76
βουλευσαμένοις δὲ μεγαλοψυχίᾳ ὥσπερ καὶ ἐπὶ τῶν προτέρων πολέμων ἐδόκει χρῆσθαι καὶ μὴ προεξανίστασθαι, ἀλλὰ τὸν ἀπὸ τῶν πραγμάτων ἔλεγχον περιμένειν, ἅμα καὶ ἐλπίζοντες περιγενήσεσθαι τοῦ πολέμου, ἀμύνοντος αὐτοῖς καὶ τοῦ θεοῦ παρασπονδουμένοις· αὐτοὶ γὰρ οὔτε λόγῳ αἰτίαν παρασχεῖν τοῦ λελύσθαι τὰς σπονδάς. πείρας δὲ χάριν ἐδόκει πρὸς Βυζάντιον ἀπελθεῖν ὡς ἢ φανεροῦ γενησομένου ἅμα τῷ αὐτοὺς ἀφικέσθαι τοῦ πολέμου ἢ διαλυθησομένου, τῶν κινούντων καταπληξάντων. βασιλεῖ πᾶν οὖν τῷ νέῳ καὶ τοῖς φίλοις οὕτως ἐδόκει. μδʹ. Καὶ ὕστερον οὐ πολλαῖς ἡμέραις κατὰ τὰς ἀρχὰς Ὀκτωβρίου τῆς ἑνδεκάτης ἰνδικτιῶνος ἐκ ∆ιδυμοτείχου ἦλθον εἰς Σηλυβρίαν, στρατιὰν μὲν οὐκ ἐπαγόμενοι τοῦ μὴ δοκεῖν ἐξεπίτηδες πρὸς πόλεμον χωρεῖν, ἅμα δὲ οἰκέταις καὶ τῶν φίλων οὐκ ὀλίγοις. ὡς δὲ ἐπύθετο ὁ πρεσβύτερος βασιλεὺς, τόν τε δικαιοφύλακα Γρηγόριον τὸν Κλειδᾶν καὶ Νίφωνα τὸν ἐπίσκοπον Μογλαίνων πρὸς τὸν ἔγγονον ἀπέστειλεν εἰς Σηλυβρίαν, εἰς Βυζάντιον κελεύων μὴ ἐλθεῖν· οὐδὲ γὰρ ἂν αὐτῷ τὴν εἴσοδον παραχωρήσειν, ὅτι τὰς πρὸς αὐτὸν σπονδὰς παραλύσειε καὶ τοὺς ὅρκους· κἄν τι περὶ αὐτὸν συμβῇ 1.216 τῶν ἀβουλήτων, οὐκ ἐκείνῳ, ἀλλ' ἑαυτῷ τὴν αἰτίαν λογίζεσθαι παρεσπονδηκότι. τούτων ἀκούσας ὁ νέος βασιλεὺς, ἤλγησε μὲν οὐχ ἥκιστα ἐπὶ ταῖς ἀγγελίαις· μικρὸν δὲ ἐπισχὼν, «ἐβουλόμην» εἶπε «μὴ τοσοῦτον ἀμνήμονα τὸν ἐμὸν κύριον καὶ βασιλέα ἧς ἔργοις αὐτοῖς εὐπειθείας καὶ δουλείας πρὸς αὐτὸν ἐνεδειξάμην ὀφθῆναι νῦν· ἐπεὶ δ' ἡ τῶν ἐμῶν ἁμαρτημάτων πληθὺς ἐπίορκον καὶ τῶν πρὸς αὐτὸν συμβάσεων ἀθετητὴν καὶ οἴεσθαι ἀνέπεισε καὶ λέγειν, δέον εὐγνώμονα καὶ φιλοπάτορα καὶ αὐτῷ ὑπείκοντα λογίζεσθαι πάντα, πρῶτον μὲν ἐν καιρίῳ οἴομαι τὴν πρὸς ἐμὲ ὑμῶν ἄφιξιν γεγενῆσθαι, συνετῶν ὄντων καὶ δυναμένων μάλιστα ἀπὸ τῶν λεγομένων τὰ ἀληθῆ καὶ τὰ δέοντα συνεῖναι. ἔπειτα ἐρωτῶ, εἰ καὶ παρὰ τοῦ ἐμοῦ κυρίου καὶ βασιλέως ἐπιτέτραπται ὑμῖν, ἅ τε ἠδίκηκα ἐγκαλεῖν καὶ τούτων τὴν ἀπολογίαν δέχεσθαι διεξιόντος. ἐλπίζω γὰρ ἐκ πολλοῦ τοῦ περιόντος ἀπολύσασθαι τὰ ἐγκλήματα.» τῶν δὲ εἰπόντων μηδὲν πλέον ἐπιτετράφθαι ἢ ὅσον μὴ εἰς Βυζάντιον ἀπαγγείλαντας ἥκειν, αὖθις ἀναστρέφειν, «ἀπαγγείλατε τοίνυν» ἔφη «τῷ ἐμῷ κυρίῳ καὶ βασιλεῖ, ὅτι τὸν ἔφορον τῆς ἀληθείας ἐπιμαρτύρομαι θεὸν καὶ αὐτὸν ἀλήθειαν καλούμενον καὶ ὄντα, ὡς οὔτε πρότερον, οὔτ' ἐν τῷ νῦν ἀδίκως κατ' ἐμοῦ κινουμένῳ πολέμῳ, οὔτ' ἔργοις οὔτε μὴν ἐν ῥήμασιν ἐμαυτῷ τι σύνοιδα πεπραγμένον κατὰ σοῦ. διὸ καὶ ἱκέτης γίνομαί σου πρὸς αὐτοῦ τοῦ θεοῦ τὸ ὀργίζεσθαι ἀποθέμενον, συμπαθείᾳ χρήσασθαι καὶ πρᾳότητι, καὶ τοῦ δικαίου καὶ λυσιτελοῦντος ἔξω ποιεῖν μηδέν. εἰ δ' ἄρα 1.217 τοῦ δαίμονος ἡ δυσμένεια, δι' ἣν πολλάκις ἐν κακοῖς τεταλαιπώρηκα, τῆς μὲν δουλείας καὶ εὐπειθείας, ἣν ἔργοις αὐτοῖς ἐπεδειξάμην ἐν παντὶ τῷ παρασχόντι, παρεσκεύασεν ἐπιλελῆσθαι, τοῖς διαβάλλουσι δὲ καὶ συκοφαντοῦσιν ἀνέπεισε προσέχειν καὶ τὸν κατ' ἐμοῦ πόλεμον κινεῖν, δέομαι αὖθις μὴ ἐρήμην οὕτω καταψηφίσασθαι, ἀλλὰ τά τε ἐγκλήματα δηλῶσαι καὶ τόπον ἀπολογίας παρασχεῖν. εἰ μὲν οὖν διαφύγω τὴν δίκην, τὰ ἐγκλήματα ἀπολυσάμενος, εὖ ἂν ἔχοι· ἂν δ' ἐπιορκῶν ἁλῶ καὶ παρασπονδῶν, οὐδεμιᾶς ἀξιῶ τυχεῖν συγγνώμης, ἀλλὰ πᾶν ὁτιοῦν πάσχειν αὐτὸς τιμῶμαι.» βασιλεὺς μὲν οὖν ὁ νέος τοῖς πρέσβεσι τῷ πάππῳ τοιαῦτα ἐκέλευεν ἀπαγγέλλειν· οἱ δ' ἐπυνθάνοντο αὖθις, εἰ μηδὲν ἑαυτῷ σύνοιδε τοὺς πρὸς βασιλέα τὸν πάππον γεγενημένους ὅρκους παραβεβηκὼς, οἰόμενοι πεῖσαι ἂν βασιλέα ῥᾳδίως διαλύσασθαι πρὸς τὸν ἔγγονον, εἰ μηδὲν ἐπιορκοῦντα πύθοιτο αὐτόν. τοῦ δὲ ἰσχυρισαμένου ἄχρι τότε παρεσπονδηκέναι μηδαμῶς, χαίροντες εἰς Βυζάντιον ἐπανῆκον, ἐλπίζοντες τὸν πόλεμον τῶν βασιλέων καταλύσειν· τὸ δ' ἐναντίως ἢ ἀπέβη προσεδόκων. ἀπαγγειλάντων γὰρ ὅσα βασιλεὺς ὁ νέος πρὸς τὸ μὴ παρεσπονδηκέναι παραιτεῖται, οὐδὲν μᾶλλον ὁ πρεσβύτερος ὑφῆκε τῆς ὀργῆς, ἀλλ' ἐκείνοις μὲν ἀπεκρίνατο οὐδέν· τῷ πατριάρχῃ δὲ Ἠσαΐᾳ τὸ μνημονεύειν ἐν ταῖς