦ ἕνα τῶν ἀμφ' αὐτὸν ταξιάρχων, ἄνδρα Οὗννον τὸ γένος, Ἐλμινζοὺρ ὄνομα, ἔστειλεν ἐκ