76
ἀφέσεως, ὕδωρ μὲν εἰς ἀναγέννησιν καὶ ἔκπλυσιν τῆς τε ἁμαρτίας καὶ τῆς φθορᾶς, αἷμα δὲ ποτὸν ζωῆς ἀιδίου πρόξενον, ἐντολάς τε ἡμῖν δέδωκε δι' ὕδατος ἀναγεννᾶσθαι καὶ πνεύματος δι' ἐντεύξεως καὶ ἐπικλήσεως τῷ ὕδατι ἐπιφοιτῶντος τοῦ πνεύματος. Ἐπειδὴ γὰρ διπλοῦς ὁ ἄνθρωπος, ἐκ ψυχῆς καὶ σώματος, διπλῆν ἡμῖν ἔδωκε καὶ τὴν κάθαρσιν, δι' ὕδατός τε καὶ πνεύματος· τοῦ μὲν πνεύματος τὸ «κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν» ἐν ἡμῖν ἀνακαινίζοντος, τοῦ δὲ ὕδατος διὰ τῆς τοῦ πνεύματος χάριτος τὸ σῶμα τῆς ἁμαρτίας καθαίροντος καὶ τῆς φθορᾶς ἀπαλλάττοντος, καὶ τὴν μὲν τοῦ θανάτου εἰκόνα ἐκπληροῦντος τοῦ ὕδατος, τὸν δὲ τῆς ζωῆς ἀρραβῶνα παρεχομένου τοῦ πνεύματος. Ἀπ' ἀρχῆς γὰρ «πνεῦμα θεοῦ τοῖς ὕδασιν ἐπεφέρετο». Καὶ ἄνωθεν ἡ γραφὴ μαρτυρεῖ τῷ ὕδατι, ὡς ἔστι καθαρτήριον. Ἐπὶ Νῶε δι' ὕδατος ὁ θεὸς τὴν κοσμικὴν ἁμαρτίαν κατέκλυσε. ∆ι' ὕδατος πᾶς ἀκάθαρτος κατὰ τὸν νόμον καθαίρεται, καὶ αὐτῶν τῶν ἱματίων πλυνομένων τῷ ὕδατι. Ἔδειξεν Ἡλίας τὴν χάριν τοῦ πνεύματος συμμεμιγμένην τῷ ὕδατι, ὕδατι φλέξας τὴν ὁλοκαύτωσιν. Καὶ σχεδὸν ἅπαντα κατὰ τὸν νόμον ὕδατι καθαρίζονται (τὰ γὰρ ὁρατὰ σύμβολα τῶν νοουμένων εἰσίν), ἡ μέντοι ἀναγέννησις κατὰ ψυχὴν γίνεται· πίστις γὰρ υἱοθετεῖν οἶδε καίτοι ὄντας κτίσματα διὰ τοῦ πνεύματος καὶ εἰς τὴν ἀρχαίαν ἀνάγειν μακαριότητα. Ἡ μὲν οὖν τῶν ἁμαρτιῶν ἄφεσις πᾶσιν ὁμοίως διὰ τοῦ βαπτίσματος δίδοται, ἡ δὲ χάρις τοῦ πνεύματος κατὰ τὴν ἀναλογίαν τῆς πίστεως καὶ τῆς προκαθάρσεως. Νῦν μὲν οὖν διὰ τοῦ βαπτίσματος τὴν ἀπαρχὴν τοῦ ἁγίου πνεύματος λαμβάνομεν, καὶ ἀρχὴ ἑτέρου βίου γίνεται ἡμῖν ἡ παλιγγενεσία καὶ σφραγὶς καὶ φυλακτήριον καὶ φωτισμός. Χρὴ δὲ πάσῃ δυνάμει ἀσφαλῶς τηρεῖν ἑαυτοὺς καθαροὺς ἀπὸ ῥυπαρῶν ἔργων, ἵνα μὴ πάλιν ὥσπερ κύων ἐπὶ τὸν ἴδιον ἔμετον ἐπιστρέψαντες δούλους πάλιν ἑαυτοὺς τῆς ἁμαρτίας ποιήσωμεν. «Πίστις γὰρ χωρὶς ἔργων νεκρά ἐστιν», ὁμοίως καὶ ἔργα χωρὶς πίστεως· ἡ γὰρ ἀληθὴς πίστις διὰ τῶν ἔργων δοκιμάζεται. Βαπτιζόμεθα δὲ εἰς τὴν ἁγίαν τριάδα, ὅτι αὐτὰ τὰ βαπτιζόμενα χρῄζει τῆς ἁγίας τριάδος εἰς τὴν αὐτῶν σύστασίν τε καὶ διαμονήν, καὶ ἀδύνατον μὴ συμπαρεῖναι ἀλλήλαις τὰς τρεῖς ὑποστάσεις· ἀχώριστος γὰρ ἡ ἁγία τριάς. Πρῶτον βάπτισμα τὸ τοῦ κατακλυσμοῦ εἰς ἐκκοπὴν ἁμαρτίας. ∆εύτερον τὸ διὰ τῆς θαλάσσης καὶ τῆς νεφέλης· σύμβολον γὰρ ἡ μὲν νεφέλη τοῦ πνεύματος, ἡ θάλασσα δὲ τοῦ ὕδατος. Τρίτον τὸ νομικόν· πᾶς γὰρ ἀκάθαρτος ἀπελούετο ὕδατι ἔπλυνέ τε τὰ ἱμάτια καὶ οὕτως εἰσῄει εἰς τὴν παρεμβολήν. Τέταρτον τὸ Ἰωάννου εἰσαγωγικὸν ὑπάρχον καὶ εἰς μετάνοιαν ἄγον τοὺς βαπτιζομένους, ἵνα εἰς Χριστὸν πιστεύσωσιν· «ἐγὼ γὰρ ὑμᾶς», φησί, «βαπτίζω ἐν ὕδατι· ὁ δὲ ὀπίσω μου ἐρχόμενος, αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί». Προκαθαίρει οὖν ὁ Ἰωάννης ἐπὶ τὸ πνεῦμα διὰ τοῦ ὕδατος. Πέμπτον τὸ τοῦ κυρίου βάπτισμα, ὃ αὐτὸς ἐβαπτίσατο. Βαπτίζεται δὲ οὐχ ὡς αὐτὸς χρῄζων καθάρσεως, ἀλλὰ τὴν ἐμὴν οἰκειούμενος κάθαρσιν, ἵνα συντρίψῃ τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος, ἵνα κλύσῃ τὴν ἁμαρτίαν καὶ πάντα τὸν παλαιὸν Ἀδὰμ ἐνθάψῃ τῷ ὕδατι, ἵνα ἁγιάσῃ τὸν βαπτιστήν, ἵνα πληρώσῃ τὸν νόμον, ἵνα τὸ τῆς τριάδος ἀποκαλύψῃ μυστήριον, ἵνα τύπος καὶ ὑπογραμμὸς ἡμῖν πρὸς τὸ βαπτίζεσθαι γένηται. Βαπτιζόμεθα δὲ ἡμεῖς τὸ τέλειον τοῦ κυρίου βάπτισμα τὸ δι' ὕδατός τε καὶ πνεύματος. Πυρὶ δὲ λέγεται βαπτίζειν Χριστός· ἐν εἴδει γὰρ πυρίνων γλωσσῶν ἐπὶ τοὺς ἁγίους ἀποστόλους τὴν τοῦ πνεύματος χάριν ἐξέχεεν, ὥς φησιν αὐτὸς ὁ κύριος· «Ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν πνεύματι ἁγίῳ καὶ πυρὶ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας», ἢ διὰ τὸ τοῦ μέλλοντος πυρὸς κολαστικὸν βάπτισμα. Ἕκτον τὸ διὰ μετανοίας καὶ δακρύων ὄντως ἐπίπονον. Ἕβδομον τὸ δι' αἵματος καὶ μαρτυρίου, ὃ καὶ αὐτὸς Χριστὸς ὑπὲρ ἡμῶν ἐβαπτίσατο ὡς λίαν αἰδέσιμον καὶ μακάριον, ὅσῳ δευτέροις οὐ μολύνεται ῥύποις. Ὄγδοον τὸ τελευταῖον οὐ σωτήριον, ἀλλὰ τῆς μὲν κακίας ἀναιρετικόν (οὐκ ἔτι γὰρ κακία καὶ ἁμαρτία πολιτεύεται), κολάζον δὲ ἀτελεύτητα. Σωματικῷ εἴδει