ὅλον καὶ λεῖον καὶ ἴσον καὶ ἀπέ2.12.128.2 ριττον καὶ ταύτῃ ἱκανόν ἐστιν. Ἱκανότης δὲ ἕξις ἐστὶν ἐξικνουμένη πρὸς τὸ οἰκεῖον πέρας ἀνελλιπῶς καὶ ἀπερίττως· μήτηρ δὲ αὐτῶν ἡ δικαιοσύνη, τιθηνὴ δὲ ἡ αὐτάρκεια. Αὕτη γοῦν τοι ἕξις ἐστὶν ἀρκουμένη οἷς δεῖ καὶ δι' αὑτῆς ποριστικὴ τῶν πρὸς τὸν μακάριον συντελούντων βίον. 2.12.129.1 Ἔστω οὖν ἐπὶ μὲν καρποῖς τῶν χειρῶν ὑμῶν κόσμος ἅγιος, εὐμετάδοτος κοινωνία καὶ ἔργα οἰκουρίας. Ὁ γὰρ διδοὺς πτωχῷ δανείζει θεῷ, καὶ χεῖρες ἀνδρείων πλουτίζουσιν. Ἀνδρείους τοὺς καταφρονοῦντας χρημάτων καὶ περὶ τὰς μεταδόσεις εὐκόλους εἴρηκεν. Ἐπὶ δὲ τῶν ποδῶν ἡ ἄοκνος πρὸς εὐποιίαν ἑτοιμότης ἐπιφαινέσθω καὶ ἡ πρὸς δικαιοσύνην ὁδοιπορία. Καθετῆρες δὲ καὶ περιδέραια 2.12.129.2 αἰδὼς καὶ σωφροσύνη εἰσίν. Τοιούτους ὅρμους χρυσοχοεῖ ὁ θεός. Μακάριος ἄνθρωπος, ὃς εὗρεν σοφίαν, καὶ θνητός, ὃς εἶδεν φρόνησιν, διὰ Σολομῶντος τὸ πνεῦμα λέγει, κρεῖσσον γὰρ αὐτὴν ἐμπορευθῆναι ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς, τιμιωτέρα δέ ἐστι λίθων 2.12.129.3 πολυτελῶν. Αὕτη γὰρ ἡ ἀληθινὴ εὐκοσμία. Τὰ δὲ ὦτα αὐταῖς παρὰ φύσιν μὴ τιτράσθω εἰς ἀπάρτησιν ἐλλοβίων καὶ πλάστρων· οὔτε γὰρ θέμις βιάζεσθαι τὴν φύσιν, παρ' ὃ βεβούληται, οὔτε μὴν ἄλλος ἀμείνων ἂν εἴη τῶν ὤτων κόσμος εἰς τοὺς κατὰ φύσιν τῆς 2.12.129.4 ἀκοῆς καταβαίνων πόρους κατηχήσεως ἀληθοῦς. Ὀφθαλμοὶ δὲ ὑπαληλιμμένοι λόγῳ καὶ ὦτα εἰς αἴσθησιν διατετρημένα θείων ἀκουστὴν καὶ ἁγίων ἐπόπτην παρασκευάζουσιν δεικνύντος ὡς ἀληθῶς τοῦ λόγου τὸ κάλλος τὸ ἀληθινόν, ὃ ὀφθαλμὸς οὐκ εἶδεν οὐδὲ οὖς ἤκουσε πρότερον. 3.1.t.1 Περὶ τοῦ κάλλους τοῦ ἀληθινοῦ. 3.1.1.1 Ἦν ἄρα, ὡς ἔοικεν, πάντων μέγιστον μαθημάτων τὸ γνῶναι αὑτόν· ἑαυτὸν γάρ τις ἐὰν γνῷ, θεὸν εἴσεται, θεὸν δὲ εἰδὼς ἐξομοιωθήσεται θεῷ, οὐ χρυσοφορῶν οὐδὲ ποδηροφορῶν, ἀλλὰ ἀγαθοεργῶν καὶ ὅτι μάλιστα ὀλιγίστων δεόμενος· ἀνενδεὴς δὲ μόνος ὁ θεὸς καὶ χαίρει μάλιστα μὲν καθαρεύοντας ἡμᾶς ὁρῶν τῷ τῆς διανοίας κόσμῳ, ἔπειτα δὲ καὶ τῷ τοῦ σώματος, ἁγνὴν στολήν, σωφροσύνην, περιβεβλημένους. 3.1.1.2 Τριγενοῦς οὖν ὑπαρχούσης τῆς ψυχῆς τὸ νοερόν, ὃ δὴ λογιστικὸν καλεῖται, ὁ ἄνθρωπός ἐστιν ὁ ἔνδον, ὁ τοῦ φαινομένου τοῦδε ἄρχων ἀνθρώπου, αὐτὸν δὲ ἐκεῖνον ἄλλος ἄγει, θεός· τὸ δὲ θυμικόν, θηριῶδες ὄν, πλησίον μανίας οἰκεῖ· πολύμορφον δὲ τὸ ἐπιθυμητικὸν καὶ τρίτον, ὑπὲρ τὸν Πρωτέα τὸν θαλάττιον δαίμονα ποικίλον, ἄλλοτε ἄλλως μετασχηματιζόμενον, εἰς μοιχείας καὶ λαγνείας καὶ εἰς φθορὰς ἐξαρεσκευόμενον· 3.1.1.3 ἤτοι μὲν πρώτιστα λέων γένετ' ἠυγένειος, ἔτι φέρω τὸν καλλωπισμόν· ἄνδρα δείκνυσιν ἡ τοῦ γενείου κόμη· αὐτὰρ ἔπειτα δράκων ἢ πάρδαλις ἠδὲ μέγας σῦς· κατώλισθεν εἰς τὴν ἀσέλγειαν ἡ φιλοκοσμία. Οὐκέτι καρτερῶ· θηρίον ἄνθρωπος φαίνεται· γίνετο δ' ὑγρὸν ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον. 3.1.1.4 Ἐκχεῖται τὰ πάθη, ἐκβλύζονται αἱ ἡδοναί, μαραίνεται τὸ κάλλος, καὶ θᾶττον ἀποπίπτει τοῦ πετάλου χαμαί, ὅταν αὐτοῦ καταπνεύσωσιν αἱ ἐρωτικαὶ τῆς ὕβρεως λαίλαπες, καὶ πρὶν ἢ τὸ μετόπωρον ἐλθεῖν μαραίνεται τῇ φθορᾷ· πάντα γὰρ ἡ ἐπιθυμία γίνεταί τε καὶ πλάττεται καὶ φενακίζειν βούλεται, ἵνα κατακρύψῃ τὸν ἄνθρωπον. 3.1.1.5 Ὁ δὲ ἄνθρωπος ἐκεῖνος, ᾧ σύνοικος ὁ λόγος, οὐ ποικίλλεται, οὐ πλάττεται, μορφὴν ἔχει τὴν τοῦ λόγου, ἐξομοιοῦται τῷ θεῷ, καλός ἐστιν, οὐ καλλωπίζεται· κάλλος ἐστὶ τὸ ἀληθινόν, καὶ γὰρ ὁ θεός ἐστιν· θεὸς δὲ ἐκεῖνος ὁ ἄνθρωπος 3.1.2.1 γίνεται, ὅτι βούλεται ὁ θεός. Ὀρθῶς ἄρα εἶπεν Ἡράκλειτος· Ἄνθρωποι