1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

76

καὶ θεοὶ οὐ λέγονται. ὅτι δὲ πρὸς τὰς προλήψεις ἡ ἑκάστου ψυχὴ ἰδέας δαιμόνων ἀπεικονίζει καὶ οὐχ οἱ λεγόμενοι θεοὶ ἐπιφαίνονται, σαφές ἐστιν ἐκ τοῦ Ἰουδαίοις μὴ ἐπιφαίνεσθαι. ἀλλ' ἐρεῖ τις· Πῶς οὖν χρηματίζουσιν τὰ μέλλοντα προσημαίνοντες; καὶ τοῦτο ψεῦδός ἐστιν. δεδόσθω δὲ ἀλήθεια εἶναι, οὔπω τὸ τοιοῦτο θεός ἐστιν. οὐ γὰρ εἴ τι μαντεύεται, θεός ἐστιν· ὅτι καὶ πύθωνες μαντεύονται, ἀλλ' ὑφ' ἡμῶν ὡς δαίμονες ὁρκιζόμενοι φυγα- δεύονται. ἀλλ' ἐρεῖ τις· Ἐνίοις θεραπείας προστάσσουσιν. ψεῦδός ἐστιν· δεδόσθω δὲ οὕτως ἔχειν, οὔπω τὸ τοιοῦτο θεός ἐστιν. καὶ γὰρ ἰατροὶ ἰῶνται πολλοὺς καὶ θεοὶ οὔκ εἰσιν. ἀλλά (φησίν) ἰατροὶ οὐ πάντως ἰῶνται ἐκείνους, ὧν τὴν πρόνοιαν ποιοῦνται, οὗτοι δὲ καὶ χρηματίσαντες ἰῶνται. ἀλλ' ἴσασιν οἱ δαίμονες τὰ ὄντως πρὸς ἕκαστον πάθος προσῳ- κειωμένα βοηθήματα· διὸ ἰατροὶ ἐπιστήμονες ἰᾶσθαι δυνάμενοι, καὶ ταῦτα τὰ ὑπὸ ἀνθρώπων ἰαθῆναι δυνάμενα, ἀλλὰ καὶ μαντικὰ ὄντα καὶ εἰδότα πότε ἕκαστον ἐξ αὐτομάτου θεραπεύεται, τότε συντάσσουσιν τὰς θεραπείας, ἵνα ἑαυτοὺς ἐπιγράφωσιν. ἐπεὶ διὰ τί μετὰ πολὺν χρόνον χρηματίζουσιν τὰς ἰάσεις; διὰ τί δέ, εἰ πάντα δύνανται, ἄνευ τοῦ προσ- φέρειν τι τὴν ἴασιν οὐ ποιοῦνται; τίνος δὲ ἕνεκα τισὶν μὲν εὐξαμένοις θεραπείας προστάσσουσιν, ἐνίοις δὲ ἔσθ' ὅτε καὶ οἰκειοτέροις οὖσιν οὐ χρηματίζουσιν; οὕτως ὁπόταν ἐξ αὐτομάτου θεραπεία μέλλῃ γίνεσθαι, ἐπαγγέλλονται, ἵνα ἑαυτοὺς ἐπιγράψωσιν. ἄλλοι δὲ νοσήσαντες καὶ εὐξάμενοι ἐξ αὐτομάτου ὑγιάναντες, οὓς ἐπεκαλέσαντο, ἐπέγραψαν καὶ ἀναθήματα ἐποίησαν. οἱ μέντοι γε μετὰ εὐχὴν διαφωνήσαντες τὰς ἀποτυχίας ἀναθεῖναι οὐ δύνανται. πλὴν εἰ οἱ συγγενεῖς τῶν τεθνεώτων <ἢ> ἐξ αὐτῶν τινες συνεζήτησαν τὰς ἀποτυχίας, πλείονας ἂν εὑρήκειτε τὰς ἀποτυχίας τῶν ἐπιτευγμάτων. ἀλλ' οὐδεὶς προειλημμένος αὐτοῖς τὸν κατ' αὐτῶν ἔλεγχον ἐκφᾶναι θέλει αἰδούμενος ἢ φοβούμενος, ἀλλὰ τοὐναντίον τὰ πιστὰ αὐτῶν ἀτοπήματα συνκρύβουσιν. πόσοι δὲ καὶ καταψεύδονται χρηματισμοὺς καὶ θεραπείας ἐξ αὐτῶν ἀποτελεσθείσας καὶ ταύτας βεβαι- οῦνται μετὰ ὅρκων; πόσοι δὲ ἐπὶ μισθῷ ἑαυτοὺς ἐξέδωκαν, δι' ἐνίων ἐπινοιῶν πάσχειν τινὰ ἀναδεξάμενοι καὶ οὕτως κηρύξαντες, αὐτῶν τὸ πάθος ἀντιπαθείᾳ ἀποκατασταθέντες, κεχρηματίσθαι τὴν θεραπείαν λέγουσιν, ἵνα τὸ ἀναίσθητον ἐπιγράψωσιν σέβασμα; πόσα δὲ αὐτῶν ἐκ καταρχῆς μαγικῇ τέχνῃ ἐτελέσθη, ἵνα ὀνειροπολῇ καὶ χρηματίζῃ; καὶ ὅμως μακρῷ χρόνῳ καὶ ταῦτα διεφώνησεν. πόσοι δὲ νῦν τὰ τοιαῦτα κρατύνειν θέλοντες γοητεύουσιν; πλὴν οὐκ εἴ τι μαντικόν ἐστιν ἢ θερα- πευτικόν, τοῦτο θεός ἐστιν. ὁ γὰρ θεὸς πάντα δύναται. ἐκεῖνος γάρ ἐστιν ἀγαθὸς καὶ δίκαιος, νῦν πᾶσιν μακροθυμῶν, ἵνα οἱ βουλόμενοι ἐφ' οἷς ἔπραξαν κακοῖς μεταμεληθέντες καὶ πολιτευσάμενοι ἐν ἡμέρᾳ, ᾗ τὰ πάντα κρίνεται, τῶν κατ' ἀξίαν ἀπολαύσωσιν. ∆ιὸ νῦν ἄρξασθε ἀγαθῆς γνώσεως αἰτίᾳ θεῷ πειθόμενοι ἀντιλέγειν ὑμῶν ταῖς κακαῖς ἐπιθυμίαις καὶ ἐννοίαις, ἵνα δυνηθῆτε ἀνακαλέσασθαι τὴν πρώτην τῇ ἀνθρωπότητι παραδοθεῖσαν σωτήριον θρησκείαν. οὕτω γὰρ ὑμῖν ἐξαυτῆς ἀνατελεῖ τὰ ἀγαθά, ἅτινα λαβόντες πεῖραν τῶν κακῶν τοῦ λοιποῦ καταλείψετε. ἀλλὰ τῷ δεδωκότι εὐχαριστήσατε, μετὰ τοῦ τῆς