Glaphyra in Pentateuchum ARGUMENTAGLAPHYRORUM S. CYRILLIALEXANDRINI
ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ.
οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἀγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ὁ κληρονόμος, δεῦτε, ἀποκτείνωμεν αὐτὸν, ἵνα ἡμῶν ἡ κληρονομία γένηται. Ὅτι δὲ φιλόπλουτοι καὶ φιλοκερδεῖς ἄγαν οἱ Φαρισαῖοι γεγόνασι, καὶ τὸ τῶν Γραμματέων ἀνόσιον στῖφος, κατίδοι τις ἂν, καὶ λίαν ἑτοίμως, τοῖς περὶ αὐτῶν γεγραμμένοις τὸν νοῦν ἐνιείς. Ὁ μὲν γὰρ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἀπεμπολῆσαι δεῖν ἔφασκε τὸν ἐπίγειον πλοῦτον τοῖς τὰ ἄνω φρονεῖν ᾑρημένοις, καὶ διανέμειν τὰ ὄντα πτωχοῖς, ἵνα τὸν ἄνω κερδάνωσι θησαυρόν. Ἀλλ', ὥς φησιν ὁ εὐαγγελιστὴς, ἤκουον ταῦτα οἱ Γραμματεῖς καὶ οἱ Φαρισαῖοι φιλάργυροι ὄντες, καὶ ἐξεμυκτήριζον αὐτόν. Ὅτι δὲ καὶ μέχρι τῶν ἄγαν εὐτελεστέρων καθικνούμενοι, μετὰ πολλῆς ἀκριβείας λεπτολογίαις ἐσπούδαζον, οὐδὲ τὸ βραχὺ μεθιέντες τοῖς μὴ προσάγουσι κατὰ νόμον τὰς τεταγμένας δεκάτας, καίτοι τοῦ νόμου πεφροντικότες ὀλίγα, παντελῶς αὐτοῖς διεσάφει λέγων ὁ Κύριος· Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον, καὶ τὸ ἄνηθον, καὶ τὸ κύμινον· καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν, καὶ τὸν ἔλεον, καὶ τὴν πίστιν. Οὐκοῦν ὁ μὲν Γὰδ πειρατήριον, πλοῦτος δὲ ὁ Ἀσήρ. Καὶ ἄμφω ἐγενέσθην ἐκ θεραπαίνης τῆς Ζελφᾶς, μετὰ τὸν ∆άν τε καὶ Νεφθαλεὶμ, οἳ ἦσαν ἐκ Βάλλας. Ἀλλ' ἐν τούτοις μὲν, ἡμῖν ὁ πρὸ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας καιρὸς γεγράφθω· καθ' ὃν ἦν ἔτι στεῖρα Ῥαχὴλ, τουτέστιν, ἡ ἐξ ἐθνῶν Ἐκκλησία· ἣ ὅτι τέξεται πολλοὺς, καὶ ἀναριθμήτων ἔσται τροφὸς, προανακέκραγε μὲν Ἡσαΐας λέγων· Εὐφράνθητι, στεῖρα, ἡ οὐ τίκτουσα. Ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. ∆ιεσάφει δὲ καὶ αὐτὸς ὁ θεσπέσιος ∆αβὶδ περὶ Θεοῦ λέγων· Ὁ κατοικίζων στεῖραν ἐν οἴκῳ, μητέρα ἐπὶ τέκνοις εὐφραινομένην. Ἔφη δέ που πρὸς αὐτὴν καὶ ὁ τῶν ὅλων ∆εσπότης καὶ Θεός· Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε πάντας. Καὶ πάλιν· Ἰδοὺ οὗτοι πόῤῥωθεν ἔρχονται, οὗτοι ἀπὸ βοῤῥᾶ, καὶ οὗτοι ἀπὸ θαλάσσης, ἄλλοι δὲ ἐκ γῆς Περσῶν. Φέρε δὴ οὖν, εἰ δοκεῖ, καταθρῶμεν ὁπηνίκα καὶ ὅπως τέτοκεν ἡ στεῖρα. Οὐκοῦν μετ' ἐκείνους οἳ γεγόνασιν ἐκ θεραπαινῶν, τοὺς ἐν ἀγρῷ μανδραγόρας εὑρίσκει Ῥουβεὶμ, ὁ ἐξ Ἰακὼβ πρωτότοκος· προσκομίζει δὲ Λείᾳ τῇ ἰδίᾳ μητρί. Ἡ δὲ τῇ Ῥαχὴλ ζητούσῃ δίδωσι. Καὶ τίκτει μὲν Λεία, λαβοῦσα τοὺς μανδραγόρας, δύο πάλιν υἱοὺς, τόν τε Ἰσάχαρ καὶ μέντοι καὶ τὸν Ζαβουλών. Εἶτα μέμνηται Θεὸς τῆς Ῥαχὴλ, καὶ διανοιχθείσης αὐτῇ τῆς μήτρας, καὶ αὐτὴ τέτοκε τὸν Ἰωσὴφ, καὶ τελευτῶσα τὸν Βενιαμίν. Λεία μὲν οὖν ὅτι τὴν τῶν Ἰουδαίων Συναγωγὴν ὑπαινίττεται69.220, Ῥαχὴλ δὲ τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, προμεμήνυκεν ἡμῖν πλειστάκις ὁ λόγος. Μεθέντες δὴ οὖν ὡς ἀνόνητον ἔτι τὸ ταυτολογεῖν, λοιπὸν ἀφηγώμεθα τίνος ἂν εἶεν εἰς τύπον οἱ μανδραγόραι, διὰ τοῦ πρωτοτόκου Ῥουβεὶμ ηὑρημένοι. Τί δ' ἂν βούλοιτο δηλοῦν ἡ εἰς ἄμφω τε καὶ ἐν ἴσῳ τάχα που διανέμησις· δέδωκε γὰρ ἡ Λεία τῇ Ῥαχήλ· τί δὲ πρὸς τούτοις καὶ αὐτὴ τῶν παίδων ἡ γένεσις, ἐν ταῖς τῶν ὀνομάτων σημασίαις ὠδίνουσα τὸ μυστήριον. ιαʹ. Μανδραγόραι τοίνυν φύονται μὲν ἐν ἀγροῖς· εἶδος δὲ τὸ μῆλον αὐτοῖς. Ὑπνηλὸν δὲ ὅτι τὸ χρῆμά ἐστι, καὶ βαθεῖ καταμεθύσκον κάρῳ τοὺς μετεσχηκότας, οὐ μακροῦ δεήσειν οἶμαι πρὸς ἀπόδειξιν λόγου, τὰς τῶν ἀῤῥωστούντων ἀγρυπνίας τῆς ἰατρῶν ἐμπειρίας ἔσθ' ὅτε νικώσης τῇ τῶν μανδραγορῶν φυσικῇ ἐνεργείᾳ. Οἳ καὶ ὑποφήνειαν ἡμῖν αἰνιγματωδῶς τὸ Χριστοῦ μυστήριον, ὑπνοῦντος τρόπον τινὰ δι' ἡμᾶς, καὶ καθιέντος εἰς κένωσιν ἑαυτὸν μέχρι θανάτου, εἰ καὶ ἀνεβίω πάλιν. Θεὸς γὰρ ἦν κατὰ φύσιν, καὶ γέγονε σάρξ. Ὅπου δὲ ὅλως ὁ θάνατος ἐν ὕπνου τάξει παρειλημμένος, ζητητέον ἐκεῖ καὶ τὴν εἰς ζωὴν ἀναβίωσιν. Ὅλον δὲ ὥσπερ ἐν τούτοις τὸ Χριστοῦ μυστήριον. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος τοῖς ἐξ ἐλαφρίας κεκινημένοις εἰς ἑτερόφρονα δόξαν, ἐπισκήπτει λέγων· Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις ὃ καὶ παρέλαβον· ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, κατὰ τὰς Γραφὰς, καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς. Καὶ μεθ' ἕτερα· Εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσιν ἐν ὑμῖν τινες, ὅτι ἀνάστασις νεκρῶν οὐκ