76
ἀπὸ τοῦ ἀστραβῆ καὶ ὀρθῶς φυλάττειν τὴν βάσιν. ἐπὶ τοῦ ποδὸς καὶ τοῦτο. ἐπὶ δὲ τῶν αλλων ὀστέων παρὰ τὸ ἐμπεπάρθαι καὶ μὴ στρέφεσθαι μήτε κινεῖσθαι, στερήσει τοῦ ˉα. ̓Αστισμὸς καὶ ἀστεϊμόσ. πιθανολογία. ἀποστῆναι ῥητορικῆς καὶ ποιητικῆς καὶ ἀστισμῶν. ̓Αστρόβακοσ. ὁ ἀστρονόμος. alpha.314 ̓Αστυβοώτησ. ὁ κήρυξ ἐπιθετικῶς. ἀπὸ τοῦ ἐν αστει βοᾷν. Ασταχυσ. στάχυς. ασταχυς σίταχυς τίς ἐστιν, ὁ τὸν σῖτον συνέχων. η στῶ, στήσω, ασταχυς. ̓Αστάνδαι. οἱ ἐκ διαδοχῆς γραμματοφόροι. ̓Αστεμφήσ. ἀμετακίνητος, βέβαιος. ̓Αστραβήσ. ατρεπτος. παρὰ τὸ στρέφω στρεφὴς καὶ ἀστραβής. ̓Αστέρι ὀπωρινῷ. ηγουν τῷ κυνάστρῳ. ̓Αστὴρ καὶ αστρον διαφέρει. ἀστὴρ γὰρ ὁ Κρόνος καὶ οἱ αλλοι πλάνητες· αστρον δὲ ὁ ̓Ωρίων, ος ˉκˉβ ἀστέρων ἐστὶ σύστημα. ειρηται ἀστὴρ παρὰ τὸ μὴ εχειν στάσιν, ἀστατὴρ καὶ ἀστήρ. καταχρηστικῶς δὲ καὶ ἐπὶ τῶν ἀπλανῶν. ζητεῖται δὲ, διὰ τί, ωσπερ γίνεται κατὰ συγκοπὴν γαστρὸς, μὴ τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ ἀστὴρ ἀστέρος ἀστρός. καὶ εστιν εἰπεῖν, οτι αἱ συγκοπτόμεναι γενικαὶ μιμεῖσθαι θέλουσι τὰς ὀξυτόνους εὐθείας. ἐπεὶ ουν ἡ ἀστέρος γενικὴ συγκοπτομένη οὐκ εὐθεῖα, ινα μιμήσηται, οὐ συγκόπτεται. εἰ δέ τις ειποι, ἡ γαστέρος ωφειλε συγκοπῇ γενέσθαι γαστρός· οὐ γὰρ εχει alpha.315 εὐθεῖαν, ινα μιμήσηται· εστιν εἰπεῖν, οτι τὸ γαστὴρ παραλόγως ὠξύνθη, τούτου χάριν παραλόγως ἀνεδέξατο τὴν συγκοπήν. διὰ τί δὲ, ωσπερ γίνεται θυγατέρα θύγατρα, καὶ ἀνέρα ανδρα, μὴ τὸν αὐτὸν γίνεται μητέρα μήτρα; καὶ εστιν εἰπεῖν, τὸ μὲν μητέρα, ινα μὴ συνεμπέσῃ τῇ μήτρα εὐθείᾳ, ο σημαίνει τὴν πατρίδα. ̓Ασύνθετοσ. ὁ ἀσύμφωνος, ὁ ταῖς συνθήκαις μὴ ἐμμένων. ̓Ασυνδύαστοσ. ἀσύζευκτος, ἀσύμπλοκος. ̓Ασύγκριτοσ. ὑπερέχων, μὴ συγκρινόμενος. ̓Ασυντελήσ. ἀχρήσιμος, ἀσύμφορος. ̓Ασύστατον. οὐ συνεστῶτα, οὐ δὲ πυκνὸν, ἀλλ' ἀραιὸν, ἐν τῇ ποιήσει καὶ κομπώδη. η ἀδιάθετον, ἀπιθάνως συντεθέντα. ̓Ασύφηλοσ. αδικος, μάταιος, ἀπαίδευτος, ατιμος, ἀδόκιμος, ἀνόητος. παρὰ τὸ σοφὸς γίνεται σόφλος, καὶ μετὰ τοῦ στερητικοῦ ˉα ασοφλος, καὶ μεταβολῇ τοῦ ˉο εἰς ˉυ ἀσύφηλος. ὡς αγορις αγυρις, καὶ ονομα ονυμα. ̓Ασφάραγοσ. ὁ λαιμός. παρὰ τὸ ἀσπαίρω ἀσπάραγος καὶ ἀσφάραγος. τείνεται γὰρ ἐν τῷ λέalpha.316 γειν ὁ λάρυγξ. ὁ δὲ ̔Ηρωδιανὸς λέγει παρὰ τὸ σφαραγεῖν, ο ἐστιν ἠχεῖν· δι' αὐτοῦ γὰρ ἡ φωνὴ φέρεται· καὶ κατὰ πλεονασμὸν τοῦ ˉα ἀσφάραγος. λέγεται δὲ καὶ τὸ ἐξ ἀκάνθων φυόμενον βλάστημα. εστι δέ τι καὶ βοτάνης ειδος ἀσφάραγος πρὸς τὰς καθάρσεις ἐπιτήδειον. καὶ οἱ μὲν ̓Αττικοὶ διὰ τοῦ φ τὴν λέξιν προσφέρουσιν, οἱ δὲ λοιποὶ, μὴ ἀκριβοῦντες, διὰ τοῦ π. ̓Ασφάλαξ. παρὰ τὸ σπῶ γίνεται σπάλαξ, καὶ πλεονασμῷ τοῦ ˉα ἀσφάλαξ κατὰ μετάθεσιν τοῦ ˉπ. ̓Ασφοδελόσ. ὁ λειμών. ̓Ασφόδελος δὲ, τὸ φυτόν. Ασχολοσ. ὁ μὴ εὐκαιρῶν. σχολὴ γὰρ ἡ ἐν τῇ λεγομένῃ συνηθείᾳ εὐκαιρία. Ασχετοσ. ὁ ἀκράτητος. παρὰ τὸ σχῆμι, ἀφ' ου καὶ εσχηκα ὁ παρακείμενος, καὶ ἐσχέθην ὁ ἀόριστος, καὶ ὁ μέλλων σχήσω. ἐξ ου ἡ σχέσις. καὶ ὡς παρὰ τὸ τίθημι γίνεται θετὸς, ιημι, ἐτὸς καὶ αφετος, δίδωμι, δοτὸς, ουτω σχῆμι, σχετὸς καὶ ασχετος. ̓Ασωπόσ. ποταμὸς Θηβαίων. alpha.317 Ασωτοσ. ἀκόλαστος, ἀσελγής. παρὰ τὸ σώζω, σώσω, σέσωκα, σέσωσμαι, σέσωσται, σωτὸς καὶ ασωτος. ̓Ασκάλων. πόλις Συρίας. ἀπὸ τοῦ ̓Ασκάλου ἀδελφοῦ Ταντάλου. ὁ πολίτης ̓Ασκαλωνίτης. ̓Ασυνέτουσ. τοὺς ἀσυνειδήτους λέγει ὁ ̓Απόστολος. ων οὐδὲν ἀφρονέστερον. ̓Ασσύριοσ. ὁ Βαβυλώνιος. ἐξ ου καὶ ̓Ασσύριος φλόξ. ̓Ασιδηνόσ. ὁ ἀπὸ τῆς ̓Ασίδος. ̓Ασεβήσ. παρὰ τὸ σέβω, σεβὴς καὶ μετὰ τοῦ στερητικοῦ ˉα ἀσεβής. οἱονεὶ ὁ μὴ σεβόμενος τὸν θεόν. εἰς τὸ ˉα ψιλὴν διατί; τὸ στερητικὸν ˉα ψιλοῦται πλὴν τοῦ αλυσις καὶ αδης. ̓Ασαλήσ. ὁ ἀφρόντιστος. σάλη γὰρ ἡ φροντίς. (Θηλυκόν.) ̓Ασάμινθοσ. ἡ πύελος, ο ἐστι λεκάνη, καὶ ὁ τόπος, ἐν ῳ λούονται. παρὰ τὸ μινύθειν τὴν ασιν, ητοι τὸν ῥύπον τοῦ σώματος. alpha.318 ̓Ασέλγεια. διάθεσις μὴ εχουσα η μὴ φέρουσα αλγος ἀθλητικόν. ̓Ασέβεια. ἀδικία περὶ τὸ θεῖον. Ασισ. ἡ ἀκαθαρσία. καὶ αση. ἀσὴ δὲ κατὰ τοὺς ἰατροὺς ἡ ἀνερμήνευτος ποιότης, ἡ προηγουμένη τοῦ ἐμέτου. ̓Ασία. πόλις Λυδίας, ἐν ῃ τρίχορδος εὑρέθη