76
πλείων ἔσται ὑμῖν φροντὶς περὶ τῶν ἐν ὀρφανίᾳ, ὅπως αὐτοῖς μηδὲν ἐνδέῃ, τῇ μὲν παρθένῳ, μέχρις ἂν ἔλθῃ εἰς ὥραν γάμου καὶ ἐκδῶτε αὐτὴν ἀδελφῷ, τῷ δὲ παιδὶ χορηγίαν πρὸς τὸ καὶ τέχνην ἐκμαθεῖν καὶ διατρέφεσθαι ἐκ τῆς ἐπιχορηγίας, ἵνα, ὅταν δεξιῶς τὴν τέχνην κατορθώσῃ, τὸ τηνικαῦτα δύνηται καὶ τὰ τῆς τέχνης ἐργαλεῖα ἑαυτῷ πρίασθαι, ὅπως μηκέτι βαρύνῃ τὴν τῶν ἀδελφῶν ἀνυ πόκριτον εἰς αὐτὸν ἀγάπην, ἀλλ' ἑαυτῷ ἐπιχορηγῇ. Καὶ γὰρ ἀληθῶς μακάριός ἐστιν, ὃς ἂν δυνάμενος βοηθεῖν ἑαυτῷ μὴ θλίβῃ τόπον ὀρφανοῦ ξένου τε καὶ χήρας, ἐπεὶ καὶ ὁ Κύριος μακάριον εἶπεν εἶναι τὸν διδόντα ὑπὲρ τὸν λαμβάνοντα. Καὶ γὰρ εἴρηται πάλιν ὑπ' αὐτοῦ· «Oὐαὶ τοῖς ἔχουσιν καὶ ἐν ὑποκρίσει λαμβάνουσιν, ἢ δυνα μένοις βοηθεῖν ἑαυτοῖς καὶ λαμβάνειν παρ' ἑτέρων βουλο μένοις· ἑκάτερος γὰρ ἀποδώσει λόγον Κυρίῳ τῷ Θεῷ ἐν ἡμέρᾳ κρίσεως.» Ὁ μὲν γὰρ δι' ἡλικίαν ὀρφανίας ἢ γήρως ἀτονίαν ἢ νόσου πρόσπτωσιν ἢ τέκνων πολυτροφίαν λαμβάνων, ὁ τοιοῦτος οὐ μόνον οὐ μεμφθήσεται, ἀλλὰ καὶ ἐπαινεθήσεται· θυσιαστήριον γὰρ τῷ Θεῷ λελογισμένος ὑπὸ τοῦ Θεοῦ τιμηθήσεται ἀόκνως ὑπὲρ τῶν διδόντων αὐτῷ διηνεκῶς προσευχόμενος, οὐκ ἀργῶς λαμβάνων, ἀλλὰ τῆς δόσεως αὐτοῦ, ὅση δύναμις, τὸν μισθὸν διδοὺς διὰ τῆς προσευχῆς· ὁ τοιοῦτος οὖν ἐν τῇ αἰωνίῳ ζωῇ ὑπὸ Θεοῦ μακαρισθήσεται. Ὁ δὲ ἔχων καὶ ἐν ὑποκρίσει λαμβάνων ἢ δι' ἀργίαν, ἀντὶ τοῦ ἐργαζόμενον βοηθεῖν καὶ ἑτέροις, δίκην ὀφλήσει τῷ Θεῷ, ὅτι πενήτων ἥρπασε ψωμόν. Ὁ γὰρ ἔχων ἀργύρια καὶ μὴ μεταδιδοὺς ἑτέροις μήτε μὴν αὐτὸς χρώμενος τόπον ὄφεως κεκλήρωται, ὅν φασιν ἐπὶ τοῖς θησαυροῖς καθεύδειν, καὶ ἔστιν ἐπ' αὐτῷ ἀληθὴς ἡ γραφὴ ἡ φάσκουσα· «Συνήγαγεν πλοῦτον, ἐξ οὗ οὐ γεύσεται.» Καὶ οὐδὲν αὐτῷ ὄφελος ὀλλυμένῳ παρὰ τῆς δίκης· «Oὐκ ὠφελήσει γάρ, φησίν, ὑπάρχοντα ἐν ἡμέρᾳ ὀργῆς.» Ὁ γὰρ τοιοῦτος οὐ τῷ Θεῷ πεπίστευκεν, ἀλλὰ τῷ ἑαυτοῦ χρυσίῳ, θεὸν τοῦτο ἡγούμενος καὶ ἐπ' αὐτῷ πεποιθώς· ὑποκριτὴς ἀλη θείας ὁ τοιοῦτος, προσωπολήπτης, ἄπιστος, εἴρων, δειλός, ἄνανδρος, κοῦφος, εὐχερής, μεμψίμοιρος, ἐπώδυνος, ἑαυτοῦ ἐχθρὸς καὶ οὐδενὸς φίλος. Τούτου τὰ χρήματα ὀλεῖται καὶ ἀνὴρ ξένος ἔδεραι αὐτά, ἢ ζῶντος ὑφελόμενος ἢ θανόντος καρπωσάμενος· «Πλοῦτος γὰρ ἀδίκως συναγόμενος ἐξε μεθήσεται.» Παραινοῦμεν οὖν ταῖς χήραις καὶ τοῖς ὀρφανοῖς μετὰ παντὸς φόβου καὶ πάσης εὐλαβείας μεταλαμβάνειν τῶν