1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

76

βασιλέως τῆς Βασὰν καὶ τὴν γῆν καὶ τὰς πόλεις αὐτῆς πέραν τοῦ Ἰορδάνου, πόλεις ιβʹ. Αὗται μὲν οὖν αἱ ἐπισημότεραι φέρονται πράξεις ἐν βίβλῳ δʹ Μωυσέως, ἃς πρὸς ταῖς ἄλλαις ταῖς προεπιτμηθείσαις ἡμῖν παρεθέμεθα σὺν ταῖς ἐπισήμοις ἀπάρσεσι τῶν παρεμβολῶν καὶ τοῖς τόποις ἐν οἷς παρενέβαλον, ἐν πᾶσι τῇ θείᾳ γραφῇ κατακολουθοῦντες καὶ πάντα ἐξ αὐτῆς ἀναλεξάμε νοι, πρός τε ἡμετέραν ὠφέλειαν καὶ κεφαλαιώδη τῶν ἐντυγχανόντων. τὰς γὰρ κατὰ μέρος ἀπάρσεις ἤτοι τοὺς σταθμούς, ὡς ἐξῆλθον ἐκ γῆς Αἰγύ πτου, ὁ αὐτὸς θεοδίδακτος νομοθέτης πρὸς τῷ τέλει τῆς ἱερᾶς βίβλου τῶν Ἀριθμῶν ἔγραψε, καὶ ὅτι Ἀαρὼν τῷ τεσσαρακοστῷ ἔτει τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐτελεύτησεν ἐν Ὢρ τῷ ὄρει, πέμπτῳ μηνὶ ἀρχομένῳ, ἐτῶν ὑπάρχων ρκγʹ, καὶ τὰ λοιπὰ τὰ μέχρι τοῦ ὄρους Ἀβαρεὶμ πέραν τοῦ Ἰορδάνου κατὰ Ἱεριχώ, ἔνθα καὶ ἐνετείλατο τοῖς υἱοῖς Ἰσραὴλ ὅπως χρήσονται καὶ ἐχθρανοῦσι τοῖς ἔθνεσι τοῖς παραδοθησομένοις αὐτοῖς καὶ πόθεν ἔσται τὰ ὅρια τῆς κατασχέσεως αὐτῶν, καὶ ἕως ποῦ κατά τε λίβα καὶ δυσμὰς καὶ βορρᾶν καὶ ἀνατολὴν καὶ νότον ταῖς θʹ #171 φυλαῖς, καὶ περὶ τῶν κατακληρονο μούντων αὐτοῖς τὴν γῆν ἀρχόντων ἀνδρῶν καθ' ἑκάστην φυλήν, ὧν πρῶ τοι Ἐλεάζαρ ὁ ἱερεὺς καὶ Ἰησοῦς ὁ τοῦ Ναυή, καὶ ἔτι περὶ τοῦ κλήρου τῶν Λευιτῶν καὶ τῶν ἓξ πόλεων τῶν φυγαδευτηρίων, περί τε φόνων καὶ τοῦ κλήρου τῶν θυγατέρων Σαλπαάδ. καὶ ἐπλήρωσε τὴν αὐτὴν τετάρτην τῶν Ἀριθμῶν βίβλον. Ἐπειδὴ δὲ ἐν τῇ αὐτῇ ἱερᾷ βίβλῳ τῶν Ἀριθμῶν μετὰ τὴν ἐπίσκεψιν τοῦ λαοῦ ἐν Ἀραβὼθ Μωὰβ γενομένην ὑπὸ Μωυσέως καὶ Ἐλεάζαρ κατὰ τὸ αὐτὸ μʹ ἔτος τῆς ἐξόδου, τελευτήσαντος ἤδη τοῦ Ἀαρὼν πρὸ ὀλίγου καὶ πάσης τῆς γενεᾶς τῶν ἀπειθῶν προκαταναλωθείσης, εἶπε κύριος πρὸς Μωυσῆν· ἀνάβηθι εἰς τὸ ὄρος ἐν τῷ πέραν τοῦ Ἰορδάνου, τοῦτο ὄρος Ναβαῦ, καὶ ἰδὲ τὴν γῆν Χαναὰν καὶ προστεθήσῃ πρὸς τὸν λαόν σου καὶ σὺ 165 καθὰ καὶ Ἀαρὼν ὁ ἀδελφός σου, διότι παρέβητε τὸ ῥῆμά μου ἐν τῇ ἐρήμῳ Σιναῒ ἐν τῷ ἀντειπεῖν τὴν συναγωγὴν τοῦ ἁγιάσαι με· οὐχ ἡγιάσατέ με ἐπὶ τῷ ὕδατι ἐναντίον αὐτῶν· τοῦτό ἐστιν ὕδωρ ἀντιλογίας Κάδης ἐν τῇ ἐρήμῳ Σιναΐ. αὐτὸς δὲ ᾐτήσατο τὸ προχειρισθῆναι πρὸς τοῦ θεοῦ τὸν ποιμανοῦντα τὸν Ἰσραὴλ μετ' αὐτόν. ἔλαβέ τε Ἰησοῦν τὸν τοῦ Ναυὴ θείᾳ ψήφῳ, καὶ στήσας ἔναντι Ἐλεάζαρ καὶ παντὸς Ἰσραὴλ ἐπέθηκε τὰς χεῖρας αὐτοῦ ἐπ' αὐτὸν καὶ συνέστησεν αὐτόν, καθὰ ἐνετείλατο αὐτῷ κύριος. Ταῦτα πάντα ἀνακεφαλαιωσάμενος ἐν τῇ εʹ βίβλῳ τοῦ ∆ευτερονομίου, τά τε τῆς ὁδοιπορίας τῶν τε κατ' αὐτὴν παραβάσεων καὶ τὴν πατρῴαν αὐτῶν ἀπείθειαν, ἥτις αὐτῷ τε καὶ Ἀαρὼν τῷ ἀδελφῷ αὐτοῦ γέγονε θείας ὀργῆς καὶ ἀποφάσεως αἰτία, μὴ ἐπιβῆναι τῆς ἐπηγγελμένης αὐτοῖς γῆς ἀναμνήσας, ὅπως τε ἐπὶ λʹ καὶ ηʹ ἔτη περιεπόλουν εἰς Κάδης Βαρνὴ ἐπι στραφέντες πρὸς τὴν τῆς ἐρυθρᾶς ἔρημον, ἐκύκλουν τὸ ὄρος Σηεὶρ ἐφ' ἡμέ ρας πολλάς, καὶ πάλιν ἀπὸ τούτου ἐπεστράφησαν πρὸς βορρᾶν, ἕως διέπεσον πᾶς ἀπειθὴς ἐν ἐρήμῳ, καίτοι τῆς ὅλης ὀδοῦ ἀπὸ Κάδης Βαρνὴ ἕως φάραγγος Ζαρὲθ μὴ οὔσης εʹ ἡμερῶν, ὡς ἡμεῖς ἐπειράθη μεν, ἥτις αὐτοῖς καταρεμβευομένοις ὑπὸ τοῦ θεοῦ ἐν λʹ καὶ ηʹ χρόνοις διήνυσται. Τούτων οὖν αὐτοὺς ἀναμνήσας ὁ θεῖος νομοθέτης καὶ πολλὰ περὶ εἰδω λολατρείας καὶ τῶν λοιπῶν ἀπηγορευμένων ἐθνικῶν ἐθῶν παραινέσας διδάσκει τὰς θείας νομοθεσίας, πολλάκις ἐπαναλαμβανόμενος καὶ ἀνα μιμνήσκων αὖθις τῶν κατὰ τὴν ἔρημον θείων πειρατηρίων, ἀπολογού μενος ἔν τισιν ὅτι «διὰ τοῦτο ὑμᾶς ἐκάκωσε κύριος καὶ ἐλιμαγχόνησεν ἐν τῇ ἐρήμῳ πειράζων ὑμᾶς, εἰ φυλάξετε τὰς ἐντολὰς αὐτοῦ, καὶ μὴ φυλάξαντας οὐ τελείως διέφθειρεν, ἐμοῦ πολλάκις ὑπὲρ ὑμῶν δεηθέντος, ἀλλ' ἐψώμισε τὸ μάννα, ἵνα γνῶτε ὅτι οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐπὶ παντὶ τῷ ἐκπορευομένῳ διὰ στόματος θεοῦ· ἐπαίδευσεν ὑμᾶς ὡς εἴ τις παιδεύσαι ἄνθρωπος τὸν υἱὸν αὐτοῦ, καὶ ἐτροφοφόρησεν ἄμοχθον ζωὴν χαρισάμενος. ἄρτον