76
ὑπερηφανίας τοῦ νοὸς αὐτῶν ὑπερνέφελον. Τὸ δὲ δεύτερον θηρίον αρκῳ ὡμοίωτο, καὶ εἰς μέρος εν εστη, καὶ τρία ειχε πλευρὰ καὶ πτερὰ ἐν τῷ στόματι. καὶ ἐλέγετο αὐτῇ "ἀνάστα, φάγε σάρκας πολλάς." τῆς Περσῶν δὲ βασιλείας ἡ αρκος ἐγένετο τύπωσις, διὰ τὸ ὠμὸν τοῦ εθνους καὶ ἀπηνές· πάντων γὰρ τῶν βαρβάρων οἱ Πέρσαι τιμωρήσασθαι ἀπηνέστεροι, σκαφεύσεσί τε καὶ δορᾶς ἀφαιρέσει πικροτάτας καὶ μακροτάτας τὰς κολάσεις τιθέμενοι. Εἰκὸς δέ τισιν ἀγνοεῖσθαι τὴν κόλασιν τῆς σκαφεύσεως· καλὸν ουν καὶ ταύτην δήλην θέσθαι τοῖς ἀγνοοῦσι. δύο σκάφας ισας ἀλλήλαις προσαρμόσαντες, καὶ ταύτας ἐγκόψαντες, ωστε τὴν κεφαλὴν τοῦ κολαζομένου ἐκτὸς περιλελεῖφθαι τῶν σκαφῶν καὶ τὰς χεῖρας, ἀλλὰ μὴν καὶ τοὺς πόδας, υπτιον ἐντὸς τὸν τιμωρούμενον ἀνακλίνουσι, καὶ ουτω τὰς σκάφας προσηλοῦσιν ἀλλήλαις. ειτα κρᾶμα ἐκ μέλιτός τε καὶ γάλακτος κερασάμενοι ἐγχέουσιν εἰς τὸ στόμα τοῦ ἀθλίου ἐκείνου, μέχρις αν ὑπερκορὴς ὁ ανθρωπος γένηται· καὶ ἐκ τοῦ τοιούτου κράματος τοῦ προσώπου αὐτοῦ καὶ τῶν ποδῶν καὶ τῶν χειρῶν καταχέουσιν, υπαιθρόν τε θέντες αὐτὸν εἱληθερεῖσθαι τῷ ἡλίῳ ποιοῦσι, καὶ ουτως ἑκάστης ἡμέρας πράττουσιν ἐπ' αὐτῷ. μυῖαι μὲν ουν καὶ σφῆκες καὶ μέλισσαι διὰ τὴν τῶν καταχεθέντων γλυκύτητα ἀθροιζόμεναι τῷ τε προσώπῳ αὐτοῦ καὶ τοῖς αλλοις ἐφιζάνουσι μέλεσιν, α τῶν σκαφῶν ἐκτός, ὡς ειρηται, περιλέλειπται, ἐνοχλοῦσαι, αἱ δὲ τὸν αθλιον καὶ τιτρώσκουσαι. ἡ δέ γε γαστὴρ ἐκείνου πληρωθεῖσα τοῦ μέλιτος καὶ τοῦ γάλακτος ὑγρὰ προΐησι σκύβαλα, ων ἐνσηπομένων 1.192 εὐλαί τε καὶ σκώληκες ἀναζέουσιν· ὁ δ' ἐγκατακείμενος τῇ ὑγρότητι καὶ τὰς σάρκας αὐτῇ ἐνσηπόμενος καὶ ὑπὸ τῶν σκωλήκων αὐτὸς δαπανώμενος ουτως οἰκτρότερόν τε θνήσκει καὶ χρονιώτερον. ταύτῃ τῇ κολάσει χρήσασθαι ἱστορεῖται καὶ ἡ Παρύσατις ἡ Κύρου καὶ ̓Αρταξέρξου μήτηρ κατὰ τοῦ ἀνελεῖν τὸν Κῦρον αὐχήσαντος, μαχόμενον περὶ τῆς βασιλείας τῷ ἀδελφῷ, ἐπὶ τεσσαρεσκαιδεκάτην ἡμέραν τῇ τιμωρίᾳ διαρκέσαντος τῆς σκαφεύσεως. ̔Η μὲν ουν σκάφευσις τοιάδε τις ειναι ἱστόρηται. τὸ δέ "ἀνάστα, φάγε σάρκας" οὐκ ἐπιτρέποντός ἐστιν, ἀλλὰ προλέγοντος τὰ ἐσόμενα· πολλὴ γὰρ φθορὰ τῶν ̓Ασσυρίων καὶ τῶν συμμαχούντων ἐκείνοις ὑπὸ Περσῶν τε καὶ Μήδων ἐγένετο. ειποι δ' αν τις καὶ τό "φάγε σάρκας πολλάς" τῆς ὠμότητος τοῦ εθνους σημαντικόν. τὰ δὲ τρία πλευρὰ η πτερά, α ἐν τῷ στόματι κατεῖχε, τὴν τῶν τριῶν τμημάτων ἀρχὴν τῆς οἰκουμένης ην προχαράττοντα. Κῦρος μὲν γὰρ ὁ τὴν ̓Ασσυρίων βασιλείαν καθῃρηκὼς τὸ ἑῷον απαν μέχρι τοῦ ̔Ελλησπόντου ὑπέταξεν. ὁ δὲ τούτου υἱὸς Καμβύσης καὶ τὴν Αιγυπτον καὶ τὴν Αἰθιοπίαν εσχεν ὑφ' ἑαυτόν· νότιοι δ' αἱ χῶραι αυταί εἰσι. ∆αρεῖος δὲ ὁ ̔Υστάσπου καὶ τοὺς νομάδας ἐχειρώσατο Σκύθας· ουτοι δ' οἰκοῦσι τὸ κλίμα τὸ βόρειον. ὁ δέ γε Ξέρξης ὁ τοῦ ∆αρείου ωρμησε μὲν κατὰ τῆς Εὐρώπης, κρατῆσαι καὶ ταύτης πειρώμενος, ἀπεκρούσθη δέ γε ναυμαχίᾳ πρὸς ̓Αθηναίων ἡττηθεὶς καὶ ἀναζεύξας κατῃσχυμμένος. τὸ δ' ἐν μέρει στῆναι τὸ θηρίον σημαντικὸν τοῦ μὴ πάντῃ τῆς ἀρχῆς ἐκπεσεῖν, ὀλίγῳ δὲ μέρει ταύτης περιγραφῆναι. πάσης γὰρ τῆς ̓Ασίας πρῴην κρατοῦσα ἡ βασιλεία ἐκείνη καὶ Αἰθιόπων καὶ Αἰγυπτίων Παλαιστίνης τε καὶ Φοινίκης 1.193 καὶ τῆς Λιβύης αὐτῆς ἐξέπεσε μὲν τῶν λοιπῶν, περιελείφθη δ' αὐτῇ Μηδία τε καὶ Περσίς. η καὶ αλλως τὸ ἐν μέρει στῆναι τὸ θηρίον ἐκληφθήσεται, ἐπὶ καιρόν τινα δηλαδὴ σχολάσαι τὴν τῶν Περσῶν βασιλείαν καὶ ἀπρακτῆσαι. τοῦ γὰρ ̓Αλεξάνδρου καθῃρηκότος αὐτήν, ειτα θανόντος, εἰς τέσσαρας ἀρχὰς ἡ ἐκείνου μοναρχία διῄρητο. κατ' ἀλλήλων δὲ τῶν διαδόχων αὐτοῦ χωρησάντων καὶ ἐν ταῖς πρὸς ἀλλήλους μάχαις ἠσθενηκότων, οἱ Πέρσαι πάλιν καιροῦ λαβόμενοι ἀνεθάρσησαν καὶ πολλὰ τῆς σφετέρας ἀρχῆς ἀνεκτήσαντο. Τὸ δὲ τρίτον θηρίον παρδάλει ην ἐμφερές, καὶ πτερὰ ειχε τέσσαρα πετεινοῦ ὑπεράνω αὐτῆς, καὶ τέσσαρες κεφαλαὶ τούτῳ τῷ θηρίῳ ἐπεφύκεσαν, καὶ ἐξουσίαν λέγει δοθῆναι αὐτῷ. τοῦτο δὲ τὸ θηρίον τὴν Μακεδονικὴν εἰκόνιζε βασιλείαν. παρδάλει μὲν γὰρ εἰκάσθη ̓Αλέξανδρος διὰ τὸ ὀξύρροπον καὶ εὐκίνητον,